1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

97

αὐτὸν ἐν Πείρᾳ, ἐλοι 264 δόρησαν αὐτὸν ἐφ' ὕδατος Ἀντιλογίας ". τῶν εἰς αὐτὸν καὶ τὸν ἀδελφὸν γεγενημένων ἀνέμνησεν· " ὁ λέγων τῷ πα τρὶ αὐτοῦ καὶ τῇ μητρὶ αὐτοῦ, οὐχ ἑώρακά σε· καὶ τοὺς ἀδελφοὺς αὐτοῦ οὐκ ἐπέγνω, καὶ τοὺς υἱοὺς αὐτοῦ ἀπέγνω, ἐφύλαξε τὰ λόγια σου καὶ τὴν διαθήκην σου διετήρησεν ". τὸ τέλειον τῶν ἱερέων ὁ λόγος διδάσκει. πάντων γὰρ τῶν κατὰ τὸν βίον καταφρονεῖν προσήκει τὸν ἱερέα καὶ τῇ θείᾳ προσεδρεύειν ἱερουργίᾳ. τούτου χάριν οὐδὲ κλῆρον αὐτοῖς ἀπένειμεν, οὐδὲ κτῆσιν ἔχειν ἐνομοθέτησεν, ἀλλὰ τὰς ἀπαρχὰς καὶ τὰς δεκάτας παρὰ παντὸς κομίζεσθαι τοῦ λαοῦ, ἵνα τῶν βιωτικῶν ἀπηλ λαγμένοι φροντίδων, ἁγίως τὴν ἐγκεχειρισμένην ἁγιστείαν ἐπιτελῶσιν. αὐτίκα γοῦν Ἀαρὼν ὁ πρῶτος ἀρχιερεύς, οὔτε κηδεῦσαι τοὺς τεθνηκότας συνεχωρήθη παῖδας, οὕτω δὲ φησίν· " ἑαυτοὺς τελειώσαντες δηλώσουσι τὰ δικαιώματά σου τῷ Ἰακώβ, καὶ τὸν νόμον σου τῷ Ἰσραήλ· ἐπιθήσουσι θυμίαμα ἐν ὀργῇ σου διὰ παντὸς ἐπὶ τοῦ θυσιαστηρίου σου ". τοῦτο καὶ τοῦ λαοῦ τιμωρουμένου γεγένηται. ὁ γὰρ Ἀαρὼν προσενεγκὼν τὸ θυμίαμα τὸν θεήλατον ἐκώλυσε θάνατον. εἶτα τὴν θείαν αὐτοῖς εὐλογίαν αἰτεῖ. " εὐλόγησον, Κύριε, τὴν ἰσχὺν αὐτοῦ, καὶ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δέξαι ". χρεία γὰρ καὶ σωματικῆς δυνάμεως τοῖς λειτουργοῦσιν, ἵνα μηδὲν ἐμπο δὼν γένηται τῇ προθυμίᾳ. " κάταξον ὀσφῦν ἐπανεστη κότων ἐχθρῶν αὐτοῦ, καὶ οἱ μισοῦντες αὐτὸν μὴ ἀναστήτωσαν ". διὰ δὲ τούτων χαλινοῖ τῶν τυραννούντων τὸ θράσος· ἀναμιμνῄσκει δὲ καὶ ὧν ἔπαθε Κορὲ καὶ ∆αθὰν καὶ Ἀβειρών, τὴν στάσιν κατὰ τῶν ἱερέων κινήσαντες. 265 XLV Τίνος χάριν ἔσχατον ὄντα τέταρτον ἔταξε τὸν Βενιαμίν; Ταύτης ἦν τῆς φυλῆς ἡ μητρόπολις· ἐν ἐκείνῃ δὲ ὁ ναὸς ἐδομήθη. τοιγάρ τοι εἰκότως τῇ ἱερατικῇ φυλῇ τὸν ἱερὸν συνέταξε τόπον. καὶ ἡ εὐλογία δὲ τοῦτο προαγορεύει. " ἠγαπημένος, γάρ φησιν, ὑπὸ Κυ ρίου κατασκηνώσει πεποιθώς ". ἔδειξε δὲ καὶ τὴν αἰτίαν τῆς πεποιθήσεως· " καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κα τέπαυσε ". πελάζων γὰρ τῷ θείῳ νεῷ διηνεκῶς τῆς θείας κηδεμο νίας ἀπήλαυσε. τὸ δὲ " ἐν μέσῳ τῶν ὤμων αὐτοῦ κατέ παυσε ", περὶ τοῦ Θεοῦ ἔφη, ὃς ἐν τῇ Ἰερουσαλὴμ τὸν ναὸν οἰκοδομη θῆναι κελεύσας, ἐν ἐκείνῳ τὴν οἰκείαν ἐπιφάνειαν ἐποιεῖτο. μετὰ ταύτας τὰς φυλάς, τὸν Ἰωσὴφ εὐλόγησε, καὶ ταῖς δύο φυλαῖς κατὰ ταὐτὸν τὴν εὐλο γίαν προσήνεγκεν. " ἀπ' εὐλογίας Κυρίου ἡ γῆ αὐτοῦ· ἀπὸ ὡρῶν οὐρανοῦ καὶ δρόσου καὶ ἀπὸ ἀβύσσων πηγῶν κάτωθεν, καὶ καθ' ὥραν γενήματα ἡλίου τροπῶν καὶ ἀπὸ συνόδου μηνῶν, καὶ ἀπὸ κορυ φῆς βουνῶν ἀεννάων ". ᾔτησεν αὐτῷ τὰ οὐρανόθεν δωρούμενα ἀγαθά, τοὺς ἀπὸ τῆς γῆς παρεχομένους καρπούς· οὓς ἄρδουσι μὲν ὑετοί, τρέφουσι δὲ δρόσοι, πεπαίνει δὲ ἥλιος κατὰ τὰς τῶν ὡρῶν καὶ μηνῶν περιόδους. φέρει δὲ τούτους οὐ μόνον ἡ ὑπτία γῆ, ἀλλὰ καὶ ὄρειος· εἰς βεβαίωσιν δὲ τῆς εὐλογίας ἀνέμνησε τοῦ ὀφθέντος ἐν τῇ βάτῳ Θεοῦ. λέγει δὲ αὐτὸν καὶ τῶν πρωτοτοκίων τετυχηκέναι καὶ τούτου χάριν διχῆ τὴν φυλὴν μερισθῆναι καὶ δύο τὴν μίαν γενέσθαι· ἐπειδὴ διπλῆν μοῖραν ἐλάμ βανον οἱ πρωτότοκοι. καὶ τὸ δυνατὸν δὲ τῶν φυλῶν διδάσκων, μονο κέρωτι καὶ ταύρῳ ἀπείκασε· καὶ προτέταχε τοῦ Μανασσῆ τὸν Ἐφραῒμ 266 κατὰ τὴν τοῦ προπάτορος εὐλογίαν. τῷ δὲ Ζαβουλών, καὶ τῷ Ἰσσαχάρ, τῷ μὲν ὡς τὴν παραλίαν οἰκοῦντι, τῷ δὲ ὡς γειτονεύοντι, καὶ τὴν ἐν πο λέμοις ἐπηύξατο νίκην, καὶ τὴν θείαν ἐπικουρίαν, καὶ τὰ ἀπὸ θαλάσσης ἀγαθά. " ἔθνη, γάρ φησι, ἐξολοθρεύσουσι καὶ ἐπικα λέσονται ἐκεῖ καὶ θύσουσι θυσίαν δικαιοσύνης, καὶ πλοῦτον θαλάσσης θηλάσουσι καὶ ἐμπορίαν παραλίαν κατοικούντων ". οἱ γὰρ θαλάττῃ πελάζοντες, οὐ μόνον τῶν οἰκείων καρπῶν, ἀλλὰ καὶ τῶν πάντοθεν φερομένων ἀγα θῶν ἀπολαύουσι. τὸν δὲ Γὰδ ἀπείκασε λέοντι· οὕτω γὰρ καὶ ὁ πατριάρ χης Ἰακὼβ ἔφη· " Γὰδ πειρατήριον πειρατεύσει αὐτὸν καὶ αὐτὸς δὲ πειρατεύσει αὐτὸν κατὰ πόδας ". σκύμνον δὲ τὸν ∆ὰν ὠνόμασεν ἐκπηδῶντα ἐκ τοῦ Βασάν· ἐπειδὴ ἐξαπίνης τῇ Λαϊσσᾷ προσβαλόντες πόλει, καὶ αὐτὴν εἷλον καὶ τοὺς ἐνοικοῦντας ἀνεῖλον, καὶ οἰκεῖον ἀπέφηναν