1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

101

ἐν πνεύματι, οὐ γράμ ματι ". οἱ τοίνυν ἐξ ἰουδαίων τῷ σωτῆρι πεπιστευκότες, τὴν μωσαϊ κὴν περιτομὴν ἔχοντες, προσέλαβον τὴν πνευματικήν. τὸ τοίνυν " ἐκ δευτέρου " τὴν ἀλήθειαν προτυποῖ· τὴν γὰρ σάρκα δὶς περιτμηθῆ ναι τῶν ἀδυνάτων. ἡ δὲ ἐξεπιπολῆς τοῦ γράμματος διάνοια τοῦτο δηλοῖ· ὅτι καθάπερ τῷ Ἀβραὰμ τοῦτον ἐξ ἀρχῆς ὁ Θεὸς ἐδεδώκει τὸν νόμον, οὕτως " ἐκ δευτέρου " προσέταξε τῷ Ἰησοῦ τοὺς ἀπεριτμήτους περι τεμεῖν. θρηνῆσαι δὲ ἄξιον ἰουδαίους, συνιδεῖν οὐ δυναμένους, ὡς οἱ περι τετμημένοι μὲν ἀνῃρέθησαν διαφόροις τιμωρίαις περιπεσόντες, οἱ δὲ ἀπε ρίτμητοι διεσώθησαν· καὶ οἱ μὲν πατέρες διώλοντο, οἱ δὲ παῖδες τὴν ἀπαγ 275 γελίαν ἐδέξαντο. οὕτω καὶ ἡμεῖς παῖδες ὄντες τὴν τῶν οὐρανῶν προσδε χόμεθα βασιλείαν· ἰουδαῖοι δὲ τάξιν ἔχοντες πατέρων τῶν αἰωνίων ἐξέπεσον ἀγαθῶν, καὶ τῆς τῶν πατριαρχῶν ἐξεβλήθησαν συγγενείας. ἐχρῆν τοίνυν αὐτοὺς διὰ τούτων μαθεῖν, ὡς οὐκ ἀεὶ τῆς περιτομῆς ἀναγκαῖον τὸ χρῆμα. προμηνύσας γὰρ τῷ Ἀβραὰμ τῆς παροικίας τὸν χρόνον ὁ δεσπότης Θεός, περιτμηθῆναι προσέταξε· τῆς αἰγυπτίων δὲ δουλείας ἀπαλλαγέντας, καὶ ἐν ἐρήμῳ διάγοντας, οὐκ ἀπῄτησε τοῦδε τοῦ νόμου τὴν φυλακήν, οὐδὲ τῆς παραβάσεως εἰσέπραξε δίκας. ἐπειδὴ καθ' ἑαυτοὺς ζῶντες καὶ τῆς τῶν ἀλλοφύλων ἐθνῶν ἐπιμιξίας ἀπηλλαγμένοι, τοῦ σημείου τῆς περιτομῆς οὐκ ἐδέοντο. ὅτε δὲ λοιπὸν αὐτοὺς εἰς τὴν ἐπηγγελμένην εἰσή γαγε γῆν περιτμηθῆναι προσέταξεν, ἵνα μὴ ἡ ἐπιμιξία τῇ εὐσεβείᾳ λυμή νηται. εἰ γὰρ καὶ συνέβαινε περιπεσεῖν ἀπάτῃ τινά, ῥᾴδιον ἦν τὸ σημεῖον ἰδεῖν καὶ τὴν ἀγέλην καταλαβεῖν· τὰ γὰρ ἐσφραγισμένα πρόβατα, κἂν ἀπόληται ῥᾳδίως εὑρίσκεται. IV ∆ιὰ τί μαχαίραις αὐτοὺς πετρίναις περιτμηθῆναι προσέταξεν; Πάμπολυ πλῆθος ἦν τὸ περιτεμνόμενον, καὶ συντόμως ἔδει περιτμηθῆναι, καὶ ἐπιτελέσαι τοῦ Πάσχα τὴν ἑορτήν. εἰκὸς οὖν ἦν, τοὺς ἐν ἐρήμῳ το σοῦτον διάγοντας χρόνον μὴ ἔχειν πολλὰς ἐκ σιδήρου κατασκευασμένας μαχαίρας. ἄλλως τε καὶ προτυποῦσιν αἱ πέτριναι μάχαιραι τὴν ἡμετέραν περιτομήν· πέτρα γὰρ ὁ δεσπότης Χριστός. " ἔπινον, γάρ φησιν, ἐκ πνευματικῆς ἀκολουθούσης πέτρας· ἡ δὲ πέτρα ἦν ὁ Χριστός ". ὁ δὲ αὐτὸς καὶ μάχαιρα κέκληται· " ζῶν, γάρ φησιν, ὁ λόγος τοῦ Θεοῦ καὶ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον ". ἡ δὲ σωτήριος αὐτοῦ διδασκαλία τὴν πνευματικὴν ἡμῖν προσφέρει περιτομήν. ἡ μέντοι ἱστορία ἐδίδαξεν, ὅτι πολλοὶ καὶ τῶν ἐν Αἰγύπτῳ τεχθέντων τὴν περιτομὴν οὐκ 276 ἐδέξαντο, δεισάντων, ὡς εἰκὸς τῶν ἐκείνους γεγεννηκότων διὰ τὴν τῶν βρεφῶν ἀναίρεσιν, προσενεγκεῖν αὐτοῖς τὴν περιτομήν. ἅπαντες δέ, ὡς ἔπος εἰπεῖν, πλὴν ὀλίγων, οἱ ἐν τῇ ἐρήμῳ φύντες ἀπερίτμητοι μεμενήκασι. Γάλγαλα δὲ ὁ τόπος ὠνομάσθη, τοὔνομα δὲ τὴν ἐλευθερίαν δηλοῖ. τότε ὁ τῶν ὅλων ἔφη Θεός· " ἐν τῇ σήμερον ἡμέρᾳ ἀφεῖλον τὸν ὀνειδισμὸν Αἰγύπτου ἀφ' ὑμῶν ". δηλοῖ δὲ ὁ λόγος τὴν τῆς αἰγυπτιακῆς δουλείας καὶ δυσσεβείας ἀπαλλαγήν, καὶ τῆς ἐπηγ γελμένης γῆς τὴν ἀπόληψιν. καὶ ἡμεῖς δὲ μανθάνομεν, ὡς ὁ τοῦ παναγίου βαπτίσματος ἀξιούμενος, καὶ τὴν πνευματικὴν περιτομὴν δεχόμενος, τὸ τῆς ἁμαρτίας ὄνειδος ἀποτίθεται. V Τίνα νοητέον τὸν ἀρχιστράτηγον τῆς δυνάμεως Κυρίου; Τινές φασι τὸν Θεὸν λόγον ὀφθῆναι· ἐγὼ δὲ οἶμαι Μιχαὴλ τὸν ἀρχάγγελον εἶναι. ἡνίκα γὰρ ἐπλημμέλησαν, ὁ τῶν ὅλων ἔφη Θεός· " οὐ μὴ συ ναναβῶ μετὰ σοῦ διὰ τὸ τὸν λαὸν σκληροτράχη λον εἶναι, ἀλλ' ἀποστελῶ τὸν ἄγγελόν μου πρὸ προσώπου σου πρότερόν σου ". τοῦτον οἶμαι νῦν ὀφθῆ ναι τῷ Ἰησοῦ παραθαρρύνοντα, καὶ τὴν θείαν βοήθειαν προσημαίνοντα. {VI Πῶς τοίνυν τοῖς θείοις ἐχρήσατο ῥήμασι; " λῦσον, γὰρ ἔφη, τὸ ὑπόδημα ἐκ τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' ᾧ ἕστηκας ἅγιός ἐστιν ". Ἐπειδὴ ἔφη πρὸς αὐτὸν ὁ τῶν ὅλων Θεός, " ὡς ἐγενόμην μετὰ 277 Μωϋσῇ, ἔσομαι καὶ μετὰ σοῦ ". τούτου χάριν ὧν ἤκουσεν ἐκεῖνος, ἀκούει καὶ οὗτος, ἵνα θαρσαλεώτερος γένηται, ὡς τῆς αὐτῆς ἀξίας τετυχηκώς. VII ∆ιὰ τί τὴν Ἰεριχὼ πόλιν ἀναθεματισθῆναι προσέταξεν; Πρώτην ταύτην εἷλον πόλιν μετὰ τὸ διαβῆναι τὸν ποταμόν, ὥσπερ τοί νυν προσέταξεν