1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

103

θείας τοίνυν ἐντολῆς καὶ τῶν ὅρκων μέσος ἀποληφ θείς, ὑπηρέτας αὐτοὺς τῆς ἱερᾶς λειτουργίας ἀπέφηνεν. οὐκ ἀτιμία δὲ τὸ διακονεῖν τῷ Θεῷ, ἀλλὰ καὶ μεγίστη τιμή. ἔδει δὲ καὶ τοῦ Νῶε τὴν πρόρ ρησιν πέρας λαβεῖν. ἔφη γάρ, " ἐπικατάρατος Χαναὰν παῖς, οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ ". ἐν δὲ τοῖς γα βαωνίταις ἡ πρόρρησις τὸ πέρας ἐδέξατο. XIV Τί ἐστι τό, " οὐχὶ αὐτὸ γέγραπται ἐπὶ βιβλίον τὸ εὑρεθέν "; ∆ιδάξας ἡμᾶς ὁ συγγραφεὺς τοῦ προφήτου τὴν δύναμιν, ὅτι λόγῳ μόνῳ χρησάμενος προβῆναι τοὺς μεγάλους φωστῆρας κεκώλυκεν, ἕως κατὰ κράτος ἐνίκησεν, ὑπειδόμενος μή τις ἀπιστήσῃ τῷ λόγῳ, ἔφη τοῦτο ἐν τῷ παλαιῷ εὑρηκέναι συγγράμματι. δῆλον τοίνυν κἀντεῦθεν, ὡς ἄλλος τις τῶν μεταγενεστέρων τὴν βίβλον ταύτην συνέγραψε, λαβὼν ἐξ ἑτέρας βίβλου τὰς ἀφορμάς. καὶ τοῦτο δὲ προτυποῖ τὴν τοῦ σωτῆρος θαυμα τουργίαν· ὥσπερ γὰρ τοῦ προφήτου πολεμοῦντος ὁ ἥλιος ἔστη, οὕτω τοῦ σωτῆρος ἡμῶν θανάτῳ τὸν θάνατον καταλύοντος, ἐπέσχε τὰς ἀκτῖ νας ὁ ἥλιος καὶ σκότους ἐν μεσημβρίᾳ τὴν οἰκουμένην ἐπλήρωσε. 281 XV Πῶς νοητέον τό, " παρὰ Κυρίου ἐγένετο κατισχύσαι τὴν καρδίαν αὐτῶν, ὥστε συναντᾶν αὐτοὺς εἰς πόλεμον ἐπὶ Ἰσραήλ, ἵνα ἐξολοθρευθῶσι καὶ ὅπως μὴ δοθῇ αὐτοῖς ἔλεος τοῦ ἀφανισθῆναι αὐ τούς, ὃν τρόπον εἶπε Κύριος πρὸς Μωϋσῆν "; Περὶ τῶν ἄλλων ἐθνῶν ἐνομοθέτησε τῷ Ἰσραὴλ ὁ Θεός· ὥστε εἰ πολιορκούντων αὐτῶν τὴν πόλιν πρεσβεύσαιντο ἐκεῖνοι, καὶ φιλίαν ἀσπάσαιντο δέξασθαι τὴν πρεσβείαν καὶ λῦσαι τὴν πολιορκίαν καὶ σπείσασθαι τὴν εἰρήνην. διδάσκει τοίνυν ἡμᾶς ὁ λόγος, ὡς σταθμῷ καὶ μέτρῳ πάντα πρυ τανεύων Θεὸς συνεχώρει τούτοις ἀντιπαρατάττεσθαι τῷ λαῷ, ἵνα μηδε μιᾶς ἀξιωθῶσι φειδοῦς, ἀλλὰ κατὰ τὸν θεῖον ὅρον ἀναιρεθῶσιν. XVI ∆ιὰ τί τοῖς μὲν Μωϋσῆς διανέμει τοὺς κλήρους τῆς γῆς, τοῖς δὲ Ἰησοῦς; Καὶ τοῦτο πάλιν προτυποῖ τὴν ἀλήθειαν. τοῖς μὲν γὰρ ἐπέκεινα τοῦ Ἰορδάνου Μωϋσῆς διεῖλε τὴν γῆν· τοῖς δὲ μετὰ τὸν Ἰορδάνην ὁ Ἰησοῦς. καὶ τῶν μὲν ἰουδαίων ἔχουσι τὸν τύπον οἱ διὰ Μωϋσέως εἰληφότες τοὺς κλή ρους· οἱ δέ γε διὰ Ἰησοῦ, τῶν πεπιστευκότων ἐθνῶν. καὶ ἐπειδὴ πρωτό τοκος ὁ Ἰσραὴλ, οἱ πρωτότοκοι διὰ Μωϋσέως τοὺς κλήρους ἐδέξαντο, Ῥουβὴν καὶ Γὰδ καὶ Μανασσῆς. διαβαίνουσι μέντοι καὶ οὗτοι εὔζωνοι πρὸ τῶν ἄλλων. οἱ γὰρ ἐξ ἰουδαίων πεπιστευκότες τοῖς ἔθνεσι τὴν σω τηρίαν προσήνεγκαν. ὑπελείφθησαν δὲ ὅμως καὶ ἰεβουσαῖοι καὶ χαναναῖοι καὶ ἕτερα ἔθνη τῶν ἀλλοφύλων καὶ συνῴκει τῷ Ἰσραήλ. καὶ τούτου δὲ τοῦ τύπου τὴν ἀλήθειαν ἔστιν εὑρεῖν. οὐδὲ γὰρ ἅπαντες τὸν σωτήριον ἐδέξαντο λόγον, ἀλλ' ἐπέμειναν ἀντιλέγοντες καὶ ἰουδαῖοι καὶ ἕλληνες, 282 τὰς αὐτὰς ἡμῖν καὶ πόλεις καὶ κώμας οἰκοῦντες· οὓς οὐκ ἄν τις ἁμάρτοι χαναναίους καὶ χετταίους καὶ ἰεβουσαίους ὀνομάζων. ταύτης δὲ ἄξιοι τῆς προσηγορίας καὶ οἱ τὰ μυσαρὰ τῶν αἱρέσεων θρησκεύοντες δόγματα. διά τοι τοῦτο καὶ ὁ θεῖος ἀπόστολος ἔφη· " νῦν δὲ οὔπω ὁρῶ μεν αὐτῷ τὰ πάντα ὑποτεταγμένα ". καὶ πάλιν· δεῖ γὰρ αὐτὸν βασιλεύειν " ἄχρις οὗ θῇ πάντας τοὺς ἐχθροὺς αὑτοῦ ὑπὸ τοὺς πόδας αὑτοῦ ". XVII Τί δήποτε τὴν Χεβρὼν ὁ Χαλὲβ ᾔτησεν; Εὐσεβείᾳ κοσμούμενος πάντων προτέταχε τὴν πόλιν, ἐν ᾗ παρῴκησαν οἱ παντάριστοι πατριάρχαι καὶ ταφῇ παρεδόθησαν. δηλοῖ δὲ ὁ τούτου λόγος, ὡς ἑπταετῆ πολεμήσαντες χρόνον τὴν γῆν διενείμαντο. ἔφη γὰρ οὕτως ὁ Χαλέβ· " τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέσ τειλέ με Μωϋσῆς ὁ παῖς Κυρίου ἐκ Κάδης Βαρνῆ κατασκοπεῦσαι τὴν γῆν, καὶ νῦν διέθρεψέ με Κύ ριος ὃν τρόπον εἶπε. τοῦτο τεσσαρακοστὸν καὶ πέμπτον ἔτος ἀφ' οὗ ἐλάλησε Κύριος πρὸς Μωϋ σῆν ". μετὰ δὲ τὴν κατὰ τῶν ἑξακοσίων χιλιάδων ἀπόφασιν τοῦ Θεοῦ, τριάκοντα καὶ ὀκτὼ διετέλεσαν ἔτη ἐν τῇ ἐρήμῳ διάγοντες· ἑπτὰ τοίνυν ἐστὶ τὰ λειπόμενα τοῖς πέντε καὶ ὀγδοήκοντα. τοῦτο δὲ καὶ ὁ τῶν ὅλων δεσπότης διὰ τοῦ θειοτάτου προείρηκε Μωυσέως· " ἐὰν εἰσαγάγῃ σε Κύριος ὁ Θεός σου εἰς τὴν γῆν ἣν ἐπηγγείλατο τοῖς πατράσι σου, μετὰ ἑπτὰ ἔτη ἀναγνώσῃ τὸν νόμον τοῦτον παντὶ τῷ λαῷ ". ἐπισημήνασθαι δὲ προσή κει, ὡς τὴν Ἰερουσαλὴμ Ἰεβοῦς ὀνομάζει· καὶ ταύτην λέγει