104
τῷ Βενιαμὶν κληρωθῆναι. ὁ δέ γε Συμεὼν κατὰ τὴν τοῦ πατρὸς πρόρρησιν διεσπαρ 283 μένον ἔσχε τὸν κλῆρον· " ἐγενήθη, γάρ φησιν, ἡ κληρονομία αὐτοῦ ἀνὰ μέσον κλήρου υἱῶν Ἰούδα ". εἶτα τὰς πό λεις εἰπών, ἐπήγαγεν· " αὕτη ἡ κληρονομία φυλῆς υἱῶν Συμεών, ὅτι ἐγενήθη ἡ μερὶς τῆς κληρονομίας υἱῶν Ἰούδα μείζων αὐτῶν· καὶ ἐκληρονόμησαν υἱοὶ Συμεὼν ἐν μέσῳ τοῦ κλήρου αὐτῶν ". XVIII Τίνος ἕνεκα τοῖς ἄλλοις διανείμας τὴν γῆν ὁ θειότατος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, ἀλλὰ παρὰ τοῦ λαοῦ τὴν Θαμνασαχὰρ ἐκομίσατο; Μιμεῖται κἀν τούτῳ τοῦ δεσπότου τὴν μετριότητα. " μάθετε, γάρ φησιν, ἀπ' ἐμοῦ, ὅτι πρᾶός εἰμι καὶ ταπεινὸς τῇ καρδίᾳ, καὶ εὑρήσετε ἀνάπαυσιν ταῖς ψυχαῖς ὑμῶν ". καὶ τὴν ἐσχάτην δὲ μετῆλθε πενίαν, ὡς μηδὲ οἰκίας εὐπορῆσαι. " ὁ γὰρ υἱός, φησί, τοῦ ἀνθρώπου οὐκ ἔχει ποῦ τὴν κεφαλὴν κλῖναι ". ἐπειδὴ τοίνυν τύπος ἦν αὐτοῦ ὁ ὁμώνυμος Ἰησοῦς, οὐκ ἀπένειμεν ἑαυτῷ κλῆρον, τὸν δὲ προσενεχθέντα ἐδέξατο· διδάσκων τοὺς ἀρχήν τινα πεπιστευμένους, μὴ τῆς οἰκείας θεραπείας, ἀλλὰ τῆς τῶν ὑπηκόων ὠφελείας φροντίζειν. XIX Τί δήποτε τοῖς ἱερεῦσιν ἐν τῇ Ἰούδα φυλῇ, καὶ τῇ Βενιαμὶν καὶ τῇ Συμεὼν τὰς πόλεις ἀπένειμεν; Κἀν τῇ ἐρήμῳ τὴν πορείαν ποιούμενοι τῇ Ἰούδα φυλῇ συνεζεύχθησαν. τὸ γὰρ ἑῷον ἔλαχον τμῆμα καὶ οἱ ἱερεῖς καὶ ἡ Ἰούδα φυλή· καὶ ἐνταῦθα πάλιν συνεκληρώθησαν τῇ Ἰούδα φυλῇ, ἐπειδὴ καὶ ἐπιμιξία τούτων ἐγέ 284 νετο τῶν φυλῶν. Ἀαρὼν γὰρ ὁ πρῶτος ἀρχιερεὺς τὴν τοῦ Ἀμιναδὰβ ἠγάγετο θυγατέρα· καὶ Ἰωδαὲ ὁ πανεύφημος ἀρχιερεὺς τοῦ Ὀχοζίου τὴν ἀδελφήν. συνεχώρησε δὲ τὰς φυλὰς ταύτας ὁ δεσπότης ἐπιμιγῆναι Θεὸς, ἐπειδὴ ὁ ἐκ τῆς Ἰούδα κατὰ σάρκα βλαστήσας, οὐ βασιλεὺς μόνος, ἀλλὰ καὶ ἀρχιερεὺς ἐχρημάτισεν. ἔδει δὲ αὐτοὺς καὶ ἐν τῇ Βενιαμίτιδι φυλῇ κατοικεῖν· ἐπειδὴ καὶ ὁ θεῖος νεὼς ἐν τῇ ἐκείνων ἔμελλεν οἰκοδομεῖσθαι φυλῇ. ἔλαβον δὲ καὶ ἐκ τῆς συμεωνίτιδος φυλῆς ἐνίας πόλεις· ἐπειδὴ καὶ ὁ τούτων κλῆρος ἐπέλαζε τῷ νεῴ. καθάπερ γὰρ τῶν ἀπὸ γῆς καρπῶν καὶ τῶν βοσκημάτων τὰς δεκάτας τοῖς ἱερεῦσι καὶ τοῖς λευΐταις ἀπένει μεν· οὕτω καὶ τῶν πόλεων οἱονεὶ δεκάτας αὐτοῖς δοθῆναι προσέταξε. ταύτας μέντοι δώσειν τῷ Θεῷ τὰς δεκάτας ὁ πατριάρχης Ἰακὼβ ἐπηγ γείλατο. " πάντων, γὰρ ἔφη, ὧν ἐάν μοι δῷς, δεκάτην ἀποδεκατώσω αὐτά σοι ". χρέος τοίνυν πατρῷον ἐξέτισεν ὁ λαός, οὐ δῶρον προσέφερε. πρὸς δὲ τούτῳ κατεῖχεν αὐτῶν καὶ τὸν κλῆ ρον τῆς γῆς. παυσαμένου μέντοι τοῦ πολέμου καὶ τῆς διαιρέσεως γενομέ νης, ἀπελύθησαν μὲν οἱ πέραν τοῦ ποταμοῦ τοὺς κλήρους εἰληφότες, πρὶν δέ γε διαβῆναι τὸν ποταμόν, βωμὸν ᾠκοδόμησαν μέγιστον. τὸν δὲ τῆς οἰκοδομίας ἠγνοηκότες σκοπὸν οἱ τῶν ἐννέα φυλῶν, ἀσεβείας δὲ ἀρχὴν τὴν οἰκοδομίαν τοπάσαντες, πανδημεὶ στρατεῦσαι κατ' αὐτῶν ἠβουλήθησαν, τῆς συγγενείας προτιμήσαντες τὴν εὐσέβειαν· ἀλλ' οἱ πάνσοφοι Ἰησοῦς καὶ Ἐλεάζαρ τὸν Φινεὲς ἀπέστειλαν, ὡς τῷ ζήλῳ κατὰ τῆς ἀσεβείας ἐν τῇ ἐρήμῳ χρησάμενον· ὥστε καὶ τῶν προγόνων, καὶ τῶν θεοσδότων ἀγαθῶν ἀναμνῆσαι καὶ τὴν τολμηθεῖσαν παῦσαι παρανο μίαν. ἐπειδὴ δὲ ἀπελθόντες ἔγνωσαν οὐ θρησκείας χάριν τολμηθεῖσαν τὴν καινοτομίαν, ἀλλὰ τῆς περὶ τὴν εὐσέβειαν κοινωνίας μνημεῖον κλη θῆναι τὸν γεγενημένον συνεῖδον βωμόν· ἵν' ἔχοιεν οἱ ἀπόγονοι δεικνύναι τοῦτον εἰς ἔλεγχον τῶν ἀπείργειν αὐτοὺς τῶν θείων πανηγύρεων πειρω 285 μένων, ἀνέστρεψαν γεγηθότες καὶ τὸν Θεὸν ἀνυμνοῦντες ἐπὶ τῇ τῶν ἀδελ φῶν εὐσεβείᾳ καὶ τῇ κοινῇ πάντων εἰρήνῃ. τοῦτο ἐχρῆν καὶ τοὺς νῦν ἰουδαίους εἰδέναι τε καὶ λέγειν, ὡς ὁ βωμὸς αὐτῶν οὐ τὸ ἀληθινὸν ἦν θυσιαστήριον, ἀλλὰ τὸ ἀληθινὸν προετύπου. μέλλων μέντοι τὸν βίον ὁ προφήτης ὑπεξιέναι, συνεκάλεσε ἅπαντας καὶ τὰ εἰκότα παρῄνεσεν αὐτοῖς, ὥστε μηδεμίαν πρὸς ἐγχωρίους ἐπιγαμίαν ποιήσασθαι, ὡς τῆς τοιαύτης ἐπιμιξίας τὰς τῆς ἀσεβείας παρεχούσης προφάσεις· προστέθεικε δὲ καὶ τῇ παραινέσει ἀπειλάς· " ἐάν, γάρ φησι, τοῦτο ποιήση τε, γινώσκετε ὅτι οὐ μὴ προσθῇ Κύριος ἐξολο θρεῦσαι τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν· καὶ ἔσται ὑμῖν εἰς παγίδας καὶ εἰς σκάνδαλα ἐν ταῖς πλευραῖς