105
ὑμῶν, καὶ σκῶλα ἐν τοῖς ὀφθαλμοῖς ὑμῶν, ἕως ἂν ἀπόλησθε ἐκ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἣν ἔδωκεν ὑμῖν Κύριος ὁ Θεὸς ὑμῶν ". ταῦτα δὲ σαφέστερον ἡμᾶς ἐδίδαξεν ἡ τῶν Κριτῶν ἱστορία. ἔγνωμεν δὲ καὶ τὴν αἰτίαν, δι' ἣν κατὰ τὴν θείαν ἐπαγγελίαν οὐχ ἁπάσης τῆς γῆς τὴν δεσποτείαν παρέλαβον. ἀσπασάμενοι γὰρ τῶν δυσσεβῶν ἐθνῶν τὴν συγγένειαν, καὶ μιμησάμενοι τὴν ἀσέβειαν, τῆς θείας ἐγυμνώθησαν προ μηθείας, καὶ δουλεύειν αὐτοῖς ἠναγκάζοντο. θαυμαστὸς δὲ αὐτοῦ καὶ φι λόσοφος καὶ ὁ περὶ τοῦ θανάτου λόγος· " ἐγώ, γὰρ ἔφη, ἀποτρέ χω τὴν ὁδὸν καθὰ καὶ πάντες οἱ ἐπὶ τῆς γῆς ". δείκνυσι δὲ αὐτοῖς καὶ τὸ τῆς θείας προρρήσεως ἀψευδές· " καὶ γνώ σεσθε ἐν τῇ καρδίᾳ ὑμῶν, καὶ ἐν τῇ ψυχῇ ὑμῶν, διότι οὐ διέπεσε λόγος εἷς ἀπὸ πάντων τῶν λό γων τῶν καλῶν, ὧν εἶπε Κύριος ὁ Θεὸς ἡμῶν πρὸς ἡμᾶς· πάντα ἃ εἴρηκεν ἡμῖν, δέδωκεν ἡμῖν· οὐ δὲν διαπεφώνηκεν ἐξ αὐτῶν ". τὸ ἀληθές, φησί, τῶν θείων 286 ἐπαγγελιῶν ἐκ τῶν εὐεργεσιῶν μεμαθήκατε. πεπλήρωκε ἅπερ ὑπέσχετο. τοιγαροῦν ἐντεῦθεν μάθετε καὶ τὸ τῶν ἀπειλῶν ἀψευδές. τοῦτο γὰρ ἐπή γαγεν· " καὶ ἔσται ὃν τρόπον ἦλθεν ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ καλὰ ὅσα ἐλάλησε πρὸς ὑμᾶς. οὕ τως ἐπάξει Κύριος ἐφ' ὑμᾶς πάντα τὰ ῥήματα τὰ πονηρά, ἕως ἂν ἐξολοθρεύσῃ ὑμᾶς ἀπὸ τῆς γῆς τῆς ἀγαθῆς ταύτης, ἧς ἔδωκεν ὑμῖν Κύριος, ἐν τῷ παραβῆναι ὑμᾶς τὴν διαθήκην Κυρίου τοῦ Θεοῦ ὑμῶν, ἣν ἐνετείλατο ἡμῖν ". διδάσκων δὲ ὡς οὐκ ἀνθρώπινα ταῦτα τὰ ῥήματα ἐπήγαγεν· " ὅτι τάδε λέγει Κύ ριος ὁ Θεὸς Ἰσραήλ ". καὶ ἀναμιμνῄσκει Θάρρα τοῦ πατρὸς Ἀβραὰμ καὶ Ναχώρ· τέθεικε δὲ τὸν Ναχὼρ διὰ τὸ μητρῷον γένος· ἐξ ἐκείνου γὰρ ἡ Ῥεβέκκα καὶ ἡ Λεία καὶ ἡ Ῥαχήλ. εἶτα διδάσκει, ὡς ὁ Θάρρα θεοῖς ἑτέροις ἐλάτρευσε, καὶ ὡς τούτου χάριν ὁ δεσπότης Θεὸς χωρίσας τὸν Ἀβραὰμ εἰς τὴν γῆν ἐκείνην μετέστησεν. προστέθεικε δὲ καὶ τὴν εἰς Αἴγυπτον τοῦ Ἰακὼβ εἴσοδον, καὶ τὴν διὰ Μωϋσέως γεγενημένην ἔξοδον· καὶ τῆς θαλάττης τὸ θαῦμα, καὶ τὴν ἐν τῇ ἐρήμῳ διαγωγὴν καὶ τὴν τῶν ἀμορραίων πανωλεθρίαν· καὶ τὰς τοῦ Βαλὰκ ἐπινοίας καὶ τὰς παρὰ γνώ μην τοῦ Βαλαὰμ εὐλογίας· καὶ τοῦ ποταμοῦ τὴν ξένην διάβασιν, καὶ τὴν τῶν ἐπαναστάντων πολεμίων ἀναίρεσιν καὶ τῶν παντοδαπῶν ἀγα θῶν ἀπόλαυσιν. καὶ παραινεῖ, τῆς μὲν τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι δουλείας, μόνῳ δὲ λατρεύειν τῷ πεποιηκότι καὶ σεσωκότι Θεῷ. προστέ θεικε δὲ αὐτοῖς καὶ αἵρεσιν· " ἐκλέξασθε, γάρ φησιν, ὑμῖν αὐ τοῖς σήμερον, τίνι λατρεύσητε, εἴτε τοῖς θεοῖς τῶν πατέρων ὑμῶν τοῖς ἐν τῷ πέραν τοῦ ποτα μοῦ, εἴτε τοῖς θεοῖς τῶν ἀμορραίων, ἐν οἷς ὑμεῖς κατοικεῖτε ἐν τῇ γῇ αὐτῶν ". οὕτω τοῖς ἄλλοις προστεθει 287 κὼς τὴν αἵρεσιν, αὐτὸς τὸ τῆς οἰκείας γνώμης ἐπέδειξεν εὐσεβές. ἔφη γάρ· " ἐγὼ δὲ καὶ ἡ οἰκία μου λατρεύσομεν Κυρίῳ, ὅτι ἅγιός ἐστιν ". εἶτα τοῦ λαοῦ τῶν μὲν ψευδωνύμων ἀπαγορεύσαν τος τὴν λατρείαν ὑποσχομένου δὲ μόνῳ δουλεύειν τῷ σεσωκότι Θεῷ, ὑπο λαβὼν ὁ θειότατος Ἰησοῦς ἔφη πρὸς αὐτούς· " οὐ μὴ δυνήσησθε λατρεύειν Κυρίῳ, ὅτι Θεὸς ἅγιός ἐστι· καὶ ζη λώσας ὑμᾶς οὐκ ἀνήσει ὑμῶν τὰ ἀνομήματα καὶ τὰ ἁμαρτήματα ὑμῶν, ἡνίκα ἂν ἐγκαταλίπητε Κύριον καὶ λατρεύσητε θεοῖς ἑτέροις· καὶ ἐπελ θὼν κακώσει ὑμᾶς καὶ ἐξαναλώσει ὑμᾶς, ἀνθ' ὧν εὖ ἐποίησεν ὑμῖν ". μὴ προσδοκήσητε, φησίν, καὶ παρανο μοῦντες τῶν αὐτῶν ἀγαθῶν ἀπολαύσεσθε. οἶδε γὰρ οὐ μόνον εὐεργετεῖν ἀλλὰ καὶ κολάζειν τοὺς παραβαίνοντας ὁ δεσπότης Θεός. ἐκείνων δὲ καὶ ταύτην δεξαμένων τὴν πρότασιν, καὶ ὑποσχομένων τῷ Κυρίῳ δουλεύειν, ἀναγκαίως ἐπήγαγε· " μάρτυρες ὑμεῖς καθ' ὑμῶν, ὅτι ὑμεῖς ἐξελέξασθε Κύριον λατρεύειν αὐτῷ ". ἐδίδαξε δὲ καὶ ταῦτα ἡ ἱστορία, ὡς παραινέσας αὐτοῖς τῆς τῶν ἀλλοτρίων θεῶν ἀπαλλαγῆναι λατρείας καὶ τὰ περὶ τῆς εὐσεβείας νομοθετήσας, οὐκ ἄγρα φα ταῦτα κατέλιπεν, ἀλλ' ἀνάγραπτον αὐτῶν τὴν μνήμην ἐφύλαξεν. XX Τί δήποτε τὸν λίθον στήσας εἴρηκεν· " ὁ λίθος οὗτος ἔσται ὑμῖν εἰς μαρτύριον, ὅτι οὗτος ἀκήκοε πάντα τὰ λεχθέντα παρὰ Κυρίου ἃ ἐλάλησε πρὸς ὑμᾶς σή μερον "; Ἄψυχος μὲν ὁ λίθος· εἰς ἔλεγχον δὲ τῶν ἐμψύχων καὶ λογικῶν, διὰ τῶν ἀψύχων μαρτύρεται· ἐχρήσατο δὲ καὶ τῷ ἔθει τῷ παλαιῷ. καὶ γὰρ