1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

107

Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος, ὅτι οὐκ ἐδύνατο κληρονομῆ σαι τοὺς κατοικοῦντας τὴν κοιλάδα, ὅτι Ῥηχὰβ διεστείλατο αὐτοῖς "; Τοῦ Ῥηχάβ, ὡς εὐσεβοῦς ἄγαν πολλαχοῦ ἡ θεία μνημονεύει γραφή· καὶ ὅτι μέχρι τῶν ἀπογόνων αὐτοῦ διέδραμεν ἡ εὐσέβεια· τοῦτο εἰσηγήσασ θαι λέγει τῇ Ἰούδα φυλῇ, τὴν κοιλάδα καταλιπεῖν καὶ τὸ ὄρος οἰκῆσαι. ἦν δὲ καὶ αὐτὸς τῆς Ἰούδα φυλῆς, ὡς ἡ τῶν Παραλιπομένων διδάσκει βίβλος. οἶμαι δὲ αὐτὸν συμβεβουλευκέναι τὴν κοιλάδα φυγεῖν διὰ τὴν τῶν περιοίκων ἀσέβειαν· καὶ μέντοι καὶ διὰ τὸ τῆς θαλάττης γειτόνημα. οἱ γὰρ θαλάττῃ πελάζοντες, καὶ τοὺς πόρρωθεν καταπλέοντας δέχονται, καὶ αὐτοὶ ναυτιλίας ὀρέγονται. ἡ δὲ τῶν ἀλλογενῶν ἐπιμιξία, τὴν νομι κὴν ἐλυμαίνετο πολιτείαν. VII Τί δήποτε μὴ πάσας εἷλον τὰς πόλεις, ἀλλὰ πλῆθος αὐτοῖς συνῴκει τῶν ἀλλοφύλων ἐθνῶν; Πρῶτον διὰ νωθείαν πάσης τῆς γῆς οὐκ ἐκράτησαν· ἔπειτα καὶ διὰ πλεο 292 νεξίαν· " ἔθεντο, γάρ φησι, τὸν χαναναῖον εἰς φόρον καὶ ἐξαίρων οὐκ ἐξῆρεν αὐτόν ". καὶ τοῦτο περὶ ἑκάστης ὁ συγγραφεὺς εἶπε φυλῆς. πρὸς δὲ τούτοις τὸν θεῖον παραβάντες νόμον, καὶ τοῖς τῶν ἀλλοφύλων δεδουλευκότες θεοῖς, τῆς θείας ἐγυμνώθησαν προμηθείας. οὗ δὴ χάριν ὁ πάνσοφος Κύριος οὐκ ἄρδην τὸ τῶν χαναναίων ἐθνῶν διέφθειρε γένος, ἀλλ' εἴασε πολλοὺς γειτονεύειν αὐτοῖς· ἵνα πολε μούμενοι καὶ δουλεύειν ἀναγκαζόμενοι, αἰσθάνωνται μὲν τῆς ἀπὸ τῆς πλάνης γεγενημένης βλάβης, προστεθῶσι δὲ τῷ σεσωκότι Θεῷ καὶ τῆς παρ' αὐτοῦ ῥοπῆς ἀπολαύωσι. καὶ ὅτι ταῦτα οὐ λογισμοῖς ἀνθρωπίνοις κεχρημένος λέγω, ἀλλὰ παρ' αὐτῆς διδαχθεὶς τῆς ἱστορίας, αὐτίκα δη λώσω. " ἀνέβη, γάρ φησιν, ἄγγελος Κυρίου ἀπὸ Γαλ γὰλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ Βαιθὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰσραὴλ ἀπὸ Γαλγάλων ". Γάλγαλα δὲ ὁ τῶν ἀκροβυστιῶν ὠνομάσθη τόπος. δηλοῖ δὲ τοὔνομα κατὰ τὴν ἑβραίων φωνήν, τὴν ἐλευθερίαν. ἐκεῖθεν πέμπει τὸν ἄγγελον, ἀναμιμνῄσκων αὐτοὺς τῆς τε τοῦ ποταμοῦ διαβάσεως, καὶ τῆς γεγενημένης περιτομῆς. εἶτα λέγει καὶ τίνα τὰ ῥηθέντα ὑπὸ τοῦ ἀγγέλου· " Κύριος ἀνήγα γεν ὑμᾶς ἐξ Αἰγύπτου καὶ εἰσήγαγεν ὑμᾶς εἰς τὴν γῆν, ἣν ὤμοσε τοῖς πατράσιν ὑμῶν δοῦναι ὑμῖν καὶ εἶπεν ὑμῖν, οὐ μὴ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμῶν εἰς τὸν αἰῶνα. καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις ἐν τῇ γῇ ταύτῃ, οὐδὲ τοῖς θεοῖς αὐ τῶν οὐ μὴ προσκυνήσετε, ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε, καὶ τὰ θυσιαστήρια αὐτῶν κατασκάψετε· καὶ οὐκ εἰσακούσατε τῆς φωνῆς αὐτοῦ, ὅτε ταῦτα ἐποιήσατε ". καὶ " ἐγώ, φησίν, οὐ προσθήσω τοῦ μετοι κίσαι τὸν λαὸν, ὃν εἶπον τοῦ ἐξῶσαι αὐτὸν ἀπὸ προ σώπου ὑμῶν· καὶ ἔσονται ὑμῖν εἰς συνοχὰς καὶ οἱ θεοὶ 293 αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον ". παρέβητέ μου φησί, τὸν νόμον, οὐκ ἐφυλάξατε τὰς ἐντολάς μου· εἰρήνην ἐσπείσασθε πρὸς τοὺς τῆς ἀσεβείας διδασκάλους, καὶ τοῖς τούτων θεοῖς ἐδουλεύσατε. ἀπολαύετε τοι γαροῦν ὧν ἐποθήσατε καὶ ἀμήσατε τῶν σπερμάτων ὑμῶν τὰ δράγματα. οἵ τε γὰρ διαφυγόντες τὸν ἐκ πολέμου θάνατον, πολεμοῦντες ὑμῖν διατε λέσουσι· καὶ οἱ τούτων θεοὶ τὰς ὑμετέρας ἐξανδραποδιοῦσι ψυχάς. τούτων ὑπὸ τοῦ ἀγγέλου ῥηθέντων, ἐθρήνησεν ὁ λαός· ὅθεν καὶ ὁ τόπος ὠνομάσθη " Κλαυθμών ". ἐντεῦθεν ὑπέλαβον τὰ πλείονα τῶν εἰρημένων ἀνακεφαλαίωσιν εἶναι τῶν ἐπὶ τοῦ Ἰησοῦ πεπραγμένων. ἔφη γὰρ ὁ συγ γραφεύς· " καὶ ἐξαπέστειλεν Ἰησοῦς τὸν λαὸν καὶ ἀπῆλθον οἱ υἱοὶ Ἰσραὴλ ἕκαστος εἰς τὸν τόπον αὐτοῦ, καὶ ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν· καὶ ἐδούλευσεν ὁ λαὸς τῷ Κυρίῳ πάσας τὰς ἡμέρας Ἰησοῦ καὶ πά σας τὰς ἡμέρας τῶν πρεσβυτέρων, ὅσοι ἐμακρο ημέρευσαν μετὰ Ἰησοῦν, ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον Κυρίου τὸ μέγα, ὃ ἐποίησε τῷ Ἰσραήλ ". λέγει δὲ καὶ ὅσων ἐτῶν ἐτελεύτησε, καὶ ἔνθα ἐτάφη· καὶ προστέθεικεν, ὅτι ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτοὺς καὶ οὐκ ἔγνωσαν Κύριον καὶ τὸ ἔργον ὃ ἐποίησε τῷ Ἰσραήλ. καὶ ὅτι τοῖς χαναναίοις καὶ τοῖς φερεζαίοις καὶ τοῖς ἄλλοις συνοικοῦντες ἀλλοφύλοις, τάς τε πρὸς αὐτοὺς ἐπιγαμίας ἐποιή σαντο καὶ διὰ τῆς ἐπιγαμίας τῆς