114
χρησάμενοι κατὰ τῶν ἐν τῇ Γαβαὼν παρανενο μηκότων θυμῷ, τὰς τετρακοσίας ἐξώπλισαν χιλιάδας· παιδεῦσαι δὲ αὐ τοὺς βουληθεὶς ὁ Θεός, ὡς τὰ ὅμοια δρῶντας, καὶ ἐν ἄλλοις μὲν τὸ κακὸν θεωροῦντας, ἐν ἑαυτοῖς δὲ τοῦτο ποιεῖν οὐκ ἐθέλοντας, καὶ ἅπαξ καὶ δὶς συνεχώρησεν ἡττηθῆναι, καὶ πολλὰς αὐτῶν χιλιάδας ἀναιρεθῆναι. ἐπειδὴ δὲ εἶδε καὶ τὴν παιδείαν δεξαμένους καὶ τῷ δικαίῳ θυμῷ κεχρημένους καὶ ὀλοφυρομένους καὶ ποτνιωμένους, καὶ πολλὰ προχέοντας δάκρυα, συνήρ γησε τῇ προθυμίᾳ καὶ τὴν παράνομον φυλὴν ἄρδην ἀπώλεσε, πλὴν ὀλί γων ἄγαν εὐαριθμήτων. καὶ γὰρ τῶν ἀκολάστων χείρους οἱ ἐκείνων προ κινδυνεύσαντες. ἐξαιτούντων γὰρ τῶν ὁμοφύλων τοὺς τὴν παρανομίαν τετολμηκότας, οὐ μόνον οὐκ ἐξέδοσαν, ἀλλὰ καὶ προθύμως αὐτῶν ὑπε ρήσπισαν. οὗ δὲ χάριν κοινὸν ὑπέμειναν ὄλεθρον. οἶμαι δὲ τοῦτον τὸν πόλεμον πρὸ τῶν ἄλλων γεγενῆσθαι πολέμων, οὐ μετὰ πολὺν χρόνον τῆς Ἰησοῦ τελευτῆς. " Φινεές, γάρ φησιν, υἱὸς Ἐλεαζὰρ υἱοῦ Ἀαρὼν τοῦ ἱερέως, παρειστήκει ἐνώπιον τῆς κιβωτοῦ ἐν ταῖς ἡμέραις ἐκείναις ". ὁ δὲ Ἐλεαζὰρ εὐθὺς μετὰ τὸν Ἰησοῦν τοῦ βίου τὸ τέλος ἐδέξατο. διεδέξατο δὲ τὴν ἱερω σύνην ὁ Φινεές. καὶ τοῦτο ἡμᾶς ἐδίδαξε τὸ τέλος τῆς Ἰησοῦ τοῦ Ναυῆ συγγραφῆς. οἶμαι τοίνυν τὸν τήνδε τὴν ἱστορίαν συγγεγραφηκότα οὐχ ὡς ἔτυχε τάξαι τελευταῖα τὰ πρῶτα γεγενημένα. ἠβουλήθη γὰρ τὰς τῶν κριτῶν ἡμῖν πρότερον ἐπιδεῖξαι διαδοχάς, καὶ τίς πρῶτος, τίς δεύ τερος, τίς τρίτος ἡγήσατο· εἶθ' οὕτω τὰ δύο ταῦτα διηγήματα θεῖναι· τό τε κατὰ τὸν Μιχὰν καὶ τὴν Λαϊσὰν καὶ τὸ κατὰ τὸ γύναιον ὅπερ ἡ μανικὴ τῶν ἀκολάστων ἀνεῖλε λαγνεία. 311 XXVIII Τί δήποτε προσέταξαν οἱ υἱοὶ Ἰσραὴλ τοῖς διακοσίοις τοῖς ἐκ τοῦ Βενιαμὶν ἐκ τῶν ἐν Σιλὼμ χορευουσῶν παρθένων ἁρπάσαι τε καὶ γῆμαι; Αἱ τῆς φυλῆς αὐτῶν γυναῖκες ἅπασαι κατεσφάγησαν. αὐτοὶ δὲ ὀμωμό κεισαν μὴ κατεγγυῆσαι αὐτοῖς τὰς ἑαυτῶν θυγατέρας. ἵνα τοίνυν μὴ βιασθέντες ὑπὸ τῆς ἀνάγκης ἀλλοφύλους γυναῖκας ἀγάγωνται, πόρον εὗρον ἐν ἀπόροις καὶ τὴν ἁρπαγὴν ἐπενόησαν.
312 QUAESTIONES IN RUTH I Τί δήποτε τὸ κατὰ τὴν Ῥοὺθ συνεγράφη διήγημα; Πρῶτον διὰ τὸν δεσπότην Χριστόν· ἐξ αὐτῆς γὰρ κατὰ σάρκα βεβλάστη κε. διὸ δὴ καὶ ὁ θειότατος Ματθαῖος τὴν γενεαλογίαν συγγράψων, τὰς μὲν ἐπ' ἀρετῇ πολυθρυλλήτους γυναῖκας κατέλιπε, τὴν Σάρραν καὶ τὴν Ῥεβέκκαν καὶ τὰς ἄλλας· τῆς δέ γε Θάμαρ ἐμνημόνευσε καὶ τῆς Ῥαὰβ καὶ τῆς Ῥούθ· καὶ μέντοι καὶ τῆς τοῦ Οὐρίου, διδάσκων ὡς πάντων ἀν θρώπων χάριν ὁ τοῦ Θεοῦ μονογενὴς ἐνηνθρώπησε καὶ ἰουδαίων καὶ τῶν ἄλλων ἐθνῶν καὶ ἁμαρτωλῶν καὶ δικαίων. ἡ μὲν γὰρ Ῥοὺθ μωαβῖτις, ἡ δέ γε Βερσαβεὲ παρανόμως συνήφθη τῷ βασιλεῖ. πόρνη δὲ καὶ ἡ Ῥαάβ, ἀλλὰ διὰ πίστεως τῆς σωτηρίας τετύχηκε· καὶ ἡ Θάμαρ δὲ ταύτῃ λαμ πρύνεται. οὐ γὰρ ἀκολασίας ἕνεκα τῷ κηδεστῇ κεκοινώνηκεν· ἀλλ' ὁρῶσα μὴ βουλόμενον αὐτῇ συνάψαι τὸν παῖδα, ἔκλεψε τὴν γεωργίαν, ἵνα βλασ τήσῃ τὴν εὐλογίαν. αὐτίκα γοῦν μετὰ τοῦτον τὸν σπόρον ἄλλον οὐκ ἐδέξατο σπόρον, ἀλλὰ τὴν ἀγαμίαν ἠγάπησεν. ἴδοι δ' ἄν τις καὶ τὴν Ῥοὺθ διὰ τὴν εὐσέβειαν, τοὺς μὲν γεγεννηκότας καταλιποῦσαν, ἀκολου θήσασαν δὲ τῇ πενθερᾷ. " εἶπε, γάρ φησιν, ἡ Ῥούθ· μή μοι 313 γένοιτο τοῦ καταλιπεῖν σε, ἢ τοῦ ἀποστρέψαι ὄπισθέν σου, ὅτι οὗ ἐὰν πορευθῇς σὺ πορεύσομαι· καὶ οὗ ἐὰν αὐλισθῇς αὐλισθήσομαι ἐκεῖ ὅτι ὁ λαός σου λαός μου· καὶ ὁ Θεός σου Θεός μου· καὶ οὗ ἂν ἀποθάνῃς, ἀποθανοῦμαι καὶ ἐκεῖ ταφήσομαι. τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ ". καὶ ταῦτα εἴρηκε πολλάκις ὑπὸ τῆς κηδεστρίας παρακληθεῖσα πρὸς τοὺς γεγεννηκότας ἐπανελθεῖν· " ἀποστράφητε, γὰρ ἔφη, θυγατέ ρες μου· καὶ ἵνα τί πορεύεσθε μετ' ἐμοῦ; μὴ ἔτι μοι