1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

115

υἱοὶ ἐν τῇ κοιλίᾳ μου καὶ ἔσονται ὑμῖν εἰς ἄνδρας; ἀποστράφητε δὴ θυγατέρες μου, ὅτι γεγήρακα, τοῦ μὴ εἶναι ἀνδρὶ καὶ εἶπον· οὐκ ἔστι μοι ὑπόστασις τοῦ γενέσθαι με ἀνδρί. καὶ τέξο μαι υἱούς, μὴ αὐτοὺς προσδέξεσθε ἕως οὗ ἀνδρυν θῶσιν; ἢ αὐτοῖς κατασχεθήσεσθε τοῦ μὴ γενέσ θαι ἀνδρί; μὴ δὴ θυγατέρες μου, ὅτι ἐπικράνθη μοι ὑπὲρ ὑμᾶς, ὅτι ἐξῆλθεν ἐν ἐμοὶ χεὶρ Κυρίου ". οὔτε, φησίν, ἐγκύμων εἰμὶ ἵνα τοῖς ὑπ' ἐμοῦ τεχθησομένοις ἀναμείνητε συναφθῆναι, οὔτε ἀνδρί με γήμασθαι δυνατὸν διὰ τὸ γῆρας· ἵνα προσ μένητέ μου τὸν γάμον, καὶ τὴν παιδοποιΐαν καὶ τὴν ἐκείνων ἀναστροφήν. ἐγὼ γὰρ θεήλατον ἐδεξάμην πληγήν. ἔδει μὲν οὖν καὶ διὰ τὸν δεσπότην ἀνάγραπτον γενέσθαι τῆς Ῥοὺθ τὸ διήγημα· ἱκανὴ δὲ ὅμως καὶ αὐτὴ καθ' αὑτὴν ἡ ἱστορία πᾶσαν προσενεγκεῖν ὠφέλειαν τοῖς τὰ τοιαῦτα κερδαίνειν ἐπισταμένοις. διδάσκει γὰρ ἡμᾶς καὶ τῆς Νοεμὶν τὰς χαλεπὰς 314 συμφορὰς καὶ τὴν ἐπαινετὴν καρτερίαν καὶ τῶν νυμφῶν τὴν σωφροσύνην καὶ τὴν περὶ τὴν πενθερὰν φιλοστοργίαν· καὶ διαφερόντως τῆς Ῥοὺθ ἣ γεγηρακυῖαν γυναῖκα καὶ πενομένην τῶν γεγεννηκότων προὐτίμησε διὰ τὴν τῆς γνώμης εὐσέβειαν καὶ τὴν τοῦ ὁμοζύγου μνήμην. ἐδίδαξε δὲ ἡμᾶς καὶ τοῦ Βοὸζ τὴν ἀρετήν. οὐ γὰρ μόνον φιλοτίμως τῇ Ῥοὺθ τοῦ καρποῦ μεταδέδωκεν, ἀλλὰ καὶ λόγοις ἐψυχαγώγησε. " μὴ πορευ θῇς, γὰρ ἔφη, θύγατερ, ἐν ἀγρῷ ἑτέρῳ συλλέξαι· ἀλλ' ὧδε κολλήθητι μετὰ τῶν κορασίων μου ". κελεύσας δὲ αὐτῇ καὶ συνεσθίειν καὶ συμπίνειν τοῖς θερίζουσιν, ἐπήγαγεν· " ἀπαγγελίᾳ ἀπηγγέλη μοι, ὅσα πεποίηκας μετὰ τῆς πενθερᾶς σου, μετὰ τὸ ἀποθανεῖν τὸν ἄνδρα σου καὶ πῶς κατέλιπες τὸν πατέρα σου καὶ τὴν μητέρα σου καὶ τὴν γῆν τῆς γενέσεώς σου, καὶ ἐπορεύθης πρὸς λαόν, ὃν οὐκ ᾔδεις ἐχθὲς καὶ τρί της. ἀποτίσαι σοι Κύριος τὴν ἐργασίαν σου, καὶ γένοιτο ὁ μισθός σου πλήρης παρὰ Κυρίου Θεοῦ Ἰσραήλ, πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ ". καὶ τετύχηκεν ἡ εὐλογία τέλους. ἔλαβε γὰρ τὸν μισθὸν πλήρη παρὰ Κυρίου, πρόγονος γενομένη τῆς τῶν ἐθνῶν εὐλο γίας. οὐ μόνον δὲ αὐτῇ τροφῆς μεταδέδωκεν, ἀλλὰ καὶ αὐτουργὸς τῆς θεραπείας ἐγένετο· οὐκ ἄλλῳ διακονῆσαι προστάξας, ἀλλ' αὐτὸς κατασκευάσας τὰ ἄλφιτα καὶ τοὺς ἄρτους μάλα φιλοτίμως προσενεγκών, κορεσθεῖσα γὰρ ἀπήνεγκε τὸ περιττεῦσαν τῇ πενθερᾷ. εὐγνωμόνως δὲ καὶ ἡ κηδέστρια τὸν ἀπόντα εὐεργέτην ταῖς εὐλογίαις ἠμείψατο. ἔφη γάρ, " εἴη ὁ ἐπιγνούς σε εὐλογημένος ", ὅτι ἐχόρτασε ψυχὴν κενήν, καθὼς ἐποίησε μεθ' οὗ ἐποίησεν. οὐ γὰρ εἰς τὴν σήν, φησί, πενίαν ἀπέβλεψεν, ἀλλ' εἰς τὸν νομοθέτην ὃς διηγόρευσε πᾶσαν ποιεῖσθαι τῶν χηρῶν ἐπιμέλειαν. 315 II Ἐπιμέμφονταί τινες καὶ τῇ Νοεμὶν καὶ τῇ Ῥοὺθ τῇ μὲν ὡς ὑποθεμένῃ, τῇ δὲ ὡς ὑπακουσάσῃ τε καὶ πραξάσῃ, καὶ παρὰ τοὺς πόδας καθευδησάσῃ τοῦ Βοόζ. Ἀκούσασα ἡ Ῥοὺθ εἰρηκυίας τῆς πενθερᾶς, ὅτι " ἐγγίζει ἡμῖν ὁ ἀνήρ, ἐκ τῶν ἀγχιστευόντων ἡμῖν ἐστι ", τῆς πολλῆς ἀνεμνήσθη θεραπείας, καὶ ᾠήθη τὸν Βοὸζ ὡς τοῦ ἀνδρὸς συγγενῆ συναφθῆναι αὐτῇ κατὰ τὸν νόμον ἐθέλειν, ὥστε τοῦ τετελευτηκότος φυλάξαι τὴν μνήμην. τοῦτο γὰρ δηλοῖ τὰ ἑξῆς. " εἶπε, γάρ φησι, Ῥοὺθ πρὸς τὴν πενθερὰν αὐτῆς· καὶ ὅτι εἶπε, μετὰ τῶν κορασίων μου κολλήθητι, ἕως ἂν τελέσωσιν ὅλον τὸν ὑπάρχοντά μοι ". τούτων ἀκούσασα τῶν λόγων ἡ Νοεμίν, ὑποτίθεται αὐτῇ παρὰ τοὺς πόδας καθευδῆσαι τοῦ Βοόζ, οὐχ ἵνα τὴν ὥραν ἀποδῶται· τοὐναντίον γὰρ δηλοῖ τὰ τῆς εἰσηγήσεως ῥήματα. " ἐλεύσῃ, γάρ φησι, καὶ ἀποκαλύψεις τὰ πρὸς ποδῶν αὐτοῦ, καὶ κοιμηθήσῃ καὶ αὐτὸς ἀπαγγελεῖ σοι ἃ ποιήσεις ". οὕτως ἐθάρρει τῇ τοῦ ἀνδρὸς καὶ σωφροσύνῃ καὶ δικαιοσύνῃ. ἐβεβαίωσαν δὲ τοὺς λόγους αἱ πράξεις. κατὰ γὰρ τὰς ὑποθημοσύνας τῆς πενθερᾶς, πάντων ὕπνῳ κατεχομένων, προσεκλίθη παρὰ τοὺς πόδας τοῦ Βοὸζ ἡ Ῥούθ· ὁ δὲ ἤρετο τίς εἴη· ἡ δὲ τῆς τοῦ τετελευτηκότος συγγενείας ἀνέμνησεν. ὁ δὲ τὸ μὲν πραχθὲν ἐπῄνεσε, τὴν δὲ σωφροσύνην οὐ προὔδωκεν, 316 ἀλλὰ τῷ νόμῳ τὴν γαμικὴν διετήρησεν ὁμιλίαν. " εὐλογημένη, γὰρ ἔφη, σὺ τῷ Κυρίῳ, θύγατερ, ὅτι ἠγάθυνας τὸν ἔλεόν σου τὸν ἔσχατον ὑπὲρ τὸν πρῶτον, τοῦ μὴ πορευθῆναί σε ὀπίσω