1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

116

νεανιῶν, ἤτοι πτωχὸς ἤτοι πλούσιος ". δεδήλωκας, φησί, δι' ὧν ἔπραξας, ὡς οὐκ ἐπιθυμίᾳ δουλεύσασα τοῦτο δέδρακας. ἢ γὰρ ἂν πρὸς τοὺς νέαν ἄγοντας ἡλικίαν ἐφοίτησας, οὐ πλοῦτον, οὐ πενίαν, ἀλλὰ μόνην λογιζομένη τῆς ἡδονῆς τὴν ἀπόλαυσιν. ἀλλ' ἐλήλυθας πρὸς ἄνδρα πατρός σου τάξιν πληροῦντα. τοῦτο γὰρ σημαίνει τὸ " θύγατερ ". καὶ δὶς δὲ αὐτὴν οὕτω κέκληκε. " καὶ νῦν, θύγατερ, μὴ φοβοῦ· πάντα ὅσα ἂν εἴπῃς ποιήσω σοι. οἶδε γὰρ πᾶσα φυλὴ λαοῦ μου, ὅτι γυνὴ δυνάμεως εἶ σύ, καὶ ὅτι ἀληθῶς ἀγχιστεὺς ἐγώ εἰμι ". οὐδείς μοι, φησίν, ἐπιμέμψεται· σύ τε γὰρ ἐπαινῇ παρὰ πάντων· κἀγὼ διὰ τὴν συγγένειαν, οὐ δι' ἀκολασίαν, τὸν γάμον ποιήσομαι. ἐπειδὴ δέ ἐστιν ἕτερος πλησιαίτερος συγγενής, ἐκείνῳ με δεῖ πρότερον διαλεχθῆναι, ἵνα εἰ μὲν ἕλοιτο, γήμῃ κατὰ τὸν νόμον· εἰ δὲ μὴ πείθοιτο κατὰ τὸν νόμον, ἐγὼ δή σοι τότε τὸν γαμικὸν ἐπιθήσω ζυγόν. τοσαύτη ἡ τοῦ ἀνδρὸς ἀρετή, ὅτι κόρης νέας εὐπρεποῦς νύκτωρ πρὸς αὐτὸν φοιτησάσης, τὴν σωφροσύνην ἐφύλαξε, καὶ τῷ νόμῳ τὸ πρᾶγμα τετήρηκε, καὶ οὐδὲ τῷ γάμῳ παρὰ τὸν νόμον προσέδραμεν, ἀλλὰ τῷ πλησιαιτέρῳ τοὺς περὶ τοῦ γάμου προσενήνοχε λόγους· εἶτα ἐκείνου παραιτησαμένου τὸν γάμον, τότε λοιπὸν τῇ ἀξιεπαίνῳ γυναικὶ συνηρμόσθη. ἀξιάγαστα δὲ αὐτοῦ καὶ τὰ πρὸς ἐκεῖνον ῥήματα. οὐ γὰρ πρώτους αὐτῷ τοὺς περὶ τοῦ γάμου προσενήνοχε λόγους, ἀλλὰ περὶ τῆς τῶν ἀγρῶν κτήσεως διελέχθη. ἔπειτα ἐκείνου τὸ συμβόλαιον ἀσπαστῶς 317 δεξαμένου, τὸν περὶ τοῦ γάμου προστέθεικεν λόγον, εἰρηκὼς δίκαιον εἶναι τὸν τοῦ τετελευτηκότος κτώμενον τοὺς ἀγρούς, γῆμαι καὶ τὴν γυναῖκα καὶ φυλάξαι τῇ παιδοποιΐᾳ τοῦ κατοιχομένου τὴν μνήμην. ἐπειδὴ δὲ διὰ τὸν γάμον καὶ τὸ τῶν ἀγρῶν ἐκεῖνος ἠρνήθη συμβόλαιον, ὑπελύσατο μὲν κατὰ τὸν νόμον καὶ τὸ ὑπόδημα δέδωκεν· ἠγάγετο δὲ ὁ Βοὸζ τὴν Ῥούθ. ὅτι δὲ οὐχ ἡδονῇ δουλεύων ἠνέσχετο γῆμαι, δηλοῖ αὐτοῦ καὶ τὰ ἀξιέπαινα ῥήματα. " εἶπε, γάρ φησι, Βοὸζ τοῖς πρεσβυτέροις καὶ παντὶ τῷ λαῷ· μάρτυρες ὑμεῖς σήμερον, ὅτι κέκτημαι πάντα τὰ τοῦ Ἀβιμέλεχ καὶ πάντα ὅσα ὑπάρχει τῷ Μααλὼν καὶ τῷ Χελεὼν ἐκ χειρὸς Νοεμίν· καίγε Ῥοὺθ τὴν μωαβῖτιν τὴν γυναῖκα Μααλὼν κέκτημαι ἐμαυτῷ εἰς γυναῖκα, τοῦ ἀναστῆσαι τὸ ὄνομα τοῦ τεθνηκότος ἐπὶ τῆς κληρονομίας αὐτοῦ καὶ οὐκ ἐξολοθρευθήσεται τὸ ὄνομα τοῦ τεθνηκότος ἐκ τῶν ἀδελφῶν αὐτοῦ καὶ ἐκ τῆς φυλῆς αὐτοῦ ". ἄξιον θαυμάσαι τῶν εἰρημένων καὶ τὸ εὐσεβὲς καὶ τὸ ἀκριβές. οὐ παραβαίνω γάρ, φησί, τὸν νόμον, μωαβῖτιν γυναῖκα λαμβάνων, ἀλλὰ τὸν θεῖον νόμον πληρῶ, τοῦ τετελευτηκότος ἄσβεστον φυλαχθῆναι τὴν μνήμην σπουδάζων. ἐκράτυναν δὲ καὶ οἱ πρεσβύτεροι τῇ εὐλογίᾳ τὸν γάμον. εἶπον δὲ οὕτως· " δῴη Κύριος τὴν γυναῖκα σου τὴν εἰσπορευομένην εἰς τὸν οἶκόν σου, ὡς Ῥαχὴλ καὶ Λείαν, αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραὴλ, καὶ ποιήσαι δύναμιν ἐν Ἐφράθα· καὶ ἔσται ὄνομα ἐν Βηθλεέμ. καὶ γένοιτο ὁ οἶκός σου ὡς οἶκος Φάρες, ὃν ἔτεκε Θαμὰρ τῷ Ἰούδᾳ, καὶ ἐκ τοῦ σπέρματός σου δῴη σοι Κύριος ἐκ τῆς παιδίσκης ταύτης ". αἰνίττονται τῆς εὐλογίας οἱ λόγοι καὶ ἑτέραν αὐτὸν ἐσχηκέναι γυναῖκα. διὸ καὶ τῆς Ῥα 318 χὴλ καὶ τῆς Λείας, κατὰ ταὐτὸν ἐμνημόνευσαν, καὶ ἐπήγαγον, " αἳ ᾠκοδόμησαν ἀμφότεραι τὸν οἶκον Ἰσραήλ ". τὸ δὲ " ποιήσαι δύναμιν ἐν Ἐφράθα καὶ ἔσται ὄνομα ἐν Βηθλεὲμ παρὰ πᾶσιν ἀνθρώποις ἀοίδιμον ", τῆς δὲ Θαμὰρ ἐμνημόνευσαν, ἐπειδὴ κἀκείνη ἀλλόφυλος οὖσα τὸν Φάρες γεγέννηκεν, ἐξ οὗ ∆αβὶδ ὁ βασιλεὺς κατάγει τὸ γένος, καὶ ὁ τοῦ ∆αβὶδ ἀπόγονος, καὶ δεσπότης καὶ υἱὸς καὶ Κύριος. ἐκ ταύτης ὁ Ὠβὴδ ἐγεννήθη τοῦ Ἰεσσαὶ ὁ πατήρ, ὃς ἔφυσε τὸν ∆αβίδ. τοῦτο τὸ βρέφος αἱ γυναῖκες προσενεγκοῦσαι τῇ Νοεμὶν ἔφασαν, " εὐλογητὸς Κύριος, ὃς οὐ κατέλυσέ σοι σήμερον τὸν ἀγχιστεύοντα καλέσαι τὸ ὄνομά σου ἐν Ἰσραήλ. καὶ ἔσται εἰς ἐπιστρέφοντα ψυχήν ". τοῦτο δὲ κατὰ μὲν τὸ πρόχειρον νόημα, τὴν ἐκείνης ψυχαγωγίαν δηλοῖ· κατὰ δὲ τὴν ἀλήθειαν τῆς οἰκουμένης ἐπιστροφήν. ἐκεῖθεν γὰρ ἤνθησε τῆς οἰκουμένης ἡ σωτηρία.