1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

1

Quaestiones in Octateuchum QUAESTIONES IN GENESIN

Καὶ ἄλλοι μὲν φιλομαθεῖς ἄνδρες ἐπηγγείλαντο διαλῦσαι τῆς θείας γραφῆς

τὰ δοκοῦντα εἶναι ζητήματα, καὶ τῶν μὲν ἀναπτύξαι τὸν νοῦν τῶν δὲ τὰς αἰτίας δηλῶσαι, καὶ ἁπαξαπλῶς ἀποφῆναι σαφῆ τὰ τοῖς πολλοῖς οὐ τοιαῦτα φαινόμενα. σὺ δὲ διαφερόντως, φίλτατε παίδων Ὑπάτιε, τοῦτο με πρᾶξαι παρώτρυνας, πολλοῖς ὠφέλιμον ἔσεσθαι καὶ τόδε τὸ σύγγραμμα λίαν ἰσχυρισάμενος. οὗ δὴ ἕνεκα καίτοι τοῦ σώματος οὐκ εὖ μοι διακειμέ νου, τόνδε προειλόμην τὸν πόνον· οὐκ ἐμαυτῷ γε θαρρῶν, ἀλλὰ τῷ ταῦθ' οὕτω συγγραφῆναι προστεταχότι. αὐτοῦ γάρ ἐστιν ἐπιδεῖξαι τὴν ἐν τῷ γράμματι κεκρυμμένην διάνοιαν· αὐτὸς γὰρ κἀν τοῖς ἱεροῖς εὐαγγελίοις, καὶ παραβολικῶς τὴν διδασκαλίαν προσέφερε, καὶ τῶν αἰνιγματωδῶς εἰρημένων ἐποιεῖτο τὴν ἑρμηνείαν. παρ' αὐτοῦ τοίνυν τῆς νοερᾶς ἀκτῖνος ἀντιβολήσας τυχεῖν, τῶν τοῦ παναγίου πνεύματος ἀδύτων κατατολμῆσαι πειράσομαι. ἰστέον δὲ πρὸ τῶν ἄλλων ἁπάντων ὡς οὐχ ἅπαντες σύμφωνον ἔχουσι τῆς ἐρωτήσεως τὸν σκοπόν, ἀλλ' οἱ μὲν δυσσεβῶς ἐρωτῶσι, διελέγχειν οἰόμενοι τὴν θείαν γραφήν· νῦν μέν, ὡς οὐκ ὀρθὰ παιδεύουσαν, νῦν δέ, ὡς ἐναντία διδάσκουσαν. οἱ δὲ φιλομαθῶς ζητοῦσι, καὶ ποθοῦσιν εὑρεῖν τὸ ζητούμενον. κἀκείνων τοίνυν ἐμφράξομεν, σὺν θεῷ φάναι, τὰ βλάσφημα στόματα, τῆς θείας ἐπιδεικνύντες γραφῆς καὶ τὴν συμφωνίαν καὶ τὴν ἀρίστην διδασκαλίαν· καὶ τούτοις ὡς οἷόν τε τῶν ἐπαπορουμένων τὴν λύσιν προσοίσομεν. ἀρχὴν δὲ τούτων ποιήσομαι τῆς κτίσεως τὴν ἀρχήν· αὕτη γὰρ ἀρχὴ καὶ προοίμιον τῆς θεοπνεύστου γραφῆς. 4 I Τί δή ποτε μὴ προτέταχε τῆς τῶν ὅλων δημιουργίας θεολογίαν ὁ συγ γραφεύς; Μετρεῖν εἴωθε τοῖς παιδευομένοις ἡ θεία γραφὴ μαθήματα, καὶ τοῖς μὲν τελείοις προσφέρειν τὰ τέλεια, τοῖς ἀτελέσι δὲ τὰ στοιχειώδη, καὶ τῇ σφῶν δυνάμει συμβαίνοντα. ἐπειδὴ τοίνυν αἰγύπτιοι τὴν ὁρωμένην κτίσιν ἐθεοποίουν, τούτοις δὲ συνδιάγων ἐπὶ πλεῖστον ὁ Ἰσραὴλ ταύτης τῆς δυσσεβείας μετέλαχεν, ἀναγκαίως τὰ περὶ τῆς κτίσεως αὐτοῖς προσφέρει μαθήματα, καὶ διδάσκει διαρρήδην ὅτι καὶ ἀρχὴν ἔσχε τοῦ εἶναι, καὶ ὅτι ποιητὴν ἔχει τὸν τῶν ὅλων Θεόν. οὐ μὴν οὐδὲ τὸν τῆς θεολογίας παραλέ λοιπε λόγον. τὸ γὰρ φάναι τὸν οὐρανὸν καὶ τὴν γῆν, καὶ τὰ ἄλλα ὅσα τῆς κτίσεως μόρια γενητά, καὶ δεῖξαι τούτων δημιουργὸν τὸν τῶν ὅλων Θεόν, ἀρκοῦσαν τοῖς τότε θεολογίαν προσήνεγκε. τῶν μὲν γὰρ ἐδήλωσε τὴν ἀρχήν· τοῦ δὲ εὑρεῖν οὐκ ἴσχυσε τὴν ἀρχήν. καὶ ἀΐδιον τοίνυν ἐγνωκὼς τὸν Θεὸν καὶ ποιητὴν τοῦ παντὸς ὀνομάσας, καὶ ἀγαθὸν ποιητήν, τῷ φυσιολογικῷ τὸ θεολογικὸν μάλα σοφῶς συνήρμοσεν. ἄλλως τε καὶ προ μεμαθήκεσαν οἱ ταῦτα διδασκόμενοι τοῦ Θεοῦ τὸ ἀΐδιον. ἀποσταλεὶς γὰρ εἰς Αἴγυπτον παρὰ τοῦ Θεοῦ τῶν ὅλων ὁ θεσπέσιος Μωϋσῆς προσετάχθη τοῖς ὁμοφύλοις εἰπεῖν· " ὁ ὢν ἀπέσταλκέ με πρὸς ὑμᾶς ". τὸ δὲ " ὁ ὢν " τοῦ ἀϊδίου δηλωτικόν· δῆλον δὲ τοῖς φιλομαθέσιν, ὡς 5 ἐκεῖνα πρὸ τούτων ἐρρέθη. ἐκείνην γὰρ αὐτοῖς τὴν διδασκαλίαν ἔτι τὴν Αἴγυπτον οἰκοῦσι προσήνεγκε· ταῦτα δὲ ἐν τῇ ἐρήμῳ συνέγραφε. II Τί δή ποτε τῆς τῶν ἀγγέλων οὐκ ἐμνήσθη δημιουργίας; Οὐδὲν στερρὸν εἶχον βέβαιον οἱ νομοθετούμενοι· αὐτίκα γοῦν μετὰ πολλὰ καὶ ἄφραστα θαύματα, τὴν εἰκόνα τοῦ μόσχου θεὸν ἀνηγόρευσαν· οἱ δὲ τὰ τῶν κτηνῶν ἰνδάλματα ῥᾳδίως οὕτω θεοποιήσαντες, τί οὐκ ἂν ἔδρασαν, εἰ τῶν ἀοράτων φύσεων τὴν γνῶσιν ἐδέξαντο; οὗ χάριν μέχρι τῆς τοῦ Ἀβραὰμ τελειότητος, οὐδενὶ τῶν πάλαι ἀνθρώπων δι' ἀγγέλου ὁ τῶν ὅλων διελέχθη Θεός· ἐπὶ δὲ τῆς Ἄγαρ πρῶτον ἀγγέλου μνήμην ὁ θεσπέ σιος ἐποιήσατο Μωϋσῆς· καὶ μάλα εἰκότως· τύπος γὰρ ἡ Ἄγαρ τῆς πα λαιᾶς διαθήκης κατὰ τὸν θεῖον ἀπόστολον· " τὸ γὰρ Ἄγαρ φησί, Σινᾶ ὄρος ἐστὶν ἐν τῇ Ἀραβίᾳ, συστοιχεῖ δὲ τῇ νῦν Ἰερουσαλήμ ". ἐπειδὴ τοίνυν δι' ἀγγέλων ὁ νόμος