4
περὶ αὐτῶν θυσίας κατὰ τὸν ἀριθμὸν αὐτῶν καὶ μόσχον ἕνα περὶ ἁμαρτίας περὶ τῶν ψυχῶν αὐτῶν." κατὰ τὸν λέγοντα· "ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὁ θεός", καί· "ὁ θεός μου, πρὸς σὲ ὀρθρίζω", καί· "τὸ πρωῒ παραστήσομαί σοι καὶ ἐπόψομαι" οὐ πρὸς ἕτερον ἔργον ὁ μακάριος Ἰὼβ τὸ πρωῒ ἀνίστατο ἀλλὰ πρὸς τὸ θεῷ ὑπὲρ τῶν παιδίων θυσίαν προσάγειν "κατὰ τὸν ἀριθμὸν αὐτῶν", ὅ ἐστιν καθ' ἕκαστον καὶ εὐτάκτως· οὐδὲν γὰρ συγκεχυμένον ἐν σπουδαίῳ. ἀλλὰ καὶ μετὰ τοῦτο ὑπὲρ αὐτῶν τὸν μόσχον προσῆγεν κατὰ τὸν ἴδιον τρόπον καὶ τὴν τῶν παίδων ἀγωγὴν συνεθίζων.
12 οὕτως οὖν ἐκαθάριζεν αὐτοὺς μετὰ τὸ συντελεσθῆναι τὸν πότον, μετὰ τῆς αἰσθητῆς καθάρσεως καὶ τὰ πρὸς διάνοιαν συντελοῦντα καθαρτήρια παραδεικνύς. εἰ δὲ τὸν πρὸς ὑπὲρ ἁπάντων προσαγόμενον "μόσχον" τὸν ὑπὲρ τοῦ γένους τῶν ἀνθρώπων "σταυρὸν ὑπομείναντα" ςωτῆρα δηλοῖ, συνεπίσκεψαι, ὅστις καὶ "σιτευτὸς" ἐν τῇ παραβολῇ τοῦ εὐαγγελίου εἴρηται διὰ τὸ θρεπτικὸς εἶναι τῆς θείας διδασκαλίας. μὴ θαύμαζε δέ, εἰ ἐπὶ τὸν ςωτῆρα ὁ μόσχος αἰνίττεται· καὶ γὰρ οὐκ ἀμύητος ἦν ὁ Ἰὼβ τῆς ἐπιδημίας τοῦ ςωτῆρος· περὶ γὰρ αὐτοῦ εἶπεν· "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". "ἔλεγεν γὰρ ὁ Ἰώβ· μήποτε ἐν τῆι διανοίᾳ αὐτῶν οἱ υἱοί μου κακὰ ἐνενόησαν πρὸς τὸν θεόν." μεγάλη καθαρότης ἐν τούτῳ τῶν παιδίων δείκνυται· μὴ γὰρ ὁρῶν αἰσθητόν τι ἁμάρτημα αὐτῶν περὶ τῶν κατὰ διάνοιαν τὴν θυσίαν προσῆγεν λογιζόμενος, ὅτι ἡ ἀνθρωπίνη ἀσθένεια καὶ μαλακία̣ ἐν νεότητι ὄλισθον ἔχει πολλάκις. διόπερ καὶ ὁ ἅγιος Παῦλος ἔλεγεν· "οὐδὲν ἐμαυτῶι σύνοιδα, ἀλλ' οὐκ ἐν τούτωι 13 δεδικαίωμαι", καὶ ὁ ψαλμῳδός· "ἀπὸ τῶν κρυφίων μου καθάρισόν με." ὅθεν παρατηρητέον, οὐχ ὡς ἁμαρτημάτων ἕνεκεν τοιούτωι θανάτῳ ὑπεβλήθησαν. "οὕτως οὖν ἐποίει Ἰὼβ πάσας τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ." τὸ ἀδιάστατον τοῦ τόνου τοῦ ἁγίου ἐνταῦθα δηλοῦται, ὡς οὐ ποτὲ μὲν ποτὲ δὲ οὒ τὴν ἀρετὴν ἐνεργοῦντος. τοῦτο καὶ ∆αυὶδ περὶ ἑαυτοῦ φησι ψάλλων· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῶι." "καὶ ὡς ἐγένετο ἡ ἡμέρα αὕτη, καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι παραστῆναι ἐνώπιον τοῦ κυρίου, καὶ ὁ διάβολος ἦλθεν μετ' αὐτῶν." τὸ μὲν σχῆμα τῆς λέξεως ὁ λόγος ἐμφαίνων διηγηματικώτερον τὰ περὶ τῆς παραστάσεως τῶν ἀγγέλων διηγεῖτο ἐν τῷ· "καὶ ὡς ἐγένετο ὡς ἡ ἡμέρα αὕτη", ἡμῶν ἀκολούθως νοούντων καιρὸν καὶ κατάλληλον κατάστασιν τῆς παραστάσεως τῆς ἐνώπιον κυρίου τῶν ἀγγέλων τὰς ἰδίας λειτουργίας καὶ τὸν ἰ´̣διον πόνον τὸν πρὸς θεὸν̣ παρασχόντων. αὐτῶν καθιστώντων παρέστη δὴ καὶ ὁ διάβολος. εἰ καὶ πολύπτυχός ἐστι καὶ πολύτρ̣οπ̣ος, οὐ λανθάνει θεόν. ε̣ἴρηται, ὡς καὶ αὐτὸς μετὰ τῶν ἀγγέλων ἐλήλυθεν οὐ "παραστῆναι ἐνώ14 πιον" αὐτοῦ, ἀλλὰ καὶ αὐτὸς ὑπὸ τοῦ πάντα ἐφορῶντος ὀφθαλμοῦ τοῦ θεοῦ γιγνωσκόμενος. εἴη δὲ καὶ τὸ ὑποκριτικὸν τοῦ διαβόλου δηλοῦν τὸ ῥητόν, "μετασχηματιζομένου" μὲν "εἰς ἄγγελον φωτὸς" καὶ ταῦτα λανθάνοντος τοὺς γεννητούς, θεὸν δὲ μὴ δυναμένου λαθεῖν τὸν πάντων γενεσιάρχην καὶ τὸν "δι' οὗ τὰ πάντα" καὶ τὸ ἅγιον πνεῦμα· τῆς γὰρ αὐτῆς οὐσίας ἡ τριάς. ὡς γὰρ περὶ τοῦ λόγου εἴρηται ὡς "κριτικός ἐστιν ἐνθυμήσεων καὶ ἐννοιῶν καρδίας καὶ οὐκ ἔστιν κτίσις ἀφανὴς ἐνώπιον αὐτοῦ· πάντα δὲ γυμνὰ καὶ τετραχηλισμένα τοῖς ὀφθαλμοῖς αὐτοῦ", οὕτω καὶ περὶ τοῦ πνεύματος· "τὸ γὰρ πνεῦμα πάντα ἐρευνᾷ." καὶ περὶ πατρὸς πρὸς τῶν ἀποστόλων εἴρηται· "σὺ κύριε καρδιογνῶστα πάντων." καὶ εἰκότως μόνης τῆς θεότητός ἐστι τὸ τὰς διανοίας ὁρᾶν. εἰ γὰρ ἦν καὶ τοῖς γεννητοῖς τοῦτο δῆλον μὴ ἔχουσιν θεοῦ ἀγαθότητα, ἠλλοτριοῦντο ἂν τῶν ἁμαρτανόντων ὡς μὴ ἐπικουρεῖν αὐτοῖς ἀλλ' ἀποστρέφεσθαι διὰ τὸ μέγεθος τῶν κακῶν εὐλαβούμενοι, μὴ συνκινδυνεύσωσιν ὑπὲρ τοιούτων πρεσβεύοντες. εἰ δὲ καὶ ἔκ τινων 15 τεκμηρίων κατελάμβανον τὴν τοῦ διαβόλου πρόθεσιν, ἀλλὰ γοῦν,