1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

40

ἀξίου τοὺς ματαίως ἐπιχειροῦντας ἀποδεικνύντος ὁ σπουδαῖος καταγελᾶν λέγεται. τὸ δ' "ἀπὸ θηρίων ἀγρίων οὐ μὴ φοβηθῇς" καὶ τὸ ἑξῆς ἐντρεχῶς εἰρημένον οὕτως ἂν ἐξ ὧν οἱ ἅγιοι ἐπειράθησαν πλείονος σαφηνείας τύχοι. ὧν ὅμοια ἴσως καὶ αὐτὸς ἔμαθεν γεγενημένα. οἱ γὰρ τῷ ∆ανιὴλ ἐπιπεμφθέντες λέοντες οὐδὲν αὐτῷ φόβον παρέσχον πρὸς θεὸν ἔχοντι τὰς ἐλπίδας. ἀλλὰ καὶ εἰρήνευον πρὸς 143 αὐτὸν ὅλως αὐτὸν ἐν μηδενὶ λυ πήσαντες. ὧν ὅμοια ἀναλέξει ὁ φιλόκαλος ἐκ τῶν γραφῶν, ὡς τὸν ἀποθανόντα προφήτην, ὃν οὐ μόνον οὐ κατέφαγεν ὁ λέων ἀλλὰ καὶ ἐφυλάττετο οὐδὲ τοῦ ὄνου προσψαύων, τὰ κατὰ τὸν Ἐλισαῖον, ὃς καθάπερ βασιλεὺς τὰ ἐν τάξει θῆρας κατὰ τῶν ὑβριστῶν ἤγαγεν αὐτὸς οὐδὲν ὑπ' αὐτῶν βεβλαμμένος. σοὶ δὲ εἰρηνεύουσιν, φησίν, οἱ ὄντες τοιοῦτοι κατὰ φύσιν. δυνατὸν δὲ καὶ ἀνθρώπους ἢ δαίμονας ἀντὶ θηρῶν λαβεῖν κατὰ τὸ εἰρημένον· "μὴ παραδῷς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι." δῆλον γάρ, ὡς περὶ ὁρατῶν οὐ τοῦτο λέγει, α᾿̣λλὰ οἷόν τε νοεῖν ψυχῆς ἄγ̣ρια θηρία. ἀλλὰ καὶ "ὁ διάβολος ὡς λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ". καὶ πάλιν· "τὰς μύλας τῶν λεόντων συνέθλασεν κύριος." ἀφ' ὧν θηρίων ὁ δίκαιος ῥύεται μηδὲν τῶν βουλη μάτων αὐτῶν διαπραττόμενος. τὸ δὲ μέγεθος τῆς ἀνδρείας τῶν ἁγίω̣ν τοῦτ' ἔστιν, ὅτι χαλεπόν τι̣ τὸ χειροῦν ταῖς ἀδικίαις πολεμοῦντας. ὁ γὰρ σωτὴρ "δέδωκεν ἐξουσίαν πατεῖν ἐπάνω ὄφεων 144 καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ." ὅτι δὲ καὶ ὁ Ἐλιφὰζ οἶδεν ἀντικειμένας ἐνεργείας παρεθέμεθα ἤδη̣ πρὸ τούτο̣υ̣, ὅτε ἔλεγεν· "ἢ εἴ τινα ἁγίων ἀγγ̣έλων ὄψῃ." "εἶτα γνώσῃ ὅτι εἰρηνεύσει σου ὁ οἶκος, ἡ δὲ δίαιτ̣α̣ τῆς σκηνῆς σου ο̣ὐ μὴ ἁμάρτῃ̣. γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τα`̣ δὲ τέκνα σου ἔσται ὥσπερ τὸ πανβότανον τοῦ ἀγροῦ." οτο̣ ···ν διηγημ···νενυπο̣ν ····η τὴν ἀλήθειαν δι' ἱστορίας τρόπου ἀπαγγελλόμενον ···οῦμεν, εἰ τὰ οἱον̣εὶ ἱστορικῶς ἀπαγγελλόμενα δυνατά ἐστιν ὑπάρξαι ἡμ̣ῖν ἢ ἀσύμφορα ἢ συμφέροντα. καὶ νῦν οὖν ο̣ἶκον τοῦ Ἰὼβ μηκέτι ἔχοντος -αὐτὸς γὰρ ἐν τοῖς ἑξῆς φησιν· "ἀπωλόμην δὲ καὶ ἔξοικος ἐγενόμην"-φησὶν πρὸς αὐτὸν ε᾿̣π̣ὶ κοπρίας ἐρριμμένον· "εἶτα γνώσῃ, ὅτι εἰρηνεύσει σου ὁ οἶκος." πάλιν γὰρ τὰ περὶ αὐτὸν ἀφανισθέντα μόνης τῆς γυναικὸς ὑπολειπομένης τέκνα τε μὴ ἔχοντα αὐτὸν ἔτι ἐπιστάμενός φησιν· "γνώσῃ δὲ ὅτι πολὺ τὸ σπέρμα σου, τὰ δὲ τέκνα σου ἔσται ὡς τὸ πανβότανον τοῦ ἀγροῦ." οὐδὲ γὰρ διέκειτο ω῾̣ς̣ τεκνοποιοῖ ὁ οὕτω βεβλαμμένος καὶ ἀγέν145 νητος· οὗτος γ̣ὰρ τοὺς ἰχῶρας καὶ σκώληκας ᾐσθάνετο. ποίαν δὲ "δίαιταν σκηνη῀̣ς" ἔλεγεν̣ μὴ διαμαρτεῖν τοῦ μὴ ἔχοντος ὅλως μηδὲ σκηνὴν ἀλλ' ἀπερριμμένου; ὅθεν γε τῆς ἱστορίας πάνυ γε βιαζομένη̣ς ἐπὶ τῶν αἰσθητῶν ἀναχωρήσεων νοερῶς μεθοδευτέον τὴν διάνοιαν, μάλιστα ὅτι ἐν τοῖς προτρέχ̣ουσιν ἐφάσκομεν μὴ ἀνηκούστους εἶναι αὐτοὺς καὶ τῆς κατὰ τρόπον διδασκαλίας· οὐ γὰρ φαῦλοι φαίνονται· ὑπὲρ ἀγνοίας γὰρ προστάττεται Ἰὼβ θεῷ προσαγα̣γεῖν θυσίαν ὑπὲρ αὐτῶν 6-10 ἁμαρτήματα · 8-12 τε δὴ καὶ φίλοι τ̣ 8-12 τηλικούτου ου 8-12 καὶ ἀρετῆς δια 8-12 υ τοῖς ἑπομένοι̣ς 8-12 · γιγνώσκειν ὡς ····· ··· μία αἰτία τῶν ἐπαγωγῶν ὑπάρχει ἐσφάλησαν. λέγεται οὖν ὅτι· τῶν "ἀγρίων θηρίων" ὡς ἀποδέδοται "εἰρηνευόντων σοι" κ̣αὶ ὁ "οἶκος" τῆς σῆς διανοίας "εἰρηνεύσει" καὶ "ἡ δίαιτα τῆς σκηνῆς σου", ὅπερ ἐστὶν ἡ ἐν προκοπῇ σου βελτίωσις, "οὐ διαμαρτήσεται". πρὸς δὲ τούτοις "γνώσῃ", ὅτι ἐν λογισμοῖς ἀγαθόν σου̣ "σπέρμα" πληθύνει ἀποτελούμενον εἰς 146 τέκνων γένεσιν καὶ γινόμενον. ὡς "τὸ πανβότανον τοῦ ἀγροῦ" διά τε τὸ ζώπυρον τῆς ἀρετῆς καὶ ἐπὶ πλεῖστον αὐξ̣άνεσθαι. καὶ τῷ ὀ´̣ντι ἔχομεν ἐν τοῖς θείοις γράμμασιν καὶ πρὸς ἁγίων οἶκον λεγόμενον τὴν ἕξιν, τὴν πολιτείαν, τὴν ἀρετη´̣ν, καθὰ περὶ τῶν μαιῶν τῶν Ἑβραίων ἀναγέγραπται ὅτι· "ἐπεὶ ἐφοβοῦντο αἱ μαῖαι τὸν θεόν, ἐποίησαν αὑταῖς οἰκίας", ὅπερ δηλοῖ τὴν ἐκ τοῦ φό βου τοῦ θεοῦ ἀρετὴν παρ' αὐτῶν κατασκευασμένην. οὐδὲ γὰρ ἄοικοι ἐτύγχανον πρὸ