1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

77

συκῆς αὐτοῦ καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν." τοῦτο δὲ οὐκ αἰσθητῶς· ἀλλ' ὁ ἔχων τὸν πρακτικὸν βίον διὰ τῆς συκῆς δηλούμενον καὶ τὸν θεωρητικόν, ὃς διὰ τῆς ἀμπέλου σημαίνεται-εὐφροσύνης ποιητικὸν τυγχάνον-, ἄφοβος λοιπόν ἐστιν οὐκ ἔχων διάβολον ἐκφοβοῦντα ἢ δαίμονας. ὁ δ' ἐν κακία οὐχ ἡσυχάζει ὧδε κἀκεῖ τοῦ λογισμοῦ περιφερομένου ὑπὸ παθῶν καὶ δαιμόνων. αὐτίκα γοῦν 308 πρὸς Κάϊν ὡς οὐ δεῖ κινούμενον εἴρηται· "ἥμαρτες, ἡσύχασον·" οἰκ»ε»ῖον γὰρ τῇ τοῦ ἀνθρώπου φύσει ἡ ἡσυχία τῆς ἀταραξίας, ἡ δὲ ἀταξία ἐπ»ε»ισόδιον. α····· ····· καὶ νῦν σύμβολον τη····· ····ης ἐν ψυχῇ οἰκεῖν τη····· ···ος ἑρμηνευομένη··· "γῆ ἐφοβήθη καὶ ἡσύχασεν ἐν τῷ ἀναστῆναι εἰς κρίσιν τὸν θεόν." ὅταν γὰρ οἱ τὰ γήινα πράττοντες διὰ τὸν φόβον τῆς κρίσεως ἐν μετανοίᾳ γένωνται, ἡσυχίαν ἀντι`̣ ταραχῆς ἀναλαμβάνουσιν ἀκούοντες· "καὶ ἡσυχάσεις ἀφόβως ἀπὸ παντὸς κακοῦ." σωτηρία δὲ αὐτοὺς ἀπολείψει. αἰνίττεται, ὅτι οἱ πολεμοῦντες πάλαι δικαίου λοιπὸν τοῦ ἀνθρώπου γεγενημένου ἐγκαταλείπονται ὑπὸ σωτηρίας, δῆλον δ' ὅτι ἧς ἑαυτοῖς ἀνεπλάσαντο σωτηρίας ἡγούμενοι τὴν τῶν πολεμουμένων κάκωσιν καὶ κατὰ ψυχὴν καὶ σῶμα. ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλ»ε»ια. τῶν κακοθελῶν, φησίν, ἡ προσδοκία ἀπώλειά ἐστιν· λέγοι δ' ἂν αὐτῶν προσδοκίαν οὐ πάντως ὡς αὐτῶν τοῦτο προσδοκώντων, ἀλλ' ὡς ἑπόμενον τοῦτο ἐχόντων· καθὸ λέγομεν τῷ κολάσει ὑποπίπτοντι· σὺ σεαυτῷ ταῦτα παρήγαγες, οὐχ ὅτι αὐτὸς τοῦτο προέθετο, ἀλλ' ὅτι ἠκολούθησεν αὐτῷ ταῦτα. 309 ὀφθαλμοὶ δὲ ἀσεβῶν τακήσονται. ἴσως τοὺς φθονεροὺς αἰνίττεται καὶ τὴν λύπην αὐτῶν τὴν γιγνομένην ἐπὶ μεταβολῇ τοῦ ἀνιαροῖς περιπεπτωκότος, ὡς διέγραψεν. οὐ δε τούτους δὲ τοὺς ὀφθαλμούς φησι-πολλοὶ γὰρ τῶν ἀσεβῶν μέχρις ὑστέρας ἀναπνοῆς ὀξυωποῦντες ἔμειναν-, ἀλλὰ τοὺς ψυχῆς. ἔχεις ἐν τοῖς θείοις γράμμασιν περὶ ὀφθαλμῶν τῶν τοῦ ἀνθρώπου· "ἡ ἐντολὴ κυρίου τηλαυγὴς φωτίζουσα ὀφθαλμούς", δηλονότι τοὺς τοῦσ ἔσω ἀνθρώπου ὀφθαλμοὺς ἐπὶ τῷ καὶ τυφλοὺς σώζειν τὰς θεοῦ ἐντολάς. 309 ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἶτα ὑμεῖς ἐστε ἄνθρωποι; ἢ μεθ' ὑμῶν #6τελευτήσει σοφία; φησὶν ὅτι «ἄνθρωποι μέν ἐστε, μέγα δὲ περὶ αὑτῶν οἰόμενοι καὶ ὡς μόνους ἑαυτοὺς ἀνθρώπους λογιζόμενοι νομίζετε μέχρις ὑμῶν εἶναι τὴν σοφίαν· οἴεσθε δὲ δύνασθαι καὶ τὰ κρίματα τοῦ θεοῦ καταλαμβάνειν καὶ ἀποφαίνεσθαί τι περὶ αὐτῶν· καὶ τῷ ὄντι ὑπερβαίνει τὰ ἀνθρώπινα.» "τὰ κρίματά σου" γάρ φησιν "ἄβυσσος πολλή." ἀλλὰ καὶ Παῦλος "ἀνεξεραύνητα" αὐτὰ εἶναι γράφει. ἐμφαίνει δὲ διὰ τοῦ "μεθ' ὑμῶν τελευτήσει σοφία;" ὅτι ἡ τοῦ θεοῦ σοφία οὐκ ἄχρι τῶν ἀνθρωπίνων ἐστὶν πρα310 γμάτων. οἶδεν καθὰ καὶ ὁ ἀπόστολος ὅτι "ἐκ μέρους" κα̣ὶ τοῖς τελείοις ἐνταῦθα ἡ "γνῶσις" "ἀραβῶνα πνεύματος" ἐχόντων καὶ τούτ̣ων· ὁ δὲ ἀραβῶνά τινος ἔχων οὐ τὸ ὅλον αὐτὸ ἔχει, ἀλλὰ "μέρος" αὐτοῦ. τοῦ δὲ "τελείου ἐλθόντος" ἔχει σὺν τῷ ὅλῳ τὸ μέρος· #6τοῦτο γάρ ἐστιν ὁ ἀραβών. #6κἀμοὶ μὲν καρδία καθ' ὑμᾶς ἐστιν. παραστῆσαι αὐτοῖς βούλεται, ὅτι ἀναπλασμοὺς ἐν τῇ διανοίᾳ ἑαυτῶν ἔχουσιν, φάσκων· «"κἀμοὶ καρδία καθ' ὑμᾶς ἐστιν" καὶ οὐ συμφέρομαι ὑμῖν εἰς τὴν αὐτὴν διάνοιαν. ἢ μὴ νομίζετε ὑπερβαλλόντως νοεῖν; κἀγὼ γὰρ συνίημι· λογικὸν γὰρ λογικοῦ οὐ διαφέρει. τῇ δὲ ἐπιβολῇ ἡ διαφορὰ γίνεται.» περὶ φαύλων γοῦν λέγεται· "ἀκούσατέ μου οἱ ἀπολωλεκότες τὴν καρδίαν." οὐ γὰρ τὴν οὐσίαν, ἀλλὰ τὴν ἐνέργειαν αὐτῆς τὴν φαύλην ἀπώλειαν αὐτῆς #6λέγει. δίκαιος γὰρ καὶ ἄμεμπτος ἀνὴρ ἐγε#6νήθη εἰς χλεύασμα. ὅταν τὰ ἐλάττονα λέγῃ, ἑαυτῷ αὐτὰ προσάπτει· ἐλαττωτικὸς γὰρ ἑαυτοῦ διὰ ἀτυφίαν ὑπάρχει. ὅταν δὲ ἐπαίνου χρεία ᾖ, τῷ δικαίῳ καὶ τῶι ἔχοντι τὴν ἀρετὴν αὐτὰ ἕπεσθαι λέγει, ὡς ὁ μακάριος Παῦλος "οἶδα ἄνθρωπον 311 ἐν Χριστῷ" λέγων̣. ὁ θεὸς γὰρ αὐτῷ ἐμαρτύρησεν λέγων· "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" εἰ δὲ ὁ Ἰὼβ εἶπέν ποτε