1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

23

ἀνθρώπου τις δοῦλος μένει καὶ μετὰ τὸν θάνατον. κατὰ τοῦτο τὸ σημαινόμενον καὶ Παῦλος γράφει· "εἰ κρέα σκανδαλίζει τὸν ἀδελφόν μου, οὐ μὴ φάγω κρέας εἰς τὸν αἰῶνα", ἀντὶ τοῦ· διὰ βίου. "οὐκ ἤκουσαν φωνὴν φορολόγου." ε̣ἰσφορᾶς γὰρ πεπλήρωται οὗτος ὁ αἰών, ἐν ᾧ διάγων οἰκ̣ονομίας χάριν ἐνταῦθα ἧκεν. πολλοὶ γὰρ εἰσίν, ὅσοι ὑπὸ τὸ ζυγὸν τῆς ἁμαρτίας γεγενημένοι φόρους καὶ τέλη τῶι ἀντικειμένῳ παρέχουσιν. τοιού τοις φόροις ὑπόχρεων γεγενημένην τὴν Ἱερουσαλὴμ ὁ προφήτης Ἰερημίας ἐθρήνει λέγων περὶ αὐτῆς· "ἄρχουσα ἐν χώραις ἐγενήθη εἰς φόρον." ἥτις ἐστὶν πιστω῀̣ν̣ ψυχῶν σύνοδος ἢ ·········α τῆς οἰκείας ἐλευθερίας τῷ ὠμοτάτῳ τυράννῳ ······ω ὑπέταξεν ἑαυτήν. ····· ἁ´̣γ̣ι̣οι οὗτοι καὶ δεικνύντες ·· τὸ ἐν τῶι εὐαγγελίῳ ὁπηνίκα ῃαξατ 78 ῃαξατ ῃαξατ ῃαξατ βασιλέων δέ ἐστιν τὸ μὴ εἰ῀̣ναι ὑποτελεῖς. οὗτοι οὖν οἱ ἀπολελυμένοι τῶν προσκαίρων ἢ διὰ τὸ μὴ πεπειρᾶσθαι αὐτῶν ἢ καὶ μετὰ πεῖραν ἀνωτέρω αὐτῶν ὄντες, ἑκατέρως δὲ ἀλλ̣οτρίων ἔξω φόρου εἰσὶν μὴ τοῖς πειρασμὸν ἐνποιοῦσιν ······ ··· ῃαξατ "ὁ μικρὸς καὶ μέγας ε ἐκεῖ ἐστιν, καὶ θεράπων δεδοικὼς τὸν κύριον καὶ τετευχὼς σκιᾶς." τὸ ἀπροσωπόλημπτον τοῦ διοικοῦντος ἐν τοῖς προκειμένοις δείκνυται. οὐδὲ γὰρ ἑτέρως κύριος καὶ ἑτέρως δοῦλος ἢ πένης εἰς τὸν βίον εἰσέρχεται. οὐ γὰρ ἐν τῷ· "βασιλεύς τις ἢ τύραννος" ἡ Σοφία διαγορεύει "ἑτέραν" τινὰ "γενέσεως ἀρχήν"· "μία" γὰρ "πάντων εἴσοδος εἰς τὸν βίον ἔξοδός τε ἴση", καὶ εἰ διάφορος κατὰ τὴν κίνησιν ὑπῆρξεν. οὗτοι οὐχ ἑτέρως ἐγεννήθησαν. ἀλλὰ καὶ ὁ θεράπων ὁ τῷ κυρίῳ ὑπηρετούμενος, εἰ καὶ μὴ κύριός ἐστιν ἀλλὰ δοῦλος κυρίου διὰ πάσης 79 τῆς ὁδοῦ, σκιᾶς τυγχάνει, ἵνα ἐκ ταύτης τῆς σκιᾶς συμβόλου λόγον ἐχούσης ἀναχθῇ ἀπὸ τῶν νόμων τῶν δοθέντων καὶ ἐνταῦθα ἐπὶ τὴν οὐράνιον πολιτείαν. ἐκδεκτέον καὶ ἑτέρως· ἐν τῇ ζωῇ ταύτῃ τῇ προσκαίρῳ μικροῦ καὶ μεγάλου καὶ δούλου διαφορὰ καθέστηκεν, τῆς πλεονεξίας αὐτὴν εἰσαγαγούσης τὴν ποικιλίαν. ἐν δὲ τῷ μέλλοντι αἰῶνι "οὐκ ἔνι ἄρσεν" φησὶν ὁ Παῦλος "καὶ θῆλυ, οὐκ ἔνι δοῦλος οὐδὲ ἐλεύθερος". ὁμοίως δ' ἂν εἴποι, ὡς οὐδὲ πλούσιος ἢ πένης, ἀλλ' ἡ τῶν ἔργων ἐπίδειξις, καθ' ἣν συμβήσεται τὸν ἐν τῶι ζῆν τούτωι μικρὸν ἢ δοῦλον ἐκεῖ μέγαν καὶ ἐλεύθερον νομίζεσθαι. "εἶδον" γάρ φησιν "δούλους ἐφ' ἵππους καί" ῃαξατ πᾶν τὸ ὑπολαμβανόμενον μέγα ἐκεῖ ἐν κολάσει εὑρίσκεται. τάχα δὲ καὶ οὕτω δυνατόν, ὅτι ἀπεντεῦθεν ὁ μέγας παρ' ἕκαστον ὢν μέγας κατὰ ἀρετὴν κἀκεῖ οὕτω εὑρεθήσεται καὶ ὁ μικρὸς ὡσαύτως. κατὰ ταύτην τὴν διάνοιαν καὶ τὸ ἐν τῶι Ἐκκλησιαστῆι φερόμενον ἐξείλημπται οὕτως ἔχον· "ὅπου ἐὰν 80 πέσῃ τὸ ξύλον, ἐκεῖ μενεῖ", ξύλον λέγων τὸν ἄνθρωπον, ὅστις εἰ ἔπεσεν ἐν κολάσει τουτέστιν εἰ τέλος ἔσχεν τούτου τοῦ ζῆν ἐν ἁμαρτίαις ὤν, οὕτως "ἔσται ἐκεῖ". εἰ δὲ καὶ ἐν ἀρετῇ, ὁμοίως· "πάντας" γὰρ "δεῖ παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ, ἵνα κομίσηται ἕκαστος πρὸς ἃ διὰ τοῦ σώματος ἔπραξεν". καὶ ὁ θεράπων ὁ τῷ θεῷ δουλεύων νοημόνως ἐκεῖ ἐστιν σκιᾶς τυγχάνων καὶ ἀναπαύσεως, διαφυγὼν τὸν καύσωνα τοῦ βίου· "διεσώθη ἀπὸ καύματος υἱὸς νοήμων", οὐ καταφλεγεὶς ὑπὸ τοῦ καύσωνος κατὰ τοὺς ἐν τῆι παραβολῇ μὴ εἰς βάθος τὸν σπόρον ἀποδεξαμένους καὶ ὑποπεσόντας τῷ φλογμῷ τῆς ἁμαρτίας. αὕτη ἡ ἐπαγγελία τῷ ∆αυὶδ λέγεται ἐν Ψαλμοῖς· "ἡμέρας ὁ ἥλιος οὐ συνκαύσει σε καὶ ἡ σελήνη τὴν νύκτα", ὅπερ κατὰ τὸ ῥητὸν οὐκ εὑρίσκομεν. α̣ὐτὸς γὰρ δίκαιος ὢν κατεπονεῖτο ὑπὸ καύσωνος τοῦ αἰσθητοῦ, ἀκαταπόνητος ὢν ὑπὸ καύσωνος ἁμαρτίας. κοινὸν γὰρ τὸ τῶν ἔξωθεν προσπιπτόντων ἀντιλαμβάνεσθαι δικαίου καὶ ἀδίκου, ἴδιον δὲ τοῦ σπουδαίου τὸ διαφεύγειν τὸν ἀπὸ τῆς κακίας 81 καύσωνα. "ἱνατί γὰρ δέδοται τοῖς ἐν πικρίᾳ φῶς, ζωὴ δὲ ταῖς ἐν ὀδύναις ψυχαῖς; οἳ ὁμείρονται τοῦ θανάτου καὶ οὐκ ἐπιτυγχάνουσιν ἀνορύσσοντες ὥσπερ θησαυρούς, περιχαρεῖς δὲ ἐγένοντο ἐὰν κατατύχωσιν." τὸ κεκρυμμένον καὶ οὐ πᾶσι φανερὸν κρίμα τῆς προνοίας ἐξετάζει ὁ ἅγιος παιδεύσεως