1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

21

σώματι ὁδοῦ ὡσανεὶ ἀναδεχόμενός φησιν † ὅτι γὰρ ·····πεσόντες εἰς τοσαύτην ·····ν κακίαν ὡς δεηθῆναι πρὸς τὸ σῶμα κοινωνίας καὶ βοηθοὺς τοὺς οἰκονομίας χάριν ἐλθόντας, ὥστε λέγειν τὰ ἐκτεθέντα. "διὰ τί γὰρ ἐν κοιλίαι οὐκ ἐτελεύτησα;" εὐλαβείᾳ γὰρ οἱ ἅγιοι παραιτοῦνται τὸ ἐγχειρίζεσθαι τὴν τῶν ἀσθενεστέρων ὠφελίαν. διὰ τοῦτο αὐτὸ καὶ τὰ ἑξῆς δέ φησιν· "ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην;" ὡσαύτως καὶ τό· "ἱνατί συνήντησάν μοι τὰ γόνατα; ἱνατί δὲ μαστοὺς ἐθήλασα;" ἐβούλετο γὰρ 70 ὁ ἅγιος μὴ συμβῆναι νόσον τοῖς λογικοῖς, ἵνα μὴ ἀκολουθία γένηται τοῖς καθαροῖς δι' αὐτοὺς ἐλθεῖν ἰατρείας τρόπῳ. εὖ δὲ καὶ τό· "ἱνατί συνήντησάν μοι τὰ γόνατα;", ὅπερ δηλοῖ πορείαν. τοῖς μὲν γὰρ ἄλλοις διὰ τὰ ἴδια πταίσματα ἐνταῦθα ἠκολούθει ὁ βίος, τοῖς δὲ ἁγίοις συνήντησεν οὐχ ὡς ὑπευθύνοις, ἀλλ' ὡς οἰκονομίαν ἐκτελοῦσιν. "νῦν ἂν κοιμηθεὶς ἡσύχασα, ὑπνώσας δὲ ἀνεπαυσάμην μετὰ βασιλέων βουλευτῶν γῆς." εἰ γάρ, φησίν, μὴ τοιαύτη ἀκολουθία καὶ εἱρμὸς ἐγεγόνει ὡς ὁδεῦσαί με ἄχρι ταύτης τῆς καταστάσεως διὰ τοὺς χρῄζοντας θεραπείας, ὅ ἐστιν εἰ ἐν κοιλίᾳ ἐτύγχανον τελευτήσας ἐκ γαστρὸς μὴ ἐξελθὼν καὶ εὐθὺς περιαιρούμενος καὶ μὴ συναντήσαντά μοι ὑπῆρξεν τὰ γόνατα μηδὲ μαστοὺς ἐθήλασα, ὅ ἐστιν εἰ μὴ διὰ τὴν ἡμῖν ἐγχειρισθεῖσαν ἐπίπονον οἰκονομίαν, "νῦν ἂν κοιμηθεὶς ἡσύχασα", ὅ ἐστιν· παῦλαν ἐσχηκὼς ἐν αὐτῇ τῇ βιοτῇ τῶν θείων καὶ οὐρανίων λογικῶν διῆγον διατριβήν. οἱ βασιλεῖς καὶ βουλευταὶ τυραννοῦσι γῆς τῶν πραέων, περὶ ὧν εἴρηται· "μακάριοι οἱ πραεῖς, ὅτι 71 αὐτοὶ κληρονομήσουσι τὴν γῆν", ἐκλαμβανόντων ἡμῶν βασιλεῖς μὲν τοὺς ἐν ὑπεροχῇ, βουλευτὰς τοὺς ὑποδεεστέρους, ὧν οἱ βασιλεῖς ἄρχουσιν. τοιαύτην ἀναλογίαν περιέχει ἡ παραβολὴ ἡ ἐν τοῖς εὐαγγελίοις· "γίνου ἐπάνω δέκα πόλεων ἢ πέντε." "οἳ ἠγαυριῶντο ἐπὶ ξίφεσιν." οὐ φιλοπόλεμός τις ὢν ὁ ἅγιος μετὰ τοιούτων βασιλέων κατὰ τὸ πρόχειρον διαγαγεῖν ἐβούλετο, οἵτινες ἕτοιμοι πρὸς τὸ πολεμεῖν ὄντες τὰς ἐν τοιούτοις διαγωγὰς καλὰς νομίζουσιν, ἀλλ' ἐπιστάμενος "ὅτι ἡ πάλη τοῖς ἁγίοις οὐ πρὸς αἷμα καὶ σάρκα" κατὰ τὸν ἀπόστολόν ἐστιν, "ἀλλὰ πρὸς ἀρχάς, πρὸς ἐξουσίας, ἀλλὰ πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, ἀλλὰ πρὸς τὰ πνευματικὰ τῆς πονηρίας", πρὸς οὓς οἱ καλῶς πολιτευόμενοι τὴν σωτήριον "πανοπλίαν" ὡπλισμένοι προμάχονται, μετ' ἐκείνων ἐβούλετο ἔχειν τὴν διαγωγὴν μὴ πειραθεὶς ἀνθρωπίνης γενέσεως. ἀλλ' εἷς ἐκείνων εἰρηναίων ἐτύγχανεν καὶ ὁ ὑπὸ Ἰησοῦ τοῦ τοῦ Ναυὴ ὀφθεὶς ἀρχιστράτηγος τοῦ κυρίου, ᾧ καὶ εἶπεν· "ἡμέτερος εἶ ἢ τῶν ὑπεναντίων;". 72 διακριτικὸς ὢν ὁ ἅγιος καὶ οὐ πρόχειρος γιγνώσκει, ὅτι καὶ ὁ ἀντίδικος πολλάκις "μετασχηματίζεται εἰς ἄγγελον φωτός". οὗτοι δὲ καὶ γαῦροι τυγχάνουσιν οὐκ ἀλαζονείαν προτιμῶντες, ἀλλὰ τῇ νίκῃ τῇ κατὰ τῶν ἐναντίων χαίροντες καὶ "ἀγαλλιώμενοι ἐν θεῷ". "ἢ μετὰ ἀρχόντων, ὧν πολὺς ὁ χρυσός, οἳ ἔπλησαν τοὺς οἴκους αὐτῶν ἀργυρίου." τῆς αὐτῆς ὄντα διανοίας καὶ τὰ νῦν προεκτεθέντα οἰκείως τῶι προσώπῳ τοῦ ἁγίου ἐκδεξώμεθα. οὐ γὰρ φιλάργυρος ὢν ἢ κόλαξ μετὰ πλουσίων διάγειν εὐκτέον ἡγεῖτ̣ο̣, ὅς γε τὴν πάντων τῶν κ̣τημάτων καὶ χρημάτων ἀπώλειαν γενναίως ἤνεγκεν πλοῦτόν τε οὐκ ἐδέξατο τῶν φίλων ἀκολάκευτος ὢν καὶ ἐλευθέραν ἔχων πρόθεσιν καὶ λόγον ἀσάλευτον, ὡς μετὰ τοιούτων ἀρχόντων ἐβούλετο αὐτῷ εἶναι τὴν διατριβὴν καὶ βασιλέων, οἳ τῷ πλούτῳ κεκοσμημένοι ἐτύγχανον. ἀγαθὸν πλοῦτόν τισιν οἰομένοις πεπλουτηκέναι γράφει ὁ θαυμάσιος Παῦλος· "ἤδη ἐπλουτήσατε· χωρὶς ἡμῶν ἐβασιλεύσατε· καὶ ὄφελόν γε ἐβασιλεύσατε, ἵνα καὶ ἡμεῖς ὑμῖν συνβασιλεύσωμεν." πολὺν γὰρ χρυσόν, ὃς δηλοῖ καθαρὰν νόησιν, οὗτοι κέκτηνται, 73 καθαροὶ καθαρῶς τῶι φωτὶ τῆς γνώσεως προσπελάζοντες. οὗτοι δ' αὐτοὶ καὶ τῷ ἀναλόγῳ τῆς φύσεως, οὐ τῷ προφορικῶι λόγῳ, τοὺς ἰδίους οἴκους ἐνέπλησαν, τὸν ἑαυτῶν̣ νοῦν κοσμηθέντες τῇ μετουσίᾳ