1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

85

ἀναφανῆναι τὴν ἐνοῦσαν ἀρετήν, σοφία αὐτοῖς ἔσται. 338 ····· ····· ·····υ̣σ̣ιν φρονη ····· ····· ···α̣ι̣ τὸ ἐπέχειν πε····· ····· ···, καθὰ ἐν Παροιμίαις λέγεται· "ἀνοήτῳ ἐπερωτήσαντι σοφίαν σοφία λογισθή σεται." ὅταν γ̣άρ τις ἐπιγνῷ, ὅτι χρῄζει παιδευμα´̣των καὶ διδασκάλου τοῦ φωτ̣ίζοντος, ἀποβήσεται αὐτῷ εἰς σοφίαν. ὥσπερ γὰρ ὁ λέγειν δυνάμενος περὶ σοφίας καὶ διδα´̣σκ̣ειν σοφός ἐστι καὶ διδάσκαλος, οὕτως ἀπὸ μέρους σοφός ἐστιν ὁ δυνάμενος ἐρωτῆσαι ἃ δεῖ ἐρωτῆσαι. "ἀνόητον" δ' αὐτὸν εἶπεν οὐχ ὡς πάντῃ ἐστερημένον, ἀλλ' ὡς ἔχοντά τι ἐλλεῖπον. ὅμοιον τῷ "εἴη δὲ ὑμῖν κωφεῦσαι" τὸ "καιρὸς τοῦ σιγᾶν" - - - #6επι "καιρὸς" δὲ "τοῦ λαλεῖν". ἀκούσατε ἔλεγχον στόματός μου, κρίσιν δὲ χειλέων μου προσέχετε. στόμα καὶ χείλη ἀντὶ τοῦ λόγου φησίν. ἐλέγχει δὲ ὁ ἅγιος ὡς ἅγιος καὶ κρίνει ὡς πρέπει αὐτῷ· ἐπιστημονικῶς καὶ νομίμως χρῆται τῷ ἐλέγχῳ καὶ τῇ κρίσει· οὐ γὰρ ἄκαιρον ἔλεγχον ἔχει ὁ δίκαιος οὐδὲ ψευδῶς τοῦτο ποιεῖ, ἀλλὰ κεκριμένως. "στόμα γὰρ δικαίου μελετήσει σοφίαν καὶ ἡ γλῶσσα αὐτοῦ λαλεῖ κρίσιν. ὁ νόμος τοῦ θεοῦ αὐτοῦ 339 ἐν καρδίᾳ αὐτοῦ, καὶ οὐχ ὑποσκελισθήσεται τὰ διαβήματα αὐτοῦ." ὅτι γὰρ ὁ νόμος τοῦ θεοῦ ἐν τῇ καρδίᾳ τοῦ δικαίου ἐστίν, σοφίαν μελετᾷ καὶ τὰ διαβήματα οὐχ ὑποσκελίζονται, ὅ ἐστιν «αἱ πορευτικαὶ τῆς ψυχῆς δυνάμεις». τοιοῦτόν τι καὶ σημαίνει τὸ τῶν Παροιμιῶν λόγιον "λογισμοὶ δικαίων κρίματα". τῶν δὲ λογισμῶν τοιούτων ὄντων ἀκολουθεῖ καὶ τὸν λόγον εἶναι τοιοῦτον· "ὁ γὰρ ἀγαθὸς ἄνθρω πος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς #6καρδίας προφέρει τὸ ἀγαθόν." πότερον οὐκ ἔναντι κυρίου λαλεῖτε, ἔναντι δὲ αὐτοῦ φθέγγεσθε #6δόλον, ἢ ὑποστελεῖσθε; ἀπὸ τῆς συνειδήσεως αὐτῶν ἀπάρχεται τοῦ ἐλέγχου διδάσκων αὐτούς, ὅτι πᾶν ὃ προφέρουσιν ὁρῶντος τοῦ θεοῦ φθέγγονται· ἀλλὰ καὶ τὸν δόλον ὡς κατέναντι αὐτοῦ προφερόμενον αὐτοῖς ἀπαγγέλλει διορθώσεως ἕνεκεν, ἵνα παύσωνται τῆς τοιαύτης διαθέσεως ὡς ἔχοντες τὸν ἐφορῶντα κύριον. καὶ τῆς τόλμας οὖν αὐτοὺς ἀποκωλύει, ὅτι καθάπερ ἄνθρωπον ὑπεστέλλοντο τὸν θεὸν κρύπτοντες τὸν δόλον καὶ ἐναντίον αὐτοῦ φθεγγόμενοι. δόλον δὲ 340 ξα. 11··ν̣με̣··νοι ξα. 10 χρήσιμα τὰ ῥήματα πρὸς τοὺς ψευδομένους καὶ δόλῳ χρωμέν̣ους, περὶ ὧν καὶ ∆αυὶδ λέγει· "τῶν λαλούντων εἰρήνην μετὰ τῶν πλησίον αὐτῶν, κακὰ δὲ ἐν ταῖς καρδίαις αὐτῶν." ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς. λέγοι ἄν τις ὅτι «πῶς ο̣ἷς εἶπεν ἄρτι τὸ "ὑμεῖς δέ ἐστε ἰατροὶ ἄδικοι" καὶ "πότερον οὐκ ἀπέναντι κυρίου λαλεῖτε, ἔναντι α δὲ αὐτοῦ φθέγγεσθε δόλον;" λέγει νῦν· "ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε";» πρὸς ὃ λε̣κτέο̣ν, ὅτι ἕκαστος τῶν ἁμαρτανόντων ἡδονῇ θελγόμενος τὸν ἔφορον τοῦ θεοῦ ὀφθαλμὸν οὐχ ὑπείδεται. ἐπὰν δὲ δίκαιος καὶ σοφὸς ἀνὴρ ἢ καὶ ἄλλος οὐ τοιοῦτος προκαλῆται τὸ συνειδὸς τοῦ ἁμαρτάνοντος ἐνάγων αὐτὸν εἰς τὸ διακεῖσθαι, ὅτι ὁρᾷ ἑκάστου τὰ ἐνθυμήματα ὁ θεός, πλήττει αὐτὸν εἰς συναίσθησιν. τοῦτ' οὖν αὐτὸ ποιεῖ ὁ ἅγιος λέγων· "ὑμεῖς δὲ αὐτοὶ κριταὶ γένεσθε. καλόν γε, ἐὰν ἐξιχνιάσῃ ὑμᾶς." οἱ γὰρ συνειδότες ἑαυτοῖς σφάλματος οὐδ' ὑπὸ δικαίου ἀνδρὸς ἐραυνηθῆναι βούλονται, μή τί γε δὴ τοῦ θεοῦ· ἁγίων γὰρ τοιοῦτόν ἐστιν κατὰ τὸν ∆αυὶδ λεγόντων· 341 "πύρωσον τοὺς νεφρούς μου καὶ τὴν καρδίαν μου." εἰ γὰρ τὰ πάντα ποιοῦντες προστεθήσεσθε αὐτῷ, οὐθὲν ἧσσον ἐλέγχει ὑμᾶς. «κἂν τὰ πάντα ποιήσαντες ἃ δεῖ ποιῆσαι προστεθῆτε αὐτῷ»-ἀντὶ τοῦ «οἰκεῖοι αὐτοῦ καταστῆτε»-, «ὑπόκεισθε πάλιν ἐλέγχῳ δι' ἀγνοήματα.» τοῦτο γοῦν ὁ μακάριος ἀπόστολος ἔλεγεν· «"οὐδὲν ἐμαυτῷ σύνοιδα, ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι." ἐγχωρεῖ με γὰρ παριδεῖν τι τῶν ἀγνοημάτων, καὶ οὐ δεδικαίωμαι δι' ἐκεῖνο. ὅσον δὲ δ̣οκῶ μηδὲν ἐμαυτῷ συνειδέναι, δοκῶ ἀνυπεύθυνος εἶναι. οὐκ ἐμο̣ῦ δὲ ἡ κρίσις δείκνυσίν με δεδικαιωμένον, ἀλλ' ἡ τοῦ θεοῦ.» βεβαιοῖ τὸ τοιοῦτον καὶ ὁ μακάριος ∆αυὶδ λέγων· "παραπτώματα τίς συνήσει; ἐκ τῶν κρυφίων μου καθάρισόν με." καὶ γὰρ τῷ ὄντι ἁμαρτήματα μὲν