1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

19

ἀνθρωπίνην ἀσθένειαν. τοῦτο αὐτὸς ὁ σωτήρ φησιν· "καλὸν ἦν αὐτῷ εἰ οὐκ ἐγεννήθη ὁ ἄνθρωπος ἐκεῖνος", καὶ ἐν τῷ Ἐκκλησιαστῇ δείκνυται· "ἀγαθὸς ὑπὲρ τοὺς δύο τούτους ὃς οὔπω ἐγένετο." τῷ δὲ μήπω γεγεννημένωι κατὰ τήνδε δηλονότι τὴν γέννησιν εἰ ἀγαθὸν συμβαίνει, οὐκ ἀ νυποστάτως συμβαίνει. "ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι." αὕτη ἡ εὐχὴ ὑπὲρ λύσεως τῆς αἰτίας τῶν συμβάντων, κακῶν μὲν τοῖς παρ' ἑαυτοὺς εἰς τὴν ὁδὸν ἐλθοῦσιν τῆς γενέσεως, πόνων δὲ τοῖς δι' ἑτέρους. εὔχεται οὖν κατάρᾳ ὑποπεσεῖν τὴν τῶι ὄντι ἀξίαν κατάρας αἰτίαν τοῦ ἀνθρωπίνου συμπτώματος, ἵνα καὶ οἱ ἐν αὐτῇ γιγνόμενοι ἐπιγνόντες ὅτι κατάρας ἐστὶ πλήρης φύγωσι ταύτην ὡς θεοῦ καταρωμένου. εὖ δὲ καὶ τὸ συνάψαι τῶι καταρωμένῳ θεῶι οὐχ ἑτέραν ἐνέργειαν αὐτοῦ ἀλλὰ τὴν κατὰ τὴν οἰκονομίαν. οὐκ εἶπεν γάρ· "ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος τὴν ἡμέραν ἐκεί63 νην" καὶ ἐπήγαγεν «ὁ δημιουργός» ἢ «ὁ διδάσκων»-οὐ καὶ ταῦτα ἕπεται, ἀλλ' "ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι". ἐπεὶ γὰρ ὁ διάβολος ο καὶ κῆτος εἴρηται αἴτιος τῆς πτώσεως τῶν ἀνθρώπων γεγονώς, ὑπὲρ δὲ ταύτης, ἵνα λυθῇ, τὴν εὐχὴν ἀναφέρει, ἀκολούθως τῇ προφητείᾳ χρῆται, ὡς "καταργηθήσεται ὁ τὸ κράτος ἔχων τοῦ θανάτου διάβολος," καὶ γὰρ τοῦτον προεῖδεν τῆι καθαρότητι τῆς ψυχῆς ὑπὸ τοῦ ἁγίου πνεύματος κινούμενος ὡς καὶ τοῖς ἁγίοις δοθῆναι ἐξουσίαν "πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ", ἵνα καὶ οἱ ἄλλοι ἐκ τούτων ἀνανήψαντες ἀπαλλαγῶσι τῆς ἀντεχούσης ἁμαρτίας ὡς διὰ τὸ προκόψαι ἐν ἀρετῇ ἀκοῦσαι· "ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις λέοντα καὶ δράκοντα", ὅς ἐστιν ὁ διάβολος. εἴρηται γὰρ περὶ αὐτοῦ· "ὁ ἀντίδικος ἡμῶν διάβολος ὥστε λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ", καὶ πάλιν· "συνέτριψας τὰς κεφαλὰς τοῦ δράκοντος." καλῶς δὲ τὸ "ὁ μέλλων" εἴρηται, δηλοῦν τὸ κατὰ τὴν ἐνανθρώπησιν. οὐ γὰρ ἥρμοζε γυμνῇ θεότητι καταργῆσαι τὸν διάβολον, ἀλλὰ διὰ τούτου ναοῦ τοῦ λόγου γεγενημένου, ὃς ἐκ σπέρματος 64 τοῦ ἀπατηθέντος καὶ βλαβέντος ὑπὸ διαβόλου γεγένηται. καύχημα γὰρ αὐτῷ ἦν εἰ γυμνῇ θεότητι χειρωσάμενος αὐτὸν ὑπῆρχεν. τὰ διάφορα δὲ ὀνόματα τοῦ διαβόλου ἐνεργείας αὐτοῦ διαφόρους, οὐκ οὐσίας δηλοῖ. διάβολος γὰρ καὶ ἀντικείμενος καὶ πονηρὸς καὶ λέων καὶ δράκων καὶ ὄφις καὶ κῆτος διὰ τὸν τρόπον λέγεται, διαφόρως αὐτοῦ τὴν κακίαν ἐνεργοῦντος, ὅπερ ἀνατρεπτικόν ἐστιν τοῦ Μανιχαϊκοῦ δόγματος. "σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης καὶ μὴ ὑπομείναι καὶ εἰς φωτισμὸν μὴ ἔλθοι, καὶ μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα." τὰ ἐν τῇ ἡμέρᾳ τετάρτῃ γεγενημένα ἄστρα-ταὐτὰ ἄχρι τῆς συντελείας-πάσης ἐστὶν νυκτὸς καὶ οὐ τῆσδε μὲν τάδε, τῆσδε δὲ τάδε, ὥστε τὸ "ἐκείνης" προσκείμενον τῆς ἱστορίας ἡμᾶς ἀπάγει· οὐ γὰρ μία νὺξ ἰδικῶς ἕτερα ἄστρα ἔχει, ἵνα καὶ περὶ αὐτῶν λεχθῇ ὅπως σκοτωθῶσιν. ἄλλως δέ, πῶς οὐκ ἀπᾷδον ἀνδρὸς σοφοῦ τὸ εὔχεσθαι σκοτωθῆναι ἄστρα ἃ ὁ θεὸς εἰς τὸ φαί νειν ἐποίησεν τοῦτό τε εὔχεσθαι διὰ τὰ περιστατικὰ τὰ αὐτῶι συμβάντα, ὅπερ τῆς ἀνδρείας αὐτοῦ ἐστιν καθαιρετικόν. διόπερ ἀνακτέον αὐτὰ κατὰ τὰ προ65 αποδοθέντα. εὔχεται οὖν ὁ ἅγιος μὴ αἱρετὰ λογίζεσθαι τοὺς ἀνθρώπους τὰ μὴ ὄντα αἱρετά. ἐπειδὴ αἱ ψυχαὶ αἱ φιλαμαρτήμονες ἔχουσί τινα τὰ πρὸς κακίαν χειραγωγοῦντα, ἢ διδασκαλίαν τῶν κακῶν ἢ λογισμοὺς εἰς ταῦτα ἄγοντας, ἅπερ φῶς ἀπ' αὐτοῦ λέγεται διὰ τὸ τρόπον τινὰ προκοπὴν εἰς κακίαν ἐνποιεῖσθαι, εὔχεται ταῦτα μὴ συνδραμεῖν μηδὲ ὑπόθεσιν εἶναι τοῖς ἐπὶ κακίαν χωροῦσιν, λέγων· "σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης", νυκτὸς λέγων τῆς ὁδοῦ τῆς εἰς τὴν ἀνθρωπίνην κατάστασιν. μηδὲν φαινέσθω ταῖς ψυχαῖς λαμπρὸν μηδὲ χειραγωγοῦν ἐπ' αὐτήν, ἵνα πολλῶν δεσμὸς γένηται κακῶν ἐν αὐτῇ. αὐτὴ μὴ ἔστω παράμονος ἀποστραφέντων αὐτὴν λοιπὸν τῶν λογικῶν διὰ τὸ ἀφώτιστον, ὅ ἐστιν διὰ τὸ μὴ