5
ἐπεὶ καὶ αὐτοὶ "παρεστήκασιν ἐνώπιον τοῦ κυρίου" ἐλθόντος καὶ τοῦ διαβόλου μετ' αὐτῶν μεθ' ὑποκρίσεως, εἰκότως θεῷ τὴν περὶ τῆς παραστάσεως αὐτοῦ κρίσιν συνενέβαλον, ὃ καὶ γέγονεν. αὐτὸς γὰρ ὁ θεὸς πρὸς αὐτὸν τὰ ἑξῆς φησιν. "καὶ εἶπεν ὁ κύριος τῷ διαβόλωι· πόθεν παραγέγονας;" τοῦτο εἶπεν αὐτῷ, ὅπως ἀκούοντες νοήσωμεν τό· "πόθεν παραγέγονας;" οὗτοι οἱ ἄγγελοι οἱ ἡμέτεροι ὑπηρεσίας θείας πρὸς ἐμοῦ ποιεῖν προσταττόμενοι ταύτας ἐκτελοῦντες παρεστήκασίν μοι αὐτὸ τοῦτο ἀντὶ παραστάσεως ἐνεργοῦντες-οὐ γὰρ τοπικὴ τούτων παράστασις· σὺ δὲ πόθεν; οὐ γὰρ ὑπάρχεις λειτουργὸς ἐμός. "πόθεν" οὖν "παραγέγονας"; ὅμοιον τούτῳ ἐκλήμψῃ τὸ εἰρημένον πρὸς τὸν Ἀδὰμ ὑπὸ θεοῦ· "Ἀδάμ, ποῦ εἶ;" ἠ῀̣ν ἐλεγκτικὸν τῆς ματαίας κινήσεως τοῦ διαβόλου τό· "πόθεν παραγέγονας;". "καὶ ἀποκριθεὶς ὁ διάβολος τῶι κυρίῳ εἶπεν· περιελθὼν τὴν γῆν καὶ ἐνπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι." εἰ ἦν ἐνθύμησις τοῦ διαβόλου ἡ πρὸς τὴν ὑπὸ θεοῦ ἐρώτησιν συστᾶσ̣α̣ ἐν αὐτῶι ἀπόκρισις, αὐτοῦ ἂν εἴη 16 πρὸς τοῦ θεοῦ ὁρωμένη. ὁ μὲν γὰρ θεὸς βουλόμενος λαλῆσαι γεννητῷ τὸ ἑαυτοῦ βούλημα τῇ ἐκείνου ἐντίθησι διανοίᾳ. διάβολος δὲ ἀποκρινόμενος τῶι κυρίωι οὐχ οὕτως ἀλλ' ὡς προαιρεῖται ἀποκρίνεσθαι λέγεται. τίς δὲ αὐτοῦ η῾̣ ἀπόκρισις, ἴδωμεν. "περιελθών", φησίν, "τὴν γῆν καὶ ἐνπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι". οὐ δεῖ ξενίζεσθαι, εἰ λεπτὸν ὑπάρχων πνεῦμα διέβη τοὺς προειρημένους τόπους. καὶ γὰρ οὐδ' ὁ θε ὸς ὡς ψευδόμενον αὐτὸν ἤλεγξεν. εὖ δὲ καὶ τὸ "περιελθών"· οὐ γὰρ περιέχων. περιέρχεται δὲ ὡς "ἀντίδικος ζητῶν τίνα καταπίῃ", ὅπως τοὺς μὲν ταῖς ὑποβολαῖς αὐτοῦ ταῖς πονηραῖς πειθομένους ἑλκύσῃ, τοὺς δ' ἀντιτείνοντας ἐξαιτήσηται, ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γεγένηται. ὅθεν οὐ βιάζεται οὐδὲ παρὰ δύναμιν ἡμῖν ἐπέρχεται. ὡς γὰρ δυναμένοις ἀντιστῆναι προστάττεται· "ἀντιστῆτε στερεοὶ τῆι πίστει", καί· "ἐὰν πνεῦμα τοῦ ἐξουσιάζοντος ἀναβῇ ἐπὶ σέ, τόπον σου μὴ ἀφῇς." ὅτι δὲ καὶ τὴν δύναμιν παρέχει ὁ θεὸς εἴρηται, ὃς δώσει "καὶ τὴν ἔκβασιν τοῦ δύνασθαι ὑπενεγκεῖν". σημειωτέον, δέ, ὅτι διάφοροι τόποι ἡ γῆ καὶ ἡ ὑπ' οὐρανόν εἰσιν, τῆς μὲν γῆς 17 ὑπὸ τὸν οὐρανὸν οὔσης, τῶν δὲ ὑπ' οὐρανὸν τόπων οὐ πάντως γῆς ὑπαρχόντων. κἀκείνους δὲ περιῄει τοὺς τόπους διάβολος ἐνευφραινόμενος "τοῖς πνευματικοῖς τῆς πονηρίας" δαίμοσιν. τούτους οὖν, φησίν, περιελθὼν πάρειμι, ὅπερ νοητέον οὕτως ὅτι· διὰ πάντων τούτων ἐλθὼν καὶ εὑρὼν τὸν μακάριον Ἰὼβ μὴ δυνάμενον δέξασθαί τι τῶν ἡμετέρων πάρειμι, ὅ ἐστι· δείκνυμι το`̣ κρυπτόν μου τῶι ἀναποδράστωι σου ὀφθαλμῶι βουλόμενος αὐτὸν ἐξαιτήσασθαι. "καὶ εἶπεν αὐτῷ ὁ κύριος· προσέσχες οὖν τῆι διανοίαι σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος ἄμεμπτος, ἀλη̣θινός, θεοσεβής, ἀπεχόμενος̣ ἀπὸ παντὸς πονηροῦ πράγματ̣ος." τό· εἶπεν ὁ κύριος τῶι διαβόλωι ὡσαύτως τοῖς φθάσασιν ἐκλημπτέον, οὐκ ἀπεμφαίνοντος, εἰ ὅπερ ὁ θεὸς βούλεται νοῆσαι τὸν διάβολον, ἐνιῆτ̣α̣ι πρὸς ἔλεγχον αὐτοῦ χαλεπώτατον, ὅτι οὐ παρῆκεν ὁ θεὸς δια̣νοούμενος. οὐ γὰρ ἀγνοητέον μὴ εἰκαίαν εἶναι τὴν τοῦ θεοῦ πρὸς τὸν διάβολον ὁμιλίαν· οὐδὲν γὰρ παρὰ τῷ τὰ ὅλα συστησαμένωι εἰκαῖον, ἀλλὰ καὶ τοῦτο πρὸς τὸ συμφέρον, ὅπως καταισχύνηται τῆι τοῦ δικαίου καὶ ἀμέμπτου ἀνδρὸς πα18 ραθέσει. "παῖδα" τὸν Ἰὼβ ὁ κύριος κέκληκεν κατ' ἀμφότερα τὰ σημαινόμενα· καὶ γὰρ θεράπων αὐτοῦ ὑπῆρχεν κατὰ τὸ εἰρημένον πρὸς τοῦ ψαλμῳδοῦ· "ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου", καὶ υἱὸς ἀπὸ τῆς θεραπείας καὶ γνησίας δουλείας τῆς τοῦ πνεύματος ἀξιωθεὶς χάριτος, καὶ λέγων καὶ αὐτὸς κατὰ τὸν σοφὸν Παῦλον· "αὐτὸ τὸ πνεῦμα συνμαρτυρεῖ τῶι πνεύματι ἡμῶν, ὅτι ἐσμὲν τέκνα θεοῦ." "ὁ" γὰρ "ποιῶν τὴν δικαιοσύνην ἐκ τοῦ θεοῦ γεγέννηται". ἐμφατικὸν δὲ καὶ τοῦ λογικὸν εἶναι τὸν διάβολον τὸ ῥηθῆναι· "προσέσχες τῆι διανοίᾳ σου"· λογικοῦ γὰρ οἰκεῖον τὸ διανοεῖσθαι. οὐκ ἐνταῦθα δὲ μόνον τοῦτο π̣ε̣ρὶ τοῦ διαβόλου εἴρηται, ἀλλὰ καὶ ἐν τῷ·