1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

6

"σὺ δὲ εἶπας ἐν τῆι διανοίαι σου· εἰς τὸν οὐρανὸν ἀναβήσομαι", ὅπερ ὡς εἴρηται παραστατικόν ἐστι τοῦ λογικὸν αὐτὸν εἶναι. γίνεται δὲ εἰ δὲ τὸ διανοεῖσθαι ἐπ' αὐτοῦ γίνεται, ζητητέον, μὴ ἄρα καὶ τὸ μετανοεῖν.

μετὰ γὰρ τὸ νοεῖν τὸ διανοεῖσθαι καὶ τὸ μετανοεῖν. καὶ ὡς ἐν τῇ βουλήσει αὐτοῦ κεῖται τὸ διανοεῖσθαι, μήποτε καὶ τὸ μετανοεῖν. ὁ δὲ ταῦτα μὴ διδοὺς ὁράτω, μὴ τὸν θεὸν αἴτιον τῆς κακίας αὐτοῦ λάθῃ τιθέμενος-εἰ γὰρ 19 οὐ κέκτηται λόγον καὶ νοῦν. εἰ δὲ καὶ ἐξήλλακται κατά τι, ἀλλὰ τῶι λογικὸς εἶναι κοινωνεῖ τοῖς ταύτης οὖσι φύσεως. εἰ γὰρ καὶ ἄνθρωποι θνητοί, ἀλλ' οὐ κατὰ τὸ θνητὸν τὴν κοινωνίαν εἶναί φαμεν, ἀλλὰ κατὰ τὸ λογικόν, ὅπερ κοινὸν καὶ ἀθανάτοις καὶ θνητοῖς ὑπάρχει. καὶ τὸ διανοεῖσθαι δὲ οὐ μόνοις σπουδαίοις ἢ μόνοις φαύλοις πρόσεστιν. ὡς γὰρ τὸ αἰσθήσει χρῆσθαι καὶ σπουδαίῳ καὶ φαύλωι κοινόν, ὅπερ ὁ μὲν σπουδαῖος καλῶς μεθοδεύων οὐ κέχρηται αὐτῶι κατὰ τὸν φαῦλον ἀναβλέποντα εἰς τὸν οὐρανὸν καὶ θεοποιοῦντα τοῦτον, οὕτω καὶ τὸ διανοεῖσθαι· ἐν σπουδαίωι καὶ φαύλωι εὑρισκόμενον κατὰ τὴν χρῆσιν ἐξήλλακται. "προσέσχες οὖν", φησί, "τῆι διανοίᾳ σου κατὰ τοῦ παιδός μου Ἰώβ, ὅτι οὐκ ἔστι κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς". οὐ μάτην δὴ πρόσκειται· "τῶν ἐπὶ γῆς." εἰσὶν γὰρ κατ' αὐτὸν καὶ ὑπὲρ αὐτὸν λογικὰ ὑπὲρ γῆν τυγχάνοντα. οὐ γὰρ ταὐτὸν τὸ εἰπεῖν· «οὐκ ἔστιν κατ' αὐτόν» τῶι εἰπεῖν· "οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς". πῶς γὰρ οὐχ ὑπερβάλλων ἅπαντας τοὺς ἐπὶ γῆς ἐτύγχανε τοῦ θεοῦ τῶν ὅλων αὐτῷ μαρτυροῦντος ἐν τῷ· "ἄνθρωπος ἄμεμπτος, ἀληθινός, θεοσεβής, ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ 20 πράγματος". ἀπέχεται δὲ κυρίως κακίας ὁ πεφυκὼς αὐτὴν δέχεσθαι. τότε γὰρ καὶ ὁ ἔπαινος χώραν ἔχει, ὅτε δυνάμενος εἶναι φαῦλος ἀπέχεται κακίας μίσει τῶι πρὸς αὐτήν. οὐ γὰρ πᾶς ὁ μὴ χρώμενος κακίᾳ ἀπέχεσθαι ταύτης λέγεται· τὰ γὰρ βρέφη ταύτῃ μὴ χρώμενα οὐκ ἂν εἴποι τις κυρίως ἀπέχεσθαι κακίας· ὁ γὰρ τοῦτο ἐνεργῶν κρίσει καὶ λόγῳ τοῦτο ποιεῖ. τὰ δὲ κακίας καὶ ἀρετῆς αἰτεῖ ἐπιτηδειότητα. καὶ οὐκ ἄν τις εἴποι τὸ βρέφος ἀκολασίας ἀπέχεσθαι ἢ σωφρονεῖν· οὔπω γὰρ εἰς τὴν τούτων ἥκει διάκρισιν. διαλαβόντες δὲ περὶ τούτων ἐν τοῖς φθάσασιν, ὅτε καὶ τὰ ἀπὸ τοῦ πρώτου ψαλμοῦ παρετιθέμεθα, εἶναι κατ' αὐτὸν θεοσεβῆ ταῦτα ἠλέγξαμεν. ἐκεῖνος γὰρ τῶι ὄντι θεοσεβής ἐστιν ὁ το`̣ν σεβασμοῦ βίον σέβων, τῶν τὰ μὴ σεπτὰ σεβομένων ἀσεβῶν τυγχανόντων. πρόσεστι δὲ τῶι μακαρίωι και`̣ τὸ "ἀληθινὸν" κατά τε θεωρίαν τῆς ἀληθείας καὶ τὸ ἐν τοῖς ἠθικοῖς ἀνυπόκριτον· οὐ γὰρ ὁ διά τι τὴν ἀρετὴν ἐπιτηδεύων ἀληθινός ἐστιν. "ἀπεκρίθη δὲ ὁ διάβολος καὶ εἶπεν ἐναντίον τοῦ κυρίου." δυνατὸν πιθανῶς εἰπεῖν εἰς τό· "ἐναντίον τοῦ κυρίου", ὅτι ἐναντίως τῆι μαρτυρίαι τοῦ θεοῦ εἶπεν φιλόκα21 κος ὢν ἢ ὅτι θρασέως ἐνενόησεν· ἀναίσχυντον γὰρ ἡ κακία. οὕτω γοῦν καὶ ἃ ἐπιφέρει ἀπὸ φιλοκάκου γνώμης προφέρει τῆς τοῦ δικαίου ἐλαττωτικὰ ἀρετῆς. τί γάρ φησιν; "μὴ δωρεὰν σέβεται Ἰὼβ τὸν κύριον; οὐ σὺ περιέφραξας τὰ ἔξω αὐτοῦ καὶ τὰ ἔσω τῆς οἰκίας αὐτοῦ καὶ τὰ ἔξω πάντων τῶν ὄντων αὐτῷ κύκλῳ; τὰ ἔργα τῶν χειρῶν αὐτοῦ εὐλόγησας καὶ τὰ κτήνη αὐτοῦ πολλὰ ἐποίησας ἐπὶ τῆς γῆς." ἴδιον τῶν φιλοκάκων καὶ πρὸς ἀρετὴν ἀπεχθανομένων τὸ μὴ λογίζεσθαι γνήσια τὰ καλὰ τῶν πέλας, ἀλλὰ πάντως λέγειν, ὡς ὅδε τις δίκαιός ἐστιν δι' ἀδυναμίαν τοῦ ἀδικεῖν, ὅδε τις σώφρων διὰ τὴν καλουμένην ἠλιθιότητα, ὅδε πρὸς χρήματα καὶ πορισμοὺς οὐκ ἔχει διὰ τὸ πρὸς ταῦτα ἀνεπιτήδειον, ἐσθότε καὶ τὸν πρᾶον ὑποκριτὴν λογιζομένους, καὶ ὅλως οὐδεὶς φαῦλος ἀποδέχεταί τινος ἀρετὴν ὡς γνησίαν. ταύτης ἀρχηγὸς ὢν τῆς κακίας ὁ διάβολος τοιαῦτα ἐννοῶν περὶ τοῦ Ἰὼβ ἐφανέρου αὐτὰ τῷ τὸ κρυπτὸν ἐπισταμένωι λέγων, ὡς διὰ τὰ ἐκτὸς ἀγαθὰ δίκαιός ἐστιν ὁ Ἰώβ. τὸ δὲ "περιέφραξας" ἀντὶ ἀσφαλείας αὐτῶι εἴρηται ἔμφασιν παρέχοντος, ὡς διὰ ταῦτα ἀκαθαίρετός ἐστιν καὶ ἔφοδον οὐκ ἔχει, τὴν 22 πληθὺν τῶν ἀδιαφόρων αἰτίαν αὐτῷ