1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

7

τῆς ἀρετῆς εἶναι λογιζόμενος, ὅπερ οὐ καλῶς λέγων ἠλέγχθη. καὶ τούτων γὰρ ἀφαιρεθεὶς ἔμεινεν ὁμοίως ἀήττητος. καὶ τῷ ὄντι πλούτου περιουσία πρὸς μὲν τὸν καλῶς αὐτῆι χρώμενον συντελεῖ τι πρὸς ἀρετήν, αὐτὴ δὲ καθ' αὑτὴν οὐδὲν εἰς τοῦτο συμβάλλεται. καὶ ἔδειξεν ὁ μακάριος Ἰὼβ καὶ ἐν πενίᾳ καὶ ἐν πλούτωι τὴν ἀρετὴν ἀδιάστροφο̣ν. "ἀλλὰ ἀπόστειλον τὴν χεῖρά σου καὶ ἅψαι πάντων ὧν ἔχει· εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει." χεῖρα αὐτοῦ καλεῖν ἐκλημπτέον α διαφόρως ἢ τὴν κολαστικὴν καὶ εἰς τοῦτο ὑπηρετικὴν δύναμιν, ἅπερ "σκεύη ὀργῆς" ἡ θεία γραφὴ ὀνομάζειν εἴωθεν, ἢ τὴν σκεπαστικὴν καὶ φρουρητικη`̣ν δύναμιν καθὸ εἴρηται· "οὐδεὶς δύναται ἁρπάσαι ἐκ τῆς χειρὸς τοῦ πατρός μου." δυνατὸν καὶ τὸν υἱὸν εἰς χεῖρα παραλαβεῖν σκέπουσαν κ̣αὶ στηρίζουσαν τοὺς ὑπ' αὐτὴν ὄντας καθὸ εἴρηται· "δεξιὰ κυρίου ὕψωσέν με, δεξιὰ κυρίου ἐποίησεν δύναμιν." τὸ δὲ "ἅψαι" μήποτε σημαίνει ἐνταῦθα τὸ κάθαψαι ἀντὶ τοῦ· ἐπάγαγε θλιβηρά. ἔχομεν γὰρ τοῦτο συνήθως ἐν τῆι γραφῇ φερόμενον. τὸ γάρ· "μὴ ἅψεσθε τῶν χρισ̣τ̣ῶν μου" οὐ τὴν ἁπλῆν ἁφὴν ἀπαγορεύει, ἀλλὰ τὴν κατὰ τῶν ἁγίων τόλμαν ἐπὶ κακώσει. καὶ τό· "ὁ ἁπτόμενος 23 ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ" ὁμοίως τὸν ἐπὶ τοῦ κακοῦν ἁπτόμενον σημαίνει. εἰ δὲ καὶ ἀποστάτης ὁ διά βολος γέγονεν καὶ "ἐνώπιον κυρίου παντοκράτορος ἐτραχηλίασεν", ἀλλ' οὖν ἔχει τι σέβας πρὸς τὸν δημιουργὸν τῶν ὅλων. φησὶν γάρ· "εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει", ἀντὶ τοῦ καταράσεται ἢ βλασφημήσει ταύτηι τῆι λέξει χρώμενος, ὅπως μὴ πρὸς θεὸν τὴν τραχυτέραν προσενέγκηται, ὡς προείρηται προφέρων. "τότε εἶπεν ὁ κύριος τῷ διαβόλωι· ἰδοὺ πάντα ὅσα ἔστιν αὐτῷ δίδωμι ἐν τῇ χειρί σου, ἀλλ' αὐτοῦ μὴ ἅψῃ." τὰ ἐκκείμενα παραστατικὰ τυγχάνει τοῦ μ̣ὴ ··· χωρὶς θείας συνχωρήσεως ὑποπίπτειν τινὰ πειρασμοῖς. φησὶν γὰρ ὁ θεός· "ἰδοὺ δέδωκα πάντα ἐν τῆι χε̣ιρί σου." ἵνα δὲ φανερὸν γένηται, ὅτι μέτρωι καὶ τὴν συνχώρησιν ποιεῖται, ἐπιφέρεται· "ἀλλ' αὐτοῦ μὴ ἅψῃ." ὅθεν οὔτε εἱμαρμένῃ αἱ περιστάσεις συμβαίνουσιν οὔτε ἐκ ταὐτομάτου, ἀλλ' ἐκ τῆς τοῦ θεοῦ συνχωρήσεως κατὰ μὲν τὰ ἤδη προκείμενα ἐπὶ ἀποδείξει τῆς ἀρετῆς τοῦ Ἰώβ, ἐσθότε καὶ καθ' ἑτέρας αἰτίας, περὶ ὧν ἐν τοῖς ἑπο μένοις εἰρηθήσεται. "καὶ ἐξῆλθεν ὁ διάβολος ἀπὸ τοῦ κυρίου." 24 κυριολεκτεῖται μᾶλλον ἐπὶ τοῦ διαβόλου, ὅτι ἔξω γίνεται τοῦ κυρίου, ὑπὲρ τὸν Κάιν. καὶ γὰρ περὶ ἐκείνου εἴρηται· "ἐξῆλθεν γὰρ Κάιν ἀπὸ προσώπου κυρίου τοῦ θεοῦ." τὸ δὲ ἐξελθεῖν τὸ ἀφάνταστον θεοῦ εἶναι αὐτὸν σημαίνει. καὶ οὗτος οὖν ἔξεισιν ἀεὶ τῶν ἔξω τυγχάνων, εἰ καὶ προσποιήτως ἦλθεν μετὰ τῶν παραστατῶν τοῦ θεοῦ. "καὶ ἦν ὡς ἡ ἡμέρα αὕτη, οἱ υἱοὶ Ἰὼβ καὶ αἱ θυγατέρες αὐτοῦ ἔπινον οἶνον ἐν τῆι οἰκίᾳ τοῦ ἀδελφοῦ αὐτῶν τοῦ πρεσβυτέρου." ἀκολούθως καὶ τῆς ἡμέρας μνημονεύει καὶ τῆς συνηλύσεως τῶν τέκνων, ἵν' οὕτω καὶ τὸ τοῦ θανάτου αὐτῶν γένηται πιστὸν ἀθρόως ὑφ' ἕνα καιρὸν ὑπὸ τὴν πτῶσιν τῆς οἰκίας ἀποθανόντων. κ̣·τ̣αχι̣_0__·__α0_1__ __τ_ ̣_ε1 ἐν̣ τῆι συνηθείαι πολλάκις · γρ̣αφη̣, τῶν πολλῶν ὡς γὰρ ἐπὶ τὸ π̣λεῖ στον τοὺς συνερχομένους εἰς τοιαύτας συνόδους πίνειν οἰομένων, οὐ μόνον πινόντων δ' αὐτῶν ἀλλὰ καὶ ἐσθιόντων καὶ λεγόντων ὡς ἐν συνελεύσει. καὶ κατ' ἀλληγορίαν τὰ προκείμενα συνεπίσκεψαι, μήποτε "οἶνον" τὸν "εὐφραίνοντα καρδίαν ἀνθρώπου" ἐποτίζοντο παρὰ τοῦ πρεσβυτέρου ἀδελφοῦ καταρχομένου τῆς θείας παιδεύσεως. "καὶ ἰδοὺ ἄγγελος ἦλθεν πρὸς Ἰὼβ 25 καὶ εἶπεν αὐτῶι· τὰ ζεύγη τῶν βοῶν ἠροτρία καὶ αἱ θήλειαι ὄνοι ἐβόσκοντο ἐχόμεναι αὐτῶν. καὶ ἐλθόντες οἱ αἰχμαλωτεύοντες ᾐχμαλώτευσαν αὐτοὺς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίραις. σωθεὶς δὲ ἐγὼ μόνος ἦλθον τοῦ ἀναγγεῖλαί σοι." παρίσταται διὰ τούτων, ὡς τὰ τῆς ἐφόδου ἐν ἡμέραι συνέστη· "ἠροτρία" γὰρ "τὰ ζεύγη τῶν βοῶν καὶ αἱ ὄνοι ἐχόμεναι ἐβόσκοντο". ἄγγελον δὲ τὸν ἀγγέλλοντα ἐκδεκτέον καθὰ καὶ ἐν ταῖς Βασιλείαις