1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

8

ἀναγέγραπται. κατανοεῖν δὲ ἄξιον, ὅπως τὰ τῆς ἀπαγγελίας ἀθρόως γεγενημένα καὶ ἐκ τῆς διηγήσεως ἔχει τὸ βαρὺ καὶ πρὸς λύπην ὑπερβάλλουσαν ἐπιρ̣ρεπές· ἀροτριῶντα γὰρ τὰ ζεύγη̣ τῶν βοῶν αἰχμαλωτευθέντα διπλοῦν ἐργάζεται τὸ λυπηρόν, καὶ ἐκ τῆς τῶν ζῴων ζημίας προσαφαιρεθεισῶν και`̣ τ̣ω῀̣ν νομάδων ὄνων, αἵτινες̣ οὐ βραχείαν πρόσοδον παρει῀̣χο̣ν, καὶ ἐκ τῆς τῶν προσδοκωμε´̣νων ἐκ τῆς κατασπορᾶς πόρου τε καὶ περιουσίας προσθήκης. ἀνίας ὑπερβαλλούσης καὶ ἦν ἡ τῶν παίδων ὑπὸ τῶν αἰχμαλωτιζόντων σφαγὴ μετὰ τῶν̣ ἄλλων ἀπαγγελθεῖσα. ἱκανὰ μὲν οὖν, εἰ καὶ ψευδῶς ἀπηγγέλλετο, ἀθρόως ταράξαι. καὶ ὅμως χαλεπῶν τῶν συμβάντων ὑπαρ26 χόντων οὐδὲν ἐταράχθη ὁ ἅγιος. εἴρηται ἐν ἑνὶ τῶν ψαλμῶν περὶ ἁγίου· "ἀπὸ ἀκοῆς πονηρᾶς οὐ φοβηθήσεται. ἑτοίμη ἡ καρδία αὐτοῦ ἐλπίζειν ἐπὶ τὸν κύριον." εἰ δὲ καὶ κατὰ τὸν μακάριον Παῦλον εἶπεν· "τίς χωρίσει τὸν πιστὸν ἀπὸ τῆς ἀγάπης θεοῦ; οὐ θλῖψις ἢ στενοχωρία, οὐ διωγμός, οὐ λιμὸς ἢ μάχαιρα", ἀκολούθως ὁ ἀνδρειότατος Ἰὼβ ἀχώριστος τῆς τοῦ κυρίου ἀγάπης διετέλεσεν, τῶν τοσούτων ἐπιπόνων ἐπιρρηξάντων. καὶ γὰρ εἴποι τις ἄν, ὡς δυνατὸν ἦν τῶν ἀλόγων καταφρονῆσαι καὶ τῆς ἐξ αὐτῶν ἐργασίας. τὸ δὲ καὶ περὶ τῆς σφαγῆς τῶν παίδων ἀκηκοέναι καὶ ἀνδρείως ἐνεγκεῖν τοῦτο διαδείκνυσιν τὴν ἀνδρείαν τοῦ ἁγίου καὶ καρτερίαν. παρατηρητέον δέ, μήποτε καὶ ὁ διασωθεὶς μόνος, ἵνα ἀπαγγείλῃ, πρὸς πλείονα πειρασμὸν ἐσώζετο. εἰ γὰρ ἀνήκουστος ἦν διατελέσας τῶν συμβεβηκότων ὁ Ἰὼβ ἄχρι τῆς ἑλκώσεως τοῦ ἰδίου σώματος, τῶν μειζόνων ἀνιαρῶν παρόντων οὐχ οὕτως ἦσαν ἀηδῆ τὰ ἐλάττονα. "ἔτι τούτου λαλοῦντος ἦλθ̣εν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· πῦρ ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας κατέφαγεν ὁμοίως. καὶ σωθεὶς ἐγὼ μόνος ἦλθον τοῦ ἀναγγεῖλαί σοι." 27 τὸ ἀλλεπάλληλον τῆς τῶν ἀνιαρῶν ἀπαγγελίας τὴν περιττὴν καὶ θαυ μάσιον ἀνδρείαν τοῦ μακαρίου παρίστησιν. ὅρα γὰρ τὴν παρατήρησιν, ὡς "ἔτι λαλοῦντος" τοῦ τὰ πρότερα ἀπαγγέλλοντος ὁ δεύτερος ἐπιστὰς οὐ πρὸς θεράπειαν αὐτῶν ἐπέστη, ἀλλὰ πρὸς ἐπίτασιν ἀπαγγέλλων χαλεπώτερα, εἰωθότος τοῦ τοιούτου τρόπου τῆς τῶν ἀνιαρῶν ἀπαγγελίας ἀντιπεριάγειν τὸν λογισμὸν καὶ θολοῦν οὕτω καὶ ἐκταράττειν, ὡς ἔξω τῆς πρεπούσης καταστάσεως ποιεῖν πρὸς τὰ διάφορα τῶν λυπηρῶν περιελκόμενον. ἀλλ' ὁ ἁ´̣γ̣ι̣ο̣ς οὐκ ἦν τοιοῦτος. ἀλλ' ὡς ἄρρηκτον τεῖχος πλείστων ὅσων ἐπιρραξάντων τῶν ἑλεῖν αὐτὸ δυναμένων ἔμεινεν ὁμοίως ἀκλόνητον, οὕτως ὁ ἅγιος Ἰὼβ "ἐπὶ τὴν" σωτήριον "πέτραν" ἔχων "τὸν θεμέλιον" ἐπελθόντων τῶν πειρασμῶν οὐκ ἐκλονήθη. ἄξιον δὲ θεάσασθαι καὶ τὰ τῆς ἀπαγγελίας τοῦ δευτέρου, πῶς εἰς ἐπίτασιν ἐγείρει τὴν ἀνίαν. "πῦρ", φησίν, "ἔπεσεν ἐκ τοῦ οὐρανοῦ καὶ κατέκαυσεν τὰ πρόβατα καὶ τοὺς ποιμένας ἔφαγεν ὁμοίως." εἰ γὰρ καὶ ὁ ἅγιος τὰ δόγματα τῆς ἀληθείας ἠκριβωκὼς ἐγίγνωσκεν, ὡς οὐκ ἄνευ θεοῦ ἡ τῶν πειρασμῶν ἐπιτροπὴ γέγονεν, ἀλλὰ 28 μεγίστην αὐτῶι ἔφερεν τὸ γιγνόμενον λύπην διὰ τοὺς σκανδαλιζομένους ὡς καὶ θεοῦ κατ' αὐτοῦ χωροῦντος. τὸ γὰρ τοὺς αἰχμαλωτίζοντας ἐπελθόντας ἀφαιρῆσαί τε τὰ κτήνη καὶ τοὺς παῖδας κατασφάξαι ἐδύναντο λογίζεσθαι οἱ ἁπλούστεροι, ὡς νόμωι πολεμίων ἐπελθόντων τῶν αἰχμαλωτιζόντων ἀταξίᾳ καὶ πρὸς ἔχθραν τοῦτο ποιούντων οὐκ ἀπὸ θεοῦ τὸ γιγνόμενον ἦν. ὅτε δὲ πῦρ ἀπήγγελται ἀπ' οὐρανοῦ κατεληλυθός, δέος ἦν, μή τις λογίσηται τῶν ἀσθενῶν, ὡς οὐδὲν θαυμαστὸν ἡ ἀρετὴ καὶ παρὰ θεοῦ τιμωρουμένου τοῦ ταύτην ἔχοντος. ἀλλὰ καὶ τούτου συμβάντος ὁ ἅγιος οὐκ ὤκλασεν ὅλος τῆς τοῦ θεοῦ κατανοήσεως γιγνόμενος. οὐδὲ γὰρ ὁ διάβολος ἐξουσίαν ἔχει πῦρ ἀπ' οὐρανοῦ καταγαγεῖν, ἀλλὰ θείᾳ κρίσει τοῦτο γεγένηται, ὅπως παραστήσῃ τῶι διαβόλῳ ὁ δεδωκὼς αὐτῶι τὴν ἐξουσίαν τῶν τοῦ Ἰὼβ θεός, ὡς ὅτι οὐδενὸς μέλει τῶι μακαρίωι τῶν ἀνθρωπίνων, κἂν πολλὰς πλέκῃ μηχανάς. ἰδοὺ γὰρ καὶ τὸ παρ' αὐτοῦ γενέσθαι μὴ δυνάμενον ὁ