1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

9

θεὸς πεποίηκεν, ἵνα τὸ μέγεθος τοῦ ἀθλητοῦ παραστήσας ἐλέγξῃ τὸν ἀντικείμενον, γενναίως φέροντος τοῦ Ἰὼβ οὐ μικράν τινα καὶ εὐτελῆ προσβολήν, ἀλλ' ἑ29 πτακισχιλίων προβάτων φθορὰν καὶ μετὰ τῶν ποιμένων οὐκ ὀλίγων δηλονότι τυγχανόντων. ἐφυλάττετο δὲ πάλιν ὁ μηνύων δι' ἣν προειρήκαμεν αἰτίαν. "ἔτι τούτου λαλοῦντος ἦλθεν ἕτερος ἄγγελος καὶ εἶπεν πρὸς Ἰώβ· οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς καὶ ἐκύκλωσαν τὰς καμήλους καὶ αἰχμαλώτισαν αὐτὰς καὶ τοὺς παῖδας ἀπέκτειναν ἐν μαχαίρᾳ. ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀναγγεῖλαί σοι." ἴσως στρατόπεδον ἦν ἐν τῆι χώραι, ὅπερ ἐπῆλθεν εἰς τρεῖς ἀρχὰς διῃρημένον κατὰ τῶν καμήλων. ὡς γὰρ εὔγνωστόν φησιν· "οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς." ἐνδέχεται δὲ καὶ συνεχῆ καταδρομὴν ἱππέων πολεμί ων γιγνομένην τότε καὶ ὑπὸ τῆς διαβολικῆς ὑποβολῆς κεκινῆσθαι καὶ οὕτως διὰ τὸ ἐξ ἔθους γίνεσθαι εἰρηκέναι τὸν ἀγγέλλοντα· "οἱ ἱππεῖς ἐποίησαν ἡμῖν κεφαλὰς τρεῖς." οὐ μόνον τὰς καμήλους ἀφήρπασαν, ἀλλὰ καὶ τοὺς παῖδας ἀπέκτειναν. ἐπίστησον δέ, ὅπως ἐν τάξει τινὶ ἀνιαρωτέρα ἡ τῶν πειρασμῶν γίνεται συνέχεια. πρῶτα μὲν γὰρ αἰχμαλωτίζεται τὰ ζεύγη τῶν βοῶν ὄντα πεντακόσια καὶ αἱ θήλειαι ὄνοι νομάδες πεντακόσιαι, 30 ἔπειτα πῦρ κατὰ τῶν προβάτων ἑπτακισχιλίων ὄντων ἀπ' οὐρανοῦ κατενεχθὲν χαλεπώτερον ἐποίει τοῦ φθάσαντος τὸ πάθος. τρίτον οἱ κάμηλοι τρισχίλιοι ὄντες ἀφῃρέθησαν καὶ τῶν παίδων σφαγιασθέντων ὡς καὶ ἐπὶ τῶν πρότερον, πρᾶγμα πολυτελὲς καὶ περιουσίας οὐκ εὐκαταφρονήτου γνώρισμα. μετὰ ταῦτα τῶν τέκνων ἀθρόος θάνατος, ὡς ἐν τοῖς ἐκτεθησομένοις ἔσται φανερόν. καὶ γὰρ εἰ πρότερον ὁ τῶν παίδων θάνατος ἠγγέλλετο, κοῦφα πάντα ἦν τὰ φθάσαντα. ὅτε δὲ κατ' ἐπίτασίν τινα λύ πης συνέβαινεν, τὸ ἀλλεπάλληλον αὐτῶν δριμὺ καὶ ταράξαι διάνοιαν ἱκανώτερον, ὅπερ καὶ ὁ διάβολος πονηρῶς πεποίηκεν ἐξαιτησάμενος. καὶ κατῃσχύνθη πρὸς μηδὲν τοῦ ἁγίου κναμφθέντος τὸν λογισμόν. "ἔτι τούτου λαλοῦντος ἄλλος ἄγγελος ἔρχεται λέγων τῷ Ἰώβ· τῶν υἱῶν καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων παρὰ τῶι ἀδελφῷ αὐτῶν τῷ πρεσβυτέρῳ, ἐξαίφνης πνεῦμα μέγα ἐπῆλθεν ἐκ τῆς ἐρήμου καὶ ἥψατο τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ ἔπεσεν ἡ οἰκία ἐπὶ τὰ παιδία σου καὶ ἐτελεύτησαν. ἐσώθην δὲ ἐγὼ μόνος καὶ ἦλθον τοῦ ἀπαγγεῖλαί σοι."

31 οὐ μάτην πρόσκειται τό· "τῶν υἱῶν σου καὶ τῶν θυγατέρων σου ἐσθιόντων καὶ πινόντων", ἀλλὰ πρὸς ἐπίτασιν ἀνίας καὶ τοῦτο τοῦ ἀρχεκάκου διαβόλου πραγματευομένου, ἵνα ἡ τῶν η γεγενημένων ἀπαγγελία βαρεῖα γινομένη λύπην ὑπερβάλλουσαν τῶι ἁγίῳ ἐνποιῇ. κοιμωμένων γὰρ τῶν τέκνων εἰ συμβεβήκει τὰ τῆς πτώσεως, ἀνεπαίσθητον τὸ δεινὸν λογι ζόμενος οὐχ οὕτως ἠνιᾶτο. ὁπότε δὲ καὶ πρὸς θεραπείαν ἀναγκαίαν τοῦ σώματος ἀναστρεφομένων ἐπῆγε τὸν πειρασμόν, τοῦτο ἔχει τὴν λύπην χαλεπωτέραν. καὶ γὰρ οὐκ ἔστιν ἀμφίβολον, ὡς παρεστηκότες πλεῖστοι ὡς ἐν τοιούτωι κα̣ιρ̣ῶι ἐτύγχανον, ὧν οὐκ ἐμνήσθη ὁ ἀπαγγέλλων ἀρκούμενος τῶι ὑπερβάλλοντι τῶν τέκνων ἀηδεῖ ἔχ̣οντι καὶ τὸ περὶ τῶν παρεστώτων ἑπόμενον. καὶ γὰρ τὸ τοιοῦτο δι' ἔθους ἐστὶ τῆι γραφῆι· τοῦ γὰρ ςωτῆρος τοὺς πέντε ἄρτους κλάσαντος, ἐξ ὧν ἐκόρεσεν πεντακισχιλίους ἄνδρας, ὁ εὐαγγελιστὴς ἀπομνημονεύει λέγων· "χωρὶς γυναικῶν καὶ παιδίων", τοὺς προηγουμένους μόνους ἀριθμῶν. τί δὲ καὶ "τὸ πνεῦμά" ἐστιν τὸ "ἐπελθὸν ἐκ τῆς ἐρήμου καὶ ἁψάμενον τῶν τεσσάρων γωνιῶν 32 τῆς οἰκίας" καὶ καταβεβληκὸς αὐτήν, συνεπίσκεψαι, πότερον λαῖλαψ μεθ' ὑπερβολῆς κινηθεῖσα καὶ οὕτως ἐπιρράξασα τῆι οἰκίαι καὶ κατενεγκοῦσα ταύτην ἢ πνεῦμα τῶι διαβόλωι ὑπηρετούμενον ἢ αὐτὸς ὁ διάβολος. καὶ γὰρ οὗτος πνεῦμα μέγα, πονηρόν, ἁψάμενον τῶν τεσσάρων γωνιῶν τῆς οἰκίας καὶ κατενεγκὸν αὐτήν. καὶ γὰρ ἀμφοτέρως