10
δυνατὸν ζητουμένου τούτου, εἰ ὁ ἀπαγγέλλων ἐδύνατο εἰδέναι, ὅτι πνεῦμα ὑπηρετούμενον τῶι διαβόλωι ἦν τὸ τοῦτο πεποιηκὸς ἢ αὐτὸς ὁ διάβολος. εἰ δὲ λαῖλαψ εἶναι νοοῖτο τὸ πνεῦμα, οὕτως ἂν τοῦτο εἰρῆσθαι ἐκδεκτέον ὡς τὴν κάθοδον τοῦ πυρὸς ἀπ' οὐρανοῦ κατὰ τῶν προβάτων, καὶ τὰ εἰς αὐτὸ εἰρημένα καὶ τούτωι ἁρμόζοντα. διάβολος γὰρ κινεῖν ἄνεμον οὐ δύναται. πρόσκειται δὲ καὶ ἐπ̣ιτεθὲν τὸ ἐξαίφνης ἐμφατικὸν τοῦ μὴ δύνασθαί τινα διαδρᾶναι τῆς πτώσεως οὕτως συμβάντος τοῦ πράγματος, ἔξωθεν ἴσως τοῦ ἀγγέλλοντος εὑρεθέντος. "οὕτως ἀναστὰς Ἰὼβ διέρρηξεν τὰ ἱμάτια αὐτοῦ καὶ ἐκείρατο τὴν κόμην τῆς κεφαλῆς αὐτοῦ, καὶ πεσὼν χαμαὶ προσεκύνησεν καὶ εἶπεν· αὐτὸς γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο, 33 ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως ἐγένε το. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον." προλαμβάνει τὰς κακοηθείας τῶν πονηρῶν ἀνθρώπων τὸ θεῖον πνεῦμα καὶ αὐτοῦ τοῦ διαβόλου. ἴσως γάρ τις τῶν τοιούτων ἔλεγεν, ὡς οὐκ ἦν φιλότεκνος ὁ Ἰώβ, ἐπεὶ μηδὲν συμπαθείας ἄξιον ἐπεποιήκει. τὸ δὲ αἰσθητικὸν αὐτοῦ καὶ ἀνδρεῖον ἅμα δείκνυται, ὅτι ἐφανέρου μήτε ἀνεπαισθήτως τὸ δεινὸν τοῦ ἀθρόου καὶ οἰκτροῦ θανάτου τῶν τέκνων δεδέχθαι μήτε ἀγεννῶς· διὰ μὲν γὰρ τοῦ "διαρρῆξαι τὰ ἱμάτια καὶ κείρασθαι τὴν κεφαλήν" -τούτου τοῖς παλαιοῖς γὰρ ἐπὶ τετελευτηκόσιν εἰωθότος-τὸ συμπαθὲς δείκνυσιν καὶ φιλόστοργον. τὰ δ' ἑξῆς τῆς ἀνδρείας καὶ ὑπερβαλλούσης φρονήσεως δεῖγμα ἐκφέρει προδηλότατον, εἰ γάρ φησιν· "καὶ πεσὼν χαμαί". οὐκ ἀπεδυσπέτησεν, οὐκ ἀφῆκε φωνὴν ἀνδρὶ συνετῶι ἀνάρμοστον, οὐ προήγαγε τὸ ῥῆμα ὀλιγωρι´̣ας, ἀλλὰ προσκυνεῖ τὸν πάντων γενεσιάρχην πεπεισμένος, ὡς οὐκ ἔξω τῆς θείας κρίσεως ταῦτα συμβαίνει καὶ συμβαίνοντα ἀπ' ἀρχῆς ἀκολούθως καὶ κατὰ λόγον τινα`̣ ὀρθὸν γί νεται. ἐπιφέρει γὰρ καὶ μετὰ τὸ προσκυνῆσαι· "γυμνὸς ἐξῆλθον ἐκ κοιλίας μητρός μου, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ὡς τῶι κυρίῳ ἔδοξεν, οὕτως ἐγένετο. εἴη τὸ ὄνομα κυρίου εὐλογημένον." κατανόησον 34 γάρ, ὡς μετὰ τῆς ἀνδρείας καὶ φρόνησις ἐν τῷ μακαρίωι Ἰὼβ εὑρίσκεται, καθ' ἣν διὰ τῶν λόγων δόγματα εἰσάγει θεῖα καὶ παντὶ τῶι γένει τῶν ἀνθρώπων συμφέροντα. "γυμνός", φησίν, "ἐξῆλθον ἐκ κοιλίας μητρός, γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ". περὶ οὗ ἐρωτητέον τοὺς μηδὲν θεῖον περὶ τῆς ἀθανασίας τῆς ψυχῆς διανοουμένους. ποῦ γὰρ ὁ Ἰὼβ γυμνὸς ἀπελεύσεται; ἆρά γε ἐν τῆι κοιλίαι τῆς μητρός; ἐκεῖθεν γὰρ γυμνὸς ἐξελήλυθεν κατὰ τὸ λεγόμενον. ἀλλ' ἄπαγε τῆς ψευδοῦς ταύτης διανοίας. ἦ δῆλον, ὅτι πρὸς διδασκαλίαν τοῦ μὴ συσπείρεσθαι τὴν ψυχήν, καθώς τισιν ἔδοξεν, τοῦτο εἴρηται. ὅμοιον γὰρ τούτωι καὶ ὁ μακάριος Παῦλος γράφει λέγων· "οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα." ὡς γὰρ τὸ ἐξενεγκεῖν ἐμφαίνει τὸν ἀποθανόντα ὑφεστῶτα, οὕτω ὁ μὴ εἰσενεγκὼν ὑφεστώς ἐστι καὶ ἔκ τινος χώρου εἰσέρχεται μηδὲν τοιοῦτον ἐπαγόμενος. κἀκεῖνο δὲ δόγμα πολλοῖς ἀγνοούμενον εἰσάγει λέγων· "ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο", μετὰ τούτου παριστῶν, ὡς οὐκ ἐτύγχανεν αὐτοῦ ἡ κτῆσις ἄδικος καὶ ἀπό τινος μὴ προσηκούσης ἐπικουρίας λαβοῦσα τὴν ἀρχήν. "κύριος πτωχίζει καὶ πλουτίζει", οὐκ ἀλόγῳ τινι ῥοπῇ, καθὰ οἱ τὴν εἱμαρμέ35 νην εἰσάγοντες διανοοῦνται, ἀλλ' ἐπὶ τῶι γνωσθῆναι τὸν ἐν τούτοις τεινόμενον, εἰ προσηκόντως αὐτὰ φέρει, μετὰ τοῦ καὶ ἑτέρας αἰτίας εἶναι, ἐνίας μὲν καὶ ἀνθρώποις γνωρίμους, ἐνίας δὲ ἀπορρήτους μόνωι θεῷ γιγνωσκομένας, ἅπερ ἐπιστάμενος ὁ μακάριός φησιν· "ὁ κύριος ἔδωκεν, ὁ κύριος ἀφείλατο. ὡς τῷ κυρίῳ ἔδοξεν, οὕτως καὶ ἐγένετο." τοῦ "ἔδοξεν" δ' ἀκουστέον μὴ ἁπλῶς, ἀλλ' ὡς τοῦ θεοῦ οὕτω βεβαίως κρίναντος. τούτωι ὅμοιον ἐν ταῖς Πράξεσι τῶν ἀποστόλων φέρεται, ὁπηνίκα ἐπιστολὴν γράφοντες περὶ τοῦ μὴ περιτέμνειν τοὺς προσ ερχομένους τῆι θεοσεβείᾳ ἔλεγον οἱ ἀπόστολοι· "ἔδοξεν τῷ