1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

11

ἁγίῳ πνεύματι καὶ ἡμῖν", οὐχ ἁπλῶς, ἀλλὰ κεκριμένως. εἴη δ' ἂν καὶ τὸν ἀντικείμενον τοῦτο τλητικὸν τὸ ῥῆμα δηλοῦν, ὡς οὐχ ἕνεκα τοῦ θυμηδίαν ἐνβ̣αλεῖν τῶι διαβόλωι ἐξαιτήσαντι ὁ Ἰὼβ ἐκδέδοται, ἀλλ' ὅπως τὸ δόξαν τῶι κυρίωι γένηται. ἦν δὲ τοῦτο, ὅπερ αὐτὸς ὁ θεὸς πρὸς τὸν Ἰὼβ ἐ´̣φη· "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος", καὶ ὅτι οὔτε διὰ χρήματα οὔτε διὰ τέκνα τῆς ἀρετῆς ἀφίσταται. θαυμάσαι δὲ ἔστιν αὐτοῦ καὶ τὸ εὐχαριστητικὸν λέγοντος· "εἴη τὸ ὄνομα κυρίου εὐλογημένον", ὅπερ ἔλεγχός ἐστιν κατὰ τῶν ἀπο···ύντων 36 ἐπὶ τοῖς τοιούτοις συμπτώμασιν καὶ τοιαῦτα προφερόντων, ἅπερ οὐδὲ λέγειν καλ̣όν. ἀλλ' ὁ ἅγιος οὐ τοιοῦτος ἀσύνετος ἀκαμπὴς τὸν λογισμὸν ὅσων καὶ τοιούτων συμβάντων κῆρυξ ἀληθῶν δογμάτων καὶ θείων γίγνεται. τό· "οὕτως διέρρηξεν Ἰὼβ τὰ ἱμάτια αὐτοῦ" ἀντιτύπως λημπτέον. πιθανὸν δ' ἂν εἴη εἰπεῖν, ὅτι διὰ τοῦτο ἑαυ τὸν ἐγύμνωσεν, πρῶτον μὲν δεικνὺς τῶι πειράζοντι ὅτι· εἰ καὶ τῶν περιλειπομένων ἐπιθυμεῖς, ἔχε καὶ ταυ῀̣τα, ἔπειτα συμβολικῶς δεικνύς, ὅτι ὥσπερ ἀγωνιστὴς πρὸς ἀντίπαλον ἐπαποδύεται. εἴη δὲ καὶ ἡ ἀφαίρεσις τῶν τριχῶν σύμβολον τοῦ λογίζεσθαι πάντα τὰ περιττὰ μηδὲν μέγα, ἀλλ' εὐκαταφρόνητα δικαίωι καὶ συνετῶι, μήτε ἐν ταῖς "ἀνέσεσιν" χαυνουμένου μήτε ἐν ταῖς "θλίψεσιν" δυσφοροῦντος, ὅπερ παριστῶν καὶ ὁ μακάριος ∆αυὶδ ἔψαλλεν· "εὐλογήσω τὸν κύριον ἐν παντὶ καιρῶι." "ἐν τούτοις πᾶσι τοῖς συμβεβηκόσιν αὐτῶι οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῶι θεῶι." μεγάλη μαρτυρία ὑπὸ τοῦ ἁγίου πνεύματος δίδοται τῶι μακαρίῳ Ἰὼβ ἐν τῶι εἰρῆσθαι· "ἐν τούτοις πᾶσιν οὐδὲν ἥμαρτεν Ἰὼβ ἐναντίον τοῦ κυρίου." ἔστιν γὰρ πολλάκις μὴ ἁμαρτάνειν μὲν κατὰ πρόδηλον, γίνεσθαι δὲ ἐν τῆι διανοίαι ταραχὴν καθὸ εἴρηται· "ἐταράχθην καὶ οὐκ ἐλά37 λησα." ἀλλὰ προσκείμενον τὸ "ἐναντίον" δείκνυσιν, ὡς οὐδὲν πταῖσμα γέγονεν· ἦ γὰρ ἂν ὑπὸ θεοῦ ἐθεωρεῖ το. οὐ γὰρ ταὐτόν ἐστι τό· «οὐδὲν ἥμαρτεν ὅδε τις» καὶ τό· "οὐδὲν ἥμαρτεν ἐναντίον κυρίου", ὅπερ ὑπερβάλλουσαν ἐμφαίνει καθαρότητα ὡς μήτε λόγωι μήτε πράξει μ̣ήτε λογισμῶι ἢ διανοίαι τοῦ ἁγίου πταίσαντος. εἰς τοῦτο γοῦν τοὺς μετανοοῦντας ὁ θεὸς καλῶν ἔλεγεν· "ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου", ὃ δηλοῖ ὅτι· μὴ πράξει μόνῃ, ἀλλὰ καὶ διανοίαι τῆς κακίας ἀπεχώμεθα ὡς θεοῦ ὁρῶντος. τοῦτο καὶ ὁ ςωτὴρ ἐν τῷ εὐαγγελίῳ φησιν· "σὺ δὲ ὅταν ποιῇς ἐλεημοσύνην, μὴ σαλπίσῃς ὥσπερ οἱ ὑποκρίται ποιοῦσιν. ῃαξατ καί· "ὁ βλέπων ἐν τῷ κρυπτῷ ἀποδώσει σοι." ὡς γὰρ ὁ οὕτω ποιῶν ἐλεημοσύνην οὐκ ἀκούει τὸν ἀπὸ τῶν πολλῶν ἔπαινον, οὕτως ὁ μὴ ἀπέναντι κυρίου ἁμαρτάνων πάσης ἐκτός ἐστι κακίας. εὖ δὲ καὶ τὸ εἰρῆσθαι· "καὶ οὐκ ἔδωκεν ἀφροσύνην τῶι θεῶι." ὁ γὰρ πεπεισμένος, ὅτι προνοίᾳ θεία οἰκονομεῖται τὰ συμβαίνοντα, οὐ δίδωσιν ἀφροσύνην τῶι δι οικοῦντι θεῷ, τῶν ἀπίστων ἐν τούτοις πολλάκις αἰτιωμένων καὶ λεγόντων· «το´̣δε οὐκ ἔδει γενέσθαι 38 ἢ τόδε, οὐκ ὤφειλεν ὁ δεῖνα πένεσθαι ἢ πλουτεῖν ἢ νοσεῖν ἢ ὑγιαίνειν», ἤ· «διὰ τί ὁ νέος ἀπῆλθεν τοῦ βίου τῶν γερόντων ἔτι ἐν αὐτῷ ὄντων;». καὶ ὅλως οἱ τοιαῦτα λέγοντες ἄφρονα ὑποτίθενται τὴν διοίκησιν. ἀλλ' ὁ ἅγιος καὶ ἐν τοῖς περιστατικοῖς τοσούτοις ὢν κύριον εὐλογεῖ δικαίαν εἶναι τὴν κρίσιν τοῦ θεοῦ πεπεισμένος. "ἐγένετο δὲ ὡς ἡ ἡμέρα αὕτη, καὶ ἦλθον οἱ ἄγγελοι τοῦ κυρίου παραστῆναι ἔναντι κυρίου καὶ ὁ διάβολος ἦλθεν ἐν μέσῳ αὐτῶν. καὶ εἶπεν ὁ κύριος τῷ διαβόλωι· πόθεν σὺ ἔρχῃ; τότε εἶπεν ὁ διάβολος ἐνώπιον τοῦ κυρίου· διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐνπεριπατήσας τὴν σύμπασαν πάρειμι." κατὰ προτέραν πρόσοδον ἐξουσίαν ὁ διάβολος θεόθεν λαβὼν πάντων τῶν ὑπαρχόντων τοῦ Ἰὼβ καὶ τῶν τέκνων πάντα τε ἀπολέσας ἀνατρέψαι τὴν πρόθεσιν τὴν ἀνδρείαν τοῦ ἁγίου Ἰὼβ οὐ δεδύνηται. ἔμεινεν γὰρ διὰ μεγαλοψυχίαν ὁ αὐτός, ὁ αὐτὸς δὲ κατὰ τὴν θεοσέ βειαν. καὶ εἰκότως· διέκειτο γάρ, ὅτι ὁ θεὸς πέμπει τὰ ἡδέα