1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

12

καὶ ἀφαιρεῖται. δευτέραν ἐπιχειρεῖ ἐξαίτησιν κινήσασθαι κατὰ τοῦ σώματος αὐτοῦ πόνοις ἀνηκέστοις ὑποβαλεῖν αὐτὸν σπουδάζων. τῶν αὐτῶν στίχων τοῖς φθάσασι τυγχανόντων, τὰ εἰς ἐκείνους εἰρημένα καὶ τούτοις ἐφαρμοστέον, ἵνα μὴ τὰ αὐτὰ πολλάκις λέγηται, 39 τοσοῦτον μόνον προσθέντας, ὅτι τὸ διαβολικὸν δ̣···ς ὑπερβαλλόντως δείκνυται. λεχθείη δὲ εἰς τό· "πόθεν σὺ ἔρχῃ;"· τὸ ἐλεγκτικώτατα ὑπὸ κυρίου πρὸς τὸν διάβολον εἰρῆσθαι ὡς οὐκ ἔχοντος εἰπεῖν τι ἑαυτοῦ μετὰ παρρησίας κατόρθωμα καὶ ἐντρεπτικόν, ὅτι νενικημένος ἦν, ὅπερ αὐτὸς ἀναισχύντως οὐχ ὡμολόγει. σημειωτέον, ὡς οὐχ οὕτως νῦν ὁ διάβολος ἀποκρίνεται. τότε μὲν γὰρ εἶπεν· "περιελθὼν τὴν γῆν καὶ ἐνπεριπατήσας τὴν ὑπ' οὐρανὸν πάρειμι", νῦν δέ· "διαπορευθεὶς τὴν ὑπ' οὐρανὸν καὶ ἐνπεριπατήσας τὴν σύμπασαν". καὶ συνεπίσκεψαι, μήποτε ὡς ψευστὴς οὐκ ἠθέλησεν μνημονεῦ σαι, ὅτι "περιῆλθεν τὴν γῆν", ἵνα ὡς μηδὲ τὴν ἀρχὴν προσβαλὼν τῷ Ἰὼβ νομισθῇ, τότε δὲ ἀπ' ἀναισχυντίας. οἶδεν γάρ, ὅτι οὐδὲν λανθάνει θεόν. οὐδὲ γὰρ εἶπεν̣ ὅτι· «ὧν δέδωκάς μοι ἐξουσίαν, πεποίηκα· ἀφῄρηκα τὰ ὑπάρχοντα τοῦ Ἰὼβ καὶ τὰ τέκνα ἀνεῖλον.» τοῦτο γὰρ ἦν ἀκόλουθον εἰπεῖν, καί· «ὁ αὐτὸς ἔμεινεν.» ἀλλ' ἐπὶ δευτέραν αἴτησιν χωρεῖ, ἐξ ἧς οἴεται ἀνατρέψαι τὴν πρόθεσιν τοῦ ἁγίου. εἰ δὲ καὶ διάβολος κρύπτει τὸ ἑαυτοῦ βούλημα ἐν τῷ ἀντὶ «τῆς γῆς» "τὴν σύμπασαν" εἰρηκέναι, ἀλλ' ἡμεῖς ἐκ τῶν γραφῶν παραστήσωμεν, 40 ὡς ἡ γῆ πολλάκις ἡ σύμπασα καλεῖται. εἴρηται γάρ· "ἐνεπλήσθη ἡ σύμπασα τοῦ γνῶναι τὸν κύριον." καὶ ὁ Ἰὼβ δὲ ἐν τοῖς ἑξῆς περὶ θεοῦ φησιν· "ὁ ποιῶν τὴν σύμπασαν ἐν ὑψίστοις" δηλῶν, ὅτι θεὸς ἀπὸ γῆς δι' ἀρετὴν ἕλκει εἰς οὐρανόν. "εἶπεν δὲ ὁ κύριος τῶι διαβόλωι· προσέσχες τῶι θεράποντί μου Ἰώβ, ὅτι οὐκ ἔστιν κατ' αὐτὸν τῶν ἐπὶ τῆς γῆς ἄνθρωπος δίκαιος, θεοσεβής, ἄκακος, ἄμεμπτος, ἀπεχόμενος ἀπὸ παντὸς κακοῦ. ἔτι δὲ ἔχεται ἀκακίας." καὶ νῦν τό· "προσ έσχες τῇς διανοίᾳ σου" ὡς καὶ πρότερον εἴρηται, ἐπίτασιν ἔχον, ὅτι μετὰ τὴν πάλην κατῃσχύνθη. ὁ μὲν γὰρ διάβολος οἰόμενος, ὅτι ὡς ἐπὶ ἀγαθοῖς χαίρει τοῖς ἔξωθεν ὁ Ἰώβ, ἔλεγεν· "οὐ σὺ περιέφραξας τὰ ἔσω καὶ τὰ ἔξω τῆς οἰκίας αὐτοῦ;" ὅτε δὲ ματαία γέγονεν αὐτοῦ ἡ προσβολή, τὸ "προσέσχες" λέγεται ἀντὶ τοῦ· «ἔγνως τῆι πείραι» ἀνδρείαν "θεοσεβοῦς, ἀμέμπτου, ἀκάκου, ἀπεχομένου τε παντὸς κακοῦ". καὶ πρὸς τούτοις ἐλέγχων ὁ κύριος ἐπάγει· "ἔτι δὲ ἔχεται ἀκακίας." προσέσχες οὖν, ὅτι οὐκ "εἰς πρόσωπόν" με "εὐλογήσει", ὡς ἐνόμιζες. σημειωτέον, ὡς ἐν τοῖς φθάσασιν εἴρηται· "ἀπεχόμενος ἀπὸ παντὸς πονηροῦ πράγματος", νῦν δέ· "ἀπὸ παντὸς κακοῦ". ἐξ οὗ γιγνώσκεται, ὡς τὸ κακὸν πονηρὸν εἴρηται. ἀλλὰ καὶ τὸ γεγραμμένον· "οἱ ἀγαπῶν41 τες τὸν κύριον μισεῖτε πονηρόν", ἀντὶ τοῦ· μισεῖτε τὴν κακίαν. νοεῖται δὲ ἡ ἀκακία διάφορα σημαίνειν· δηλοῖ γὰρ καὶ τὴν τῆς κακίας στέρησιν καὶ τὴν εὐήθειαν. ὅταν γὰρ λέγῃ ὁ ἅγιος· "κρῖνόν με ὁ θεός, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην", ἀκακίαν λέγει τὴν ἀρετήν· ὁ γὰρ ἀρετὴν ἔχων στερεῖται κακίας. καὶ ἐν ἑτέροις· "ἄκακοι καὶ εὐηθεῖς ἐκολλῶντό μοι" τοὺς ἐναρε´̣τους ἀκάκους φησίν- εὐηθεῖς γὰρ οὗτοι-, τὸ δὲ εὐηθὲς ἀρετῆς ἐστι γνώρισμα. ὅταν δὲ λέγῃ· "ἐξαπατῶσι τὰς καρδίας τῶν ἀκάκων", καί· "ἄκακος πιστεύει παντὶ λόγωι", καὶ πάλιν· "ἵνα δῷ ἀκάκοις πανουργίαν", τὸ ἀκέραιον σημαίνει. οἷς καὶ εὔχεται τὸ πανουργίαν δοθῆναι, οὐ τὴν ἰσοδυναμοῦσαν κακίᾳ, ἀλλὰ φρονήσει. ὁ Ἰὼβ οὖν "ἔτι εἶχεν ἀκακίαν" παντὶ λόγωι κατορθουμένην. "σὺ δὲ εἶπας τὰ ὑπάρχοντα αὐτοῦ διὰ κενῆς ἀπολέσαι." τὸ ματαιούργημα τοῦ διαβόλου κατὰ τῶν ἁγίων ὁ κύριος ἐλέγχει. ματαίως γὰρ πονεῖ ὁ χωρὶς αἰτίας ἐνεργῶν τι. εἰ οὖν καὶ ὁ διάβολος ἐλπίζων ἑλεῖν τὸν ἅγιον ἐπιχειρῶν τῆι φθορᾶι τῶν ὑπαρχόντων καὶ τέκνων ἀνήνυτον ἔγνω τὸ ἐπιχείρημα τῇ τῆς ἀνδρείας τοῦ ἁγίου περιουσίαι, ματαίως αὐτῶι ἐπολέμησεν· οὐδὲν γὰρ ὧν ἤλπιζεν ἀπέβη. "ὑπολαβὼν 42 δὲ ὁ διάβολος εἶπεν τῷ κυρίῳ· δέρμα ὑπὲρ δέρματος. ὅσα