14
ἐκαθέζετο καὶ θεωρεῖ τὴν ἀθρόαν μεταβολήν, ἐξ οἵας εὐετηρίας καὶ διαγωγῆς εἰς ποίαν μετέβαλεν ὑπὸ τοῦ πειράζοντος κακοπραγίαν, ὥστε καὶ ἔξοικος εἶναι καὶ ἐπὶ κοπρίας καθέζεσθαι, οὐ συνόντος οἰκείου, ἀλλ' οὐδὲ φίλου οὐδ' αὐτῆς τῆς γυναικός, ὡς προείρηται· οὐδὲ γὰρ φαίνεται ἀδιαθέτως ἔχουσα πρὸς αὐτόν, ὡς παρεθέμεθα. "χρόνου δὲ πολλοῦ προβεβηκότος εἶπεν αὐτῶι ἡ γυνὴ αὐτοῦ· μέχρι τίνος καρτερήσεις λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου; ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς, υἱοὶ καὶ θυγατέρες, ἐμῆς κοιλίας ὠδῖναι καὶ πόνοι, οὓς εἰς τὸ κενὸν ἐκοπίασα μετὰ μόχθων. σὺ δὲ αὐτὸς ἐν σαπρίαι σκωλήκων κάθῃ διανυκτερεύων αἴθριος. κἀγὼ πλανῆτις καὶ λάτρις τόπον ἐκ τόπου καὶ οἰκίαν ἐξ οἰκίας προσδεχομένη τὸν ἥλιον πότε δύσεται, ἵνα ἀναπαύσωμαι 46 τῶν μόχθων καὶ τῶν ὀδύνων αἵ με νῦν συνέχουσιν. ἀλλ' εἶπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα." ἀτονήσας ἐκ τῶν τοσούτων προσβολῶν ὁ διάβολος καὶ μὴ δυνηθεὶς αὐτὸν καταβαλεῖν ἐκ τῆς ἀφαιρέσεως τῆς περιουσίας καὶ τῆς τῶν τέκνων φθορᾶς, ἔτι τε μηδὲ ἐκ τῆς ἀμέτρου κακώσεως τοῦ σώματος, τρίτον αὐτῷ πλέκει πάλαι σμα τὴν τῆς γυναικὸς ὁμιλίαν· ἴσως δι' αὐτῆς τὸν Ἰὼβ ὡς καὶ διὰ τῆς Εὕας τὸν Ἀδὰμ ἀπατήσειεν. χρόνου γὰρ πολλοῦ προβεβηκότος ὡς οὐδὲ αὐτὸς δεδύνηται σεῖσαι τὸν ἀθλητήν, τὰ τῆς ὀλιγωρίας προφέρει ἡ γυνή, ἴσως ἐνθυμουμένη τοῦ π̣αθ̣ήματος αὐτὸν ἀπαλλάξαι, εἰ ῥῆμα πρὸς κύριον εἴποι ἀλογίστως. καὶ θέασαι καθ' ἕκαστον ῥῆμα, πῶς εἰς ὀλιγωρίαν ἐκκαλεῖται α̣ὐτόν· "μέχρι τίνος καρτερήσεις"· εἰς πολὺν αὐτῶι χρόνον τῆς νόσου πρόθεσιν εἰς ὀλιγωρίαν ὑποβάλλουσα-εἶτα ἑξῆς· "λέγων· ἰδοὺ ἀναμένω χρόνον ἔτι μικρὸν προσδεχόμενος τὴν ἐλπίδα τῆς σωτηρίας μου"-τρόπον τινὰ εἰς ἀδύνατον αὐτοῦ περιάγει τὴν προσδοκίαν. ἴσως γὰρ πολλάκις αὐτῆς ἀποδυσπετούσης αὐτὸς τὰ τῆς ἀγαθῆς ἐλπίδος προτιθεὶς ἔπαυσε τῆς ὀλιγωρίας, ἣν οὐχ ὁρῶσα ἅτε ἀσθενῆ λογισμὸν ἔχουσα ὡς ψευδῆ αὐτὸν ἐλπίζοντα εἰς ὀλιγωρίαν 47 ἐξεκαλεῖτο· φιλεῖ γὰρ ἄλογος ψυχὴ τὰς προσδοκίας ἀεὶ ἀβεβαίους λογίζεσθαι. ἐπιτείνουσα δὲ τὴν παρ' αὐτῆι νομιζομένην ἀπόδοσιν τῆς παν τελοῦς ἀνελπιστίας φησίν· "ἰδοὺ γὰρ ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς." οὐχ υἱὸς οὐ θυγατὴρ περιλείπεταί σοι τὴν μνήμην τῆς διαδοχῆς φυλάξοντες, μονονουχὶ λέγουσα ὅτι· εἰ καὶ ὑγ̣ια῀̣ναι συμβαίη, ἀνόνητος ἡ τῆς ὑγίας ἀπόλαυσις παίδων οὐκ ὄντων, ὑπαρχόντων ἀπολομένων. καὶ ταῦτα μὲν εἰ μόνον παρῆν, τάχ' ἂν εἶχε λόγον ἡ μακροθυμία, φησίν, ἀλλὰ πρὸς τούτοις καὶ σὺ αυ αὐτὸς "ἐν σαπρίαι σκωλήκων κάθῃ", ἐγὼ δὲ ἀπὸ πενίας περίειμι "τόπον ἐκ τόπου". διὰ πάντων τῶν ῥημάτων ἑαυτῆς βέλος ὀλιγωρίας ἐξαποστείλασα ἐπάγει τῆς φαυλοτάτης ὁμιλίας πέρας λέγουσα· "εἶπόν τι ῥῆμα εἰς κύριον καὶ τελεύτα". πρὸς ὃ εἴποι τις ἄν· πῶς ἡ γυνὴ τοῦτον ἔχουσα λογισμόν, ὅτι εἰ εἴποι ῥῆμα εἰς κύριον̣, τελευτήσοι; πρὸς ὃ διαφόρως τις λέξει ἤτοι τοῦ ἀντικειμένου ὑποβαλόντος αὐτῇ τοῦτο, ἵνα τὸ σπουδαζόμενον αὐτῶι πληρωθῇ τό· "εἶ μὴν εἰς πρόσωπόν σε εὐλογήσει", ἢ τάχα ἐν ταῖς πόλεσιν ἐκείναις ὁ εἰς κύριον βλασφημήσας ἀπέθνῃσκεν ὑπὸ ἄρχοντος ἢ τῶν πολιτῶν. ἴσως γὰρ οὐδένα ἔγνω καὶ βλασφημήσαντα καὶ ζώσαντα. τάχα γὰρ τοῦτο συνέβαινεν τότε μήπω τῆς κακίας κεχυμένης. ἴσως ἐλογίσατο, ὅτι οὐδὲ θεὸς ε᾿̣άσει αὐτὸν ζῆν προέμενον βλάσφημον λόγον. ἐνφαίνει δὲ καὶ διὰ τοῦ· "ἰδοὺ γὰρ 48 ἠφάνισταί σου τὸ μνημόσυνον ἀπὸ τῆς γῆς", ὡς ὅτι· οὐδὲ ἐλπίδα ἕξεις εἰς τὴν αὐτήν ποτε ἐλθεῖν ἀπόλαυσιν τῶν ἀγαθῶν, ἃ μόνα ἀγαθὰ εἶναι ἐνόμιζεν τῶν κατ' ἀλήθειαν ἀγαθῶν ἀλογοῦσα. καὶ ἀγνοοῦσα δὲ ἑτέρως ἀληθῆ εἴρηκε λόγον· τὸ γὰρ μνημόσυνον τῶν ὑπερφρονησάντων τοῦ ἀνθρωπίνου ζῆν οὐράνιόν ἐστιν. ὅτι δὲ τοῦτο ἡ γραφὴ κυροῖ, ὁ ψαλμῳδός φησιν· "πρόσωπον κυρίου ἐπὶ ποιοῦντας κακὰ τοῦ ἐξολεθρεῦσαι ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν." ὅταν γὰρ