1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

16

παρεγένετο ἀπὸ τῆς ἰδίας χώρας ἕκαστος πρὸς αὐτόν· Ἐλιφὰς ὁ Θαιμάνων βασιλεύς, Βαλδὰδ ὁ Σαυχαίων τύραννος, Σωφὰρ ὁ Μιναίων βασιλεύς." τὰ ξενίζοντα ὡς ἐπὶ τὸ πλεῖστον ἐξάκουστα μάλιστα ἐὰν ταῦτα συμ βαίνῃ περὶ πρόσωπα ἐπίδοξα. τῶν οὖν ἐνδοξοτάτων ὑπάρχοντος τοῦ Ἰὼβ διά τε πλοῦτον καὶ ἀρετὴν εἰκότως οἱ φίλοι περὶ τῆς τῶν 52 συμβεβηκότων χαλεπότητος ἀκηκοότες παρεγένοντο οὐκ ἐξ ἑνὸς τόπου, ἀλλὰ ἀπὸ τῆς ἰδίας χώρας ἕκαστος, ἀπὸ συμπαθείας κινηθέντες, καὶ ταῦτα βασιλεῖς ὑπάρχοντες, καὶ διὰ τοῦτο μὴ ὑπεριδόντες τὸν ἐν τοσαύτηι γενόμενον μεταβολῇ. "τύραννον" δὲ λέγει ἢ ἐκ παραλλήλου τὸν βασιλέα-οὔπω τοῦ καιροῦ ψεκτὸν εἰδότος τὸ ὄνομα-ἢ διαφορὰν ἀρχῆς παρὰ τὸν βασιλέα. τοῦτο καὶ ἐν Παροιμίαις· "δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς." πρὸς αὐτὸν δὲ οὗτοι παρεγένοντο, οὐχ ἑτέρας αἰτίας ἀγαγούσης αὐτούς. χρήσιμον τὸ ῥητὸν πρὸς συμπάθειαν, ἵνα μὴ διὰ τὰς μεταβολὰς τὰς ἐνπιπτούσας τὰ τῆς ἀγάπης καὶ φιλαλληλίας παρίδωμεν. "καὶ παρεγένοντο πρὸς αὐτὸν ὁμοθυμαδὸν τοῦ παρακαλέσαι καὶ ἐπισκέψασθαι αὐτόν." ἀμφότερα ποιῆσαι ἐληλύθασιν, ἐπεὶ καὶ ἀμφότερα πεπονθὼς ἐτύγχανεν· καὶ γὰρ οὐσίας καὶ παίδων ἐστέρητο καὶ ὅλον τὸ σῶμα τῶι τραύματι συνείχετο. "ὁμοθυμαδὸν" δὲ παρεγένοντο πρὸς αὐτόν, ἢ μετὰ πολλῆς προθυμίας ἢ ὅτι διῃρημένας τὰς οἰκήσεις ἔχοντες συνθέμενοι συνεληλύθασιν, ἵν' οὕτω πρὸς αὐτὸν παραγένωνται ἐπὶ παρακλήσει· οὐδὲ γὰρ 53 παυσάμενα συνῄσθοντο τὰ κακὰ ἀλλ' ἤδη ἐνεργοῦντα. "ἰδόντες δὲ αὐτὸν πόρρωθεν οὐκ ἐπέγνωσαν, καὶ βοήσαντες φωνῇ μεγάλῃ ἔκλαυσαν ῥήξαντες ἕκαστος τὴν ἑαυτοῦ στολὴν καὶ καταπασάμενοι γῆν. παρεκάθισαν αὐτῷ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας." δύο ἐν τούτῳ παιδεύει τὰ ἐκτεθέντα, τήν τ' ἀνδρείαν τοῦ μακαρίου -ἄλλων δυσφόρως ἐνεγκόντων διὰ τὴν ἀμετρίαν τῶν συμβεβηκότων-καὶ τὴν τῶν φίλων συμπάθειαν, οἳ οὐ μόνον παρεγένοντο, ἀλλὰ καὶ θεασάμενοι οὐκ ἐπέγνωσαν διὰ τὴν νόσον αὐτόν, ταύτης καὶ τοὺς χαρακτῆρας αὐτοῦ τῆς μορφῆς ἀλλοιωσάσης, καὶ βοήσαντες μετὰ μεγάλης φω νῆς ἔκλαυσαν διαρρήξαντές τε καὶ τὴν στολὴν ἕκαστος καὶ κατεπάσαντο σποδόν, ἅπερ ἅπαντα, ὡς εἴρηται, καὶ τὴν ἀνδρείαν τοῦ ἁγίου δείκνυσιν καὶ τὸ τούτων συμπαθές. ἀκαμπὴς γὰρ ἔμεινεν, ὃ καὶ θαυμάσειεν ἄν τις, καὶ διὰ τούτων ὁ Ἰὼβ μὴ ἐρεθιζόμενος εἰς ὀλιγωρίαν ἐκ τοῦ τὸ πάθος τοὺς ἄλλους καταπλήττεσθαι, ὅπερ εἴωθεν ἀνθρώποις συμβαίνειν. συμπαθὲς δὲ καὶ τὸ ἑπτὰ ἡμέρας καὶ ἑπτὰ νύκτας αὐτῶι προσμεῖναι. ὅθεν οὐκ ὀλιγωρητέον τῆς πρὸς τοὺς ἀσθενεῖς καὶ ἀβοηθήτους καρτερίας διὰ τούτων ἐπὶ 54 συμπαθὲς ἀγομένους. "καὶ οὐθεὶς αὐτῶν ἐλάλησεν. ἑώρων γὰρ τὴν πληγὴν δεινὴν οὖσαν καὶ μεγάλην σφόδρα." οἱ διὰ παράκλησιν ἐλθόντες τῷ μεγέθει τῶν συμβεβηκότων ἀπεσιώπησαν. εἰκότως δὲ πρότερον ἐχρῶντο τῆι συμπαθείᾳ· φιλεῖ γὰρ τοῦτο μάλιστα ἀνύειν ἐν τοῖς παρακαλουμένοις. οὐδὲ γὰρ οὐδὲ πρὸς θεραπείαν ἦν τι αὐτοῖς πόριμον, καὶ τὴν κατὰ ἰατρείαν ἐπικουρίαν ὑπερβαίνοντος τοῦ πάθους. εἰκὸς δὲ ὅτι ἅτε διάλημψιν ἔχοντες περὶ αὐτοῦ ὡς σοφοῦ καὶ αἰδοῖ σιωπᾶν ᾑροῦντο, πρὸ αὐτοῦ μὴ τολμῶντες προενέγκασθαι λόγον. "μετὰ τοῦτο ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ καὶ κατηράσατο τὴν ἡμέραν αὐτοῦ λέγων·" ὁ σοφὸς οὐκ ἔστιν ματαιολόγος οὐδὲ προφέρει διὰ γλώττης ἃ μὴ οἷά τέ ἐστιν γενέσθαι. καταρᾶται δὲ οὐ τὴν ἡμέραν, ὅ ἐστι διάστημα χρονικόν, ἀλλὰ τὰ ἐν αὐτῆι συμβάντα. δι' ἔθους γὰρ τῇ γραφῇ τὰ συμβαίνοντα ἡμέραν καλεῖν. τοῦτο ὁ ψαλμῳδὸς παιδεύει λέγων· "ἐν ἡμέραι πονηρᾶι ῥύσεται αὐτὸν ὁ κύριος", πονηρὰν ἡμέραν οὐ τὴν χρονικὴν διάστασιν λέγων, ἀλλὰ τὰ ἐν αὐταῖς πονηρὰ συμβάντα· καὶ τὸ λεγόμενον δὲ παρὰ Παύλῳ· "ὅτι αἱ ἡμέραι πονηραί εἰσ̣ιν", τῆς αὐ55 τῆς διανοίας. οὕτω τις τοῖσδε μὲν ἀγαθὴν εἶναι λέγοι τὴν ἡμέραν διὰ τὰ συμβαίνοντα, τοῖσδε δὲ κακήν. τοῖς γὰρ λαοῖς Ἰσδραὴλ ἀπροσδοκήτως διαβᾶσιν τὴν