1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

17

ἐρυθρὰν θάλατταν καλὴ ἡμέρα εἴη, τοῖς δὲ Αἰγυπτίοις κακή· "ἔδυσαν" γὰρ "ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῶι". "ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧι ἐγεννήθην καὶ ἡ νὺξ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν. ἡ νὺξ ἐκείνη εἴη σκότος καὶ μὴ ἀναζητήσαι αὐτὴν ὁ κύριος ἄνωθεν μηδὲ ἔλθοι εἰς αὐτὴν φέγγος, ἐκλάβοι δὲ αὐτὴν σκότος καὶ σκιὰ θανάτου." ἄξιον θεωρῆσαι εἰ κατὰ τὸν σοφώτατον Ἰὼβ καὶ τὴν τούτου ἀνδρείαν ὑπάρχει καταρᾶσθαί τε τῇ ἡμέραι ἐν ᾗ ἐγεννήθη καὶ νυκτὶ ἐν ᾗ εἶπαν· ἰδοὺ ἄρσεν, ὅπως τε αὐτὴ σκότος ᾖ καίτοι πάσης νυκτὸς οὕτως οὔσης-"ἐκάλεσεν" γάρ φησιν "τὸ φῶς ἡμέραν καὶ τὸ σκότος ἐκάλεσεν νύκτα"-, τί τέ ἐστιν ὃ εὔχεται μὴ ἀναζητηθῆναι ἄνωθεν τὴν ἡμέραν ὑπὸ κυρίου μηδὲ ἐλθεῖν εἰς ταύτην φθέγγος, ἐκλαβεῖν τε αὐτὴν σκότος καὶ σκιὰν θανάτου. τούτων ἔνια οὐδὲ πέφυκεν γίνεσθαι· περὶ γὰρ τῆς παρελθούσης ἡμέρας καὶ μηκέτι ὑπόστασιν ἐχούσης τοιαῦτα ἀρᾶσθαι εὐκτικῶς οὐκ ἂν εἴη σοφοῦ. εἰ δὲ καὶ οἱ φιλίστορες ἐμμένοιεν τῇ 56 τοῦ ῥητοῦ ἀποδόσει, ὑπεκλύουσι τὴν ἀνδρείαν τοῦ ἁγίου, ἣν ὁ διάβολος ὑπεκλῦσαι οὐ δεδύνηται, το σαύτην αὐτὸν ἔχειν ὀλιγωρίαν ὑποτιθέμενοι, ἣν εἴπερ εἶχεν οὐδ' ἂν οὐδ' οὕτως καταισχυνθεὶς ὁ διάβολος ἐπὶ τῆι ἀνδρείᾳ αὐτοῦ ἐτύγχανεν οὐδ' ὁ κύριος ἔλεγεν πρὸς αὐτόν· "οἴει δέ με ἄλλως σοι κεχρηματικέναι ἢ ἵνα ἀναφανῇς δίκαιος;" οὐκοῦν, ἐπειδὴ τὰ τοῦ ῥητοῦ χώραν εὔλογον οὐκ ἔχει καὶ πρέπουσαν τῶι ἁγίωι, κατὰ νόμους ἀλληγορίας θεωρητέον τὰ προκείμενα. πρὶν δὲ ταύτης ἄρξασθαι, ἀκόλουθον προειπεῖν τινα συντελοῦντα πρὸς τὸ προκείμενον· ἡ τοῦ ἀνθρώπου ψυχὴ ἀθάνατος ὑπάρχουσα καὶ οὐ μόνον ἑτέρας οὐσίας παρὰ τὸ σῶμα, ἀλλὰ καὶ θειοτέρας, τούτωι συνεπλάκη κατὰ διαφόρους λόγους, ἢ τῆς ἀξίας αὐτῆς τῆς κατὰ ῥοπὴν ἰδίαν καὶ πόθον πρὸς τὰ σώματα κοινωνίαν πρὸς αὐτὰ ἐργασαμένης, ἢ διὰ τὸ χρήσιμον τῶν ὠφελίας δεομένων τούτῳ συναφθείσης. οὐδὲ γὰρ συνεσπάρη τῷ σώματι κατὰ τοὺς ἀγνοοῦντας αὐτῆς τὸ μέγεθος τῷ μὴ οἷόν τε εἶναι ἐκ σωματικοῦ σπέρματος ἀσώματον οὐσίαν ὑποστῆναι· οὐδ' αὖ ὑστέ57 ρα τοῦ σώματος πλάττεται προηγουμένη τυγχάνουσα· οὐδὲ γὰρ μετὰ τὸ "καταπαῦσαι τὸν θεὸν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ" ἐκ τοῦ μὴ ὄντος τινὰ ὑφίστησιν· "τί" γάρ φησιν "τὸ γεγονός, αὐτὸ τὸ γενησόμενον, καὶ τί τὸ πεποιημένον, αὐτὸ τὸ ποιηθησόμενον, καὶ οὐκ ἔστιν πᾶν πρόσφατον ὑπὸ τὸν ἥλιον. ὃς λαλήσει καὶ ἐρεῖ· ἰδὲ τοῦτο καινόν ἐστιν, ἤδη γέγονεν ἐν τοῖς αἰῶσιν τοῖς ἐπερχομένοις ἀπὸ ἔμπροσθεν ἡμῶν". μαρτυρία δὲ τοῦ τε δι' ἰδίαν κακίαν καὶ διὰ τὸ τῶν ἄλλων χρήσιμον εἰς τὸν βίον εἰσάγεσθαί τε καὶ τοῖς σώμασιν συνπλέκεσθαι ὅ τε Ἰερεμίας ἀκούων· "πρὸ τοῦ με πλάσαι σε ἐν κοιλίαι ἐπίσταμαί σε καὶ πρὸ τοῦ σε ἐξελθεῖν ἐκ μήτρας ἡγίακά σε, προφήτην εἰς ἔθνη τέθεικά σε", Ἰακώβ τε καὶ Ἠσαύ, περὶ ὧν ὁ θεὸς λέγει· "τὸν Ἰακὼβ ἠγάπησα, τὸν δὲ Ἠσαὺ ἐμίσησα", ἔτι ἐν γαστρὶ τυγχανόντων, καὶ Ἰωάννης ἐν γαστρὶ τῆς μητρὸς "σκιρτῶν καὶ ἀγαλλιώμενος". ταῦτα γὰρ οὐ συνχρόνους τοῖς σώμασιν ἀποδείκνυσιν τὰς ψυχάς· ὁ γὰρ ἀγαλλιαζόμενος ἐν κοιλίᾳ μητρὸς καὶ πνεύματος ἁγίου μετέχων ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ μισούμενος πρὶν γεννηθῇ καὶ ἄλλος ἀγαπώμενος οὐκ ἀναιτίως ταῦ58 τα ὑφίσταται. ἐπίπονον δὲ οὐ μόνον τὸ δι' οἰκεῖα σφάλματα, ἀλλὰ καὶ δι' ἑτέρων ὠφελίας συνάπτεσθαι σώματι καὶ μοχθηρότατον· ὡς γὰρ οὐ διὰ τοὺς νικῶντας ἐν πολέμωι τὴν αἰτίαν τοῦ πολέμου ἐπαινεῖν προσήκει πρόφασιν οὖσαν ἀηδῶν πολλῶν, οὕ τως οὐ διὰ τοὺς κατορθοῦντας ἐπαινεῖν ἀκόλουθον τὴν εἰς τὸν βίον εἴσοδον, ἀλλὰ πεπεῖσθαι, ὅτι καὶ παρ' ἑαυτοὺς ἔνιοι πειραθέντες εἰς ἔσχατον κακὸν ἐληλύθασιν καὶ τοῖς διὰ τὴν τῶν ἄλλων ὠφελίαν ἥκουσιν αἴτιοι κατέστησαν πόνων. τὰ τοίνυν διὰ ταύτην τὴν αἰτίαν συμβαίνοντα κακὰ ἡμέραν ὀδυνηρὰν καὶ ἀξίαν κατάρας ὁ Ἰὼβ ἡγούμενός φησιν· "ἀπόλοιτο ἡ ἡμέρα ἐν ἧι ἐγεννήθην." τοῦτο δὲ ὑπὲρ παντὸς τοῦ γένους λέγει. ἐπεὶ γὰρ ᾔδειν̣ ὁ ἅγιος ὅτι πολλή τις ταραχὴ τοῖς