1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

20

εὑρίσκειν ἢ ἐνγίνεσθαι τοιαῦτα ὑπεκκαύματα τὰ ἄγοντα ἐπ' αὐτήν. ἐν αὐτῆι δὲ ταύτῃ μηδὲ ἑωσφόρος γένοιτο λόγος δοκῶν εἶναι φωτεινὸς διὰ πιθανότητα τοῦ δεῖν ἀρέσκεσθαι τῇ ὁδῷ ταύτῃ. πολλάκις γὰρ ὁ φιλαμαρτήμων 66 ἐμμένει τῶι σφάλματι ἢ τὴν ἡδονὴν ἀποδεχόμενος ἢ λογισμοὺς πιθανοὺς ἀνακινῶν, ἐξ ὧν οἴεται μὴ σφάλλεσθαι. "ὅτι οὐ συνέκλεισεν πύλας γαστρὸς μητρός μου." τὸ αἴτιον τῆς ἀρᾶς νῦν φαίνεται λέγων, ὅπερ ο̣υ᾿̣κ̣ ἐπὶ τῆς αἰσθητῆς νυκτὸς ἁρμ̣ο´̣ζει, ἀλλὰ τῆς καταστάσεως ὡς ἔφαμεν τῆς ἐπὶ τὸν βίον ἀγούσης. εἰ γὰρ μὴ ἦν αὐτὰς οἴξασα, οὐδ' ἂν ἠνοίγοντο πύλαι γαστ̣ρ̣ὸς μητρός, ὅ ἐστιν οὐκ ἂν ἦν ὁ ἐπώδυνος οὗτος βίος οὐδὲ δι' ἁμαρτίαν τοιαύτης ···· ἐγεγόνει τὸ τοῦ γένους ἁμάρτημα. τούτου δ' ὑπάρχοντος οὐκ ἂν οὐδ' ὁ κατ' οἰκονομίαν κ̣····· · διάγων διὰ ταύτης τῆς καταστάσεως παρετείνετο, ἅπερ εἰ δὼς καὶ ὁ μακάριος Παῦλος ἔφασκεν· "κάλλιον ἀναλῦσαι καὶ σὺν Χριστῷ εἶναι. τὸ δὲ ἐπιμένειν τῇ σαρκὶ ἀναγκαιότερον δι' ὑμᾶς", ὥστε τὸ μὲν διά τι, τὸ δὲ ἀπολύτως καλὸν ὑπάρχειν. μακάριον γὰρ τὸ ἐκτὸς εἶναι τοῦ ζῆν τούτου. τοῖς γοῦν γνωρίμοις ὁ Ἰησοῦς λέγει· "οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου τούτου, ἀλλ' ἐγὼ ἐξελεξάμην ὑμᾶς." βέλτιον οὖν τὸ μηδὲ τὴν ἀρχὴν πειραθῆναι τοιαύτης ὁδοῦ, κἂν δι' οἰκονομίαν 67 συμβαίνῃ. καλὸν γάρ, εἰ μηδεὶς ἐδέετο ἰατροῦ ὑγιὴς ὤν. οὕτω γὰρ ἠκολούθει τὸ μὴ εἶναι ἐν τῇ αὐτῆι καταστάσει, ᾗ ἀκολουθεῖ καὶ ἐπίπονα καὶ ἀηδῆ, ὡς καὶ ἐπιφέρει. "ἀπήλλαξεν γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου." οὐ μόνον τὸν θλίβοντα καὶ περιέχοντα αὐτὸν πόνον δηλοῖ, ἀλλὰ καὶ ὅτι εἶδεν πολλοὺς διαστρεφομένους· ὁ γὰρ τοῦ δικαίου ὀφθαλμὸς ἐκθέσμοις ἔργοις ἐνεργουμένοις ἀπὸ τῶν φαύλων βαρύνεται. καὶ αὐτὸ δὲ τὸ ἐπιχωρεῖν τῶι βίῳ πόνος οὐ μικρός. ἐν ἀδικίαι ταῦτα πάντα ἔχει ·····_6_ρ_ ̣_ε6να, ἅπερ ἤργει κακίας μὴ γινομένης. ἀλλὰ καὶ ὁ Ἁμβακοὺμ τοιαύτην ἀφίησι φωνὴν λέγων· "ἱνατί μοι ἔδειξας κόπους καὶ πόνους, ἐπιβλέπειν ταλαιπωρίαν καὶ ἀσέβειαν;" "διὰ τί γὰρ ἐν κοιλίαι οὐκ ἐτελεύτησα, ἐκ γαστρὸς δὲ ἐξῆλθον καὶ οὐκ εὐθὺς ἀπωλόμην; ἱνατί δὲ συνήντησάν μοι τὰ γόνατα, ἱνατί δὲ μαστοὺς ἐθήλασα;" τὴν οἰκονομίαν τὴν διὰ τοὺς ὠφελουμένους ὡς ἔοικεν παραιτεῖται κατὰ τὸν Ἰωνὰν πρὸς τῷ καὶ διδασκαλίαν ἀπαιτεῖν τῶν τοῦ θεοῦ κριμάτων, 68 ὅπερ ἴδιόν ἐστιν τῶν δικαίων, οὐκ ἀγνοούντων παντελῶς, ἀλλ' ἵνα οἱ ἄλλοι μάθωσιν τὸ τοιο̣ῦτο εἶδος τῶν λόγων προσωποποιουμένων. ὁ Ἰερεμίας γοῦν προσάγει πεῦσιν· "δίκαιος εἶ, κύριε, πλὴν κρίματα λαλήσω πρὸς σέ", ὅπερ δεικτικὸν ὑπάρχει τοῦ εἰδέναι ἃ τούτοις γίνεται, περὶ ὧν ἐρωτᾷ· "τί ὅτι ὁδὸς ἀσεβῶν εὐοδοῦται;" τὸ τοῦ θεοῦ κρίμα τῶι ὄντι πολλὴν δέχεται ποικιλίαν ἀδίκων μὲν εὐθηνουμένων, δικαίων δὲ στενοχωρουμένων καὶ μυσαρῶν μετασχόντων, ὡς αὐτὸς ὁ Ἰερεμίας ἅγιος ὢν ὡς καὶ ἐκ μήτρας ἡγιάσθαι, παθὼν δὲ τοσαῦτα ὡς καὶ εἰς λάκκον βορβόρου ἐμβάλλεσθαι· ἀλλὰ καὶ Λάζαρος καὶ ὁ πλούσιος-ὁ μὲν κακοπαθῶν, ὁ δὲ ζῶν μετὰ πλείστης εὐπαθείας-τὸ τῶν ἀπορρήτων θεοῦ κριμάτων ἀκριβὲς ἐκφέρουσιν. "εὐοδεῖσθαι" δὲ τοῦτο καλεῖ ὡς πρὸς τὴν τῶν πολλῶν δόξαν. οὐκ ματαιολογῶν οὖν ἀλλ' ἐρωτῶν διὰ τὸ τοὺς ἄλλους μαθεῖν τὰ τοιαῦτα ἐπιφέρει ὁ ἅγιος. τούτου τοίνυν ὑπάρχει καὶ τὸ ἐν ἑνὶ τῶν ψαλμῶν λεγόμενον· "ὡς ἀγαθὸς τῷ Ἰσδραὴλ ὁ θεός, τοῖς εὐθέσι τῇ καρδίᾳ. ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες, παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου, 69 ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν." ὅτι δ' οὐκ ἀμφιβάλλει δῆλον· φησὶν γάρ· "ὡς ἀγαθὸς τῷ Ἰσδραὴλ ὁ θεός." ταῦτα ποιεῖ νοούμενα παρὰ τῶν εὐθεῖαν ἐχόντων καρ δίαν. ἑαυτὸν δ' ὑποτίθεται σαλευόμενον καὶ βέβαιος ὤν, τῶν δὲ δυσαρεστουμένων πρόσωπον ἀναδεχόμενος, ἵνα λοιπὸν μετὰ τὰ ῥήματα τοῦ δισταγμοῦ τὰ ῥήματα τῆς διδασκαλίας ἐπενέγκῃ. καὶ ὁ Ἰὼβ γοῦν θεοῦ πυνθανόμενος μαθεῖν θέλει-τοῦτο γὰρ εἰσάγει πρόσωπον-τῆς τοιαύτης διαγωγῆς αἰτίαν. καὶ γὰρ πρὸς τὴν αἰτίαν τῆς ἐν