1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

25

"συνέκλεισεν ὁ θεὸς κατ' αὐτοῦ", ἀποφηνάμενος τὰ περιστατικά. ὁ δὲ τῆι πρώτηι διανοίᾳ ἑπόμενος οὐδὲν ἕξει ἐπικομπ̣άζον φάσκων, ὡς οὐ πάντες οἱ τελευτῶντες ἐν ἀναπαύσει γίγνονται τῷ τοὺς φαύλους διαδέχεσθαι κολάσεις. παρασημειώσαιτο δὲ καὶ τοῦτο, ὡς οὐκ εἶπεν· «θάνατος ἀνθρώπῳ», ἀλλ' "ἀνδρί"· ὁ γὰρ ἀνδρείαν ἔχων καὶ ἐν τῆι ἀρετῆι ὢν ἀκατάπληκτός ἐστιν πρὸς τὸν θάνατον, ἑτοιμότατα ἔχων πρὸς αὐτὸν καὶ ψάλλων· "ἑτοίμη ἡ καρδία μου, ὁ θεός, ἑτοίμη ἡ καρδία μου." οὗτος δ' αὐτὸς καὶ ἀνάπαυσιν ἕξει διαδεχομένων αὐτὸν ἐπαγγε λιῶν. ἔτι δὲ πονῶν ἀνάπαυσιν ἕξει, ὅτι ὅπερ "συνέκλεισεν κατ' αὐτοῦ" ὁ θεὸς διὰ τῆς κοινῆς ἀποφάσεως τῆς κατὰ τοῦ Ἀδὰμ λέγων· "γῆ εἶ καὶ εἰς γῆν ἀπελεύσῃ", λέλυται λοιπὸν "ἀποδράσης" αὐτῷ "ὀδύνης καὶ λύπης 86 καὶ στεναγμοῦ" διὰ τὸ ἀκοῦσαι· "εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου." "πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει, δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ. φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι." οὐκ ἀεὶ ὁ φόβος τὸν παθητικὸν σημαίνει οὐδὲ τὸν ἀστεῖον καὶ τέλειον, ἀλλὰ καὶ μέσον, περὶ ὃν οὔτ' ὁ παθητικὸς οὔτ' ὁ ἀστεῖος συμβαίνει, ἀλλ' ὡς ἂν εἴποι τις ἐ_6_γ_γ6·····τ̣ι τούτων διὰ τὴν ἑτέρων ὠφελίαν γινόμενος ἢ διὰ πτῶσιν. ἐὰν γὰρ λέγῃ ὁ μακάριος Παῦλος· "φοβοῦμαι, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν", οὐ παθητικῶς ἔχει τὸν φόβον οὐδ' ὁ τέλειος καὶ καθαρὸς ἐν τούτωι σημαίνεται, εἰ καὶ εἶχεν αὐτὸν ὁ σοφὸς Παῦλος, ἀλλ' ἡ διὰ τὴν ἑτέρων σωτηρίαν φροντίς. εἴρηται περὶ τοῦ τελείου· "φόβος κυρίου πάντα ὑπερέβαλεν", περὶ δὲ τοῦ παθητικοῦ, ἵνα μὴ ἐπιφέρηται, φησὶν τὸ λόγιον· "τὸν δὲ φόβον αὐτῶν μὴ φοβηθῆτε", καὶ· "μὴ φοβεῖσθε ἀπὸ τῶν ἀποκτεννόντων τὸ σῶμα", καί· "ἐκεῖ ἐφοβήθησαν φόβον, οὗ οὐκ ἦν φόβος." καὶ ταῦ87 τα μὲν διὰ τὸ εἰρῆσθαι· "δακρύω δὲ ἐγὼ συνεχόμενος φόβῳ." ἴδωμεν δὲ ἐξ ἀρχῆς τὰ συνεκτεθέντα· "πρὸ γὰρ τῶν σίτων μου στεναγμός μοι ἥκει", ὅπερ διδακτικόν ἐστιν, ὅτι οἱ μὲν ἄλλοι ἄνθρωποι ἁβροδιαίτῳ βίῳ κεχρημένοι καὶ ὅλοι τρυφῆς καὶ ἡδονῆς τυγχάνοντες καὶ οὐδενὸς ἑτέρου φροντίζοντες ἔργοις αὐτοῖς βοῶσιν· "φάγωμεν καὶ πίωμεν· αὔριον γὰρ ἀ ποθνῄσκομεν", ὁ δὲ ἅγιος καὶ κατὰ τὸν μακάριον Παῦλον φάσκων· "τίς ἀσθενεῖ καὶ οὐκ ἀσθενῶ, τίς σκανδαλίζεται καὶ οὐκ ἐγὼ πυροῦμαι;", τὴν τροφὴν τὴν αἰσθητὴν οὐ χωρὶς στεναγμοῦ προσίεται τῆς ἀνθρωπίνης ἀσθενείας καὶ οὐχ ἡδονῆς ἕνεκεν, ἐννοῶν δὲ τὴν καθαρὰν καὶ ἄϋλον ζωὴν καὶ τὴν τράπεζαν ἐκείνην, ἣν ἐπηγγείλατο ὁ σωτὴρ τοῖς ἰδίοις μαθηταῖς λέγων· "ἵνα ἔσθητε καὶ πίνητε ἐπὶ τῆς τραπέζης μου ἐν τῇ βασιλείᾳ" τῶν οὐρανῶν, στενάζει· ἔτι ταύτην δεχόμενος ψάλλει τῆι διανοίᾳ· "ἐπιποθεῖ καὶ ἐκλείπει ἡ ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου." εἶτ' ἐπεὶ ὁ ἅγιος κἂν τέλειος ὑπάρχῃ οἶδεν, ὅτι ἐνδέχεται τὸν ἄνθρωπον ἕως ἐν τῷ βίωι ἐστὶν περιπεσεῖν πτώματι, ἐπάγει· "δακρύω δὲ ἐγὼ περιεχόμενος φόβῳ." διανοίας δὲ ἐρρωμένης τὸ δακρύειν ἐν τοῖς πόνοις κατὰ τὸ λεγόμενον· "λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσίν μου τὴν στρωμνήν 88 μου βρέξω." ταῦτα δὲ ποιοῦσιν οἱ ἅγιοι οὐ χαυνοῦντες ἑαυτούς, ἀλλὰ διεγειρόμενοι τῶι φρονήματι, ἵνα διὰ τούτων ἐκκαλέσωνται τὸν θεὸν εἰς ἐπικουρίαν, καθάπερ καὶ ὁ μακάριος ∆αυὶδ τῶν ὁμοίων αὐτῷ σύλλογον συνκαλῶν φησιν· "δεῦτε, προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ καὶ κλαύσωμεν ἐνώπιον κυρίου τοῦ ποιήσαντος ἡμᾶς." μέγα γὰρ ἀγαθὸν ἡ διὰ τὴν ἀπόπτωσιν φροντίς, ἥντινα ἔχειν τοὺς μαθητὰς ὁ κύριος βουλόμενός φησιν· "γρηγορεῖτε ὅτι οὐκ οἴδατε ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται." οὐδὲν δὲ ἧττον καὶ διὰ τοὺς ἐπαγομένους πειρασμοὺς ἐμμελεῖς εἰσιν οἱ ἅγιοι, οὐκ ἀμελείᾳ ἑαυτοὺς ἐνδιδόντες, ἀλλὰ παρασκευάζοντες ἑαυτοὺς πρὸς τούτους, φοβούμενοι, μή πως ἄλλοις κηρύξαντες αὐτοὶ ἀδόκιμοι γένωνται. καὶ οὐ παραιτοῦνται δὲ τὰ πταίσματα. οὐκ ἀφροντίστως δὲ λόγον ἔχοντες ἕτοιμοι πρὸς παρασκευήν εἰσιν. διὰ τοῦτο καὶ αὐτὸς ὁ μακάριος ἀεὶ διαμένει