26
καθελὼν τὰς ἀπὸ τοῦ διαβόλου ἐπαναστάσεις. ἐβούλετο μὲν μ̣ὴ γενέσθαι ἐν περιστατικοῖς, ἐπεὶ ἡ ἀνθρωπίνη ἀσθένεια, ὅσον ἧκεν εἰς τὸ ἑαυ89 τῆς μέτρον, οὐ φέρει τὰς τῶν πόνων ἀμετρίας, εἰ μὴ λογισμὸς ἀνδρεῖος ὑπερβάλῃ τὴν ἀσθένειαν. διὰ τοῦτο γὰρ ἐπιφέρει· "φόβος γὰρ ὃν ἐφρόντισα ἦλθέν μοι, καὶ ὃν ἐδεδοίκειν συνήντησέν μοι." ταῦτα δὲ οὐ καταπτήξας ἔλεγεν, ἀλλὰ κατὰ τὴν ἀποδοθεῖσαν διάνοιαν. φόβον γὰρ εἶχε, μὴ ἐπιβραδύνας τῶι βίωι καὶ θλίψεών τε καὶ περιστάσεων πειραθῇ, ἐξ ὧν ὀκλάσαι τοὺς πολλοὺς συμβαίνει. κἂν γὰρ ἀκαταμάχ̣ητοι ὦσιν, οὐ βούλονται ἐφέλκεσθαι τοὺς πειρασμούς, ἵνα μήτε ὁ ἀντικείμενος καὶ δι' αὐτοὺς ἔχῃ περισσοτέραν κόλασιν καὶ μὴ τὰ τῆς ἀνθρωπίνης ὡς ἔφαμεν ἀσθενείας ὀκλάσαι ποιήσῃ, ἐπεὶ καὶ κυβερνήτης κατευθὺ ἄγων τὸ σκάφος οὐ βούλεται χειμῶνος πειραθῆναι, μή πως καὶ πταίσματι περιπέσῃ. ὅτι δὲ οὐ δειλίᾳ τὰς περιστάσεις παραιτοῦνται, ἔστιν ἑνὸς αὐτῶν ἀκοῦσαι περὶ τοῦ κοινοῦ αὐτῶν λέγοντος· "ὁ θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσιν ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. διὰ τοῦτο οὐ φοβηθησόμεθα ἐν τῷ ταράσσεσθαι τὴν γῆν καὶ μετατίθεσθαι ὄρη 90 ἐν καρδίαις θαλασσῶν." οἷς συμφώνως καὶ ὁ ἀπόστολός φησιν· "τίς ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τῆς ἐν Χριστῷ Ἰησοῦ; θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς" καὶ τὰ ἑξῆς. ὅτι δ' οὐκ ἀνιδρωτὶ ταῦτα ὑφίστανται, ἐπάγει· "ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς", ὅπερ ἐστὶ δεῖγμα διὰ τῆς ἐναγωνίου μάχης, μεθ' ἣν ἡ νίκη συμβαίνει. εὖ δὲ καὶ τὸ "συνήντησέν μοι"· ὡς γὰρ ἀθλητῇ συνήντησεν τὰ παλαίσματα. οὐ γὰρ τοῖς τυχοῦσιν ὁ διάβολος μάχεται, ὡς καὶ ὁ σωτὴρ δηλοῖ λέγων πρὸς τοὺς μαθητάς· "ἰδοὺ ἐξῃτήσατο ὑμᾶς ὁ σατανᾶς τοῦ σινιάσαι ὡς τὸν σῖτον." συνήντησεν καὶ τούτῳ ἑτοιμότατα ἔχοντι πρὸς μάχην ὡς καὶ τὸ πρᾶγμα ἔδειξεν καὶ τὰ ἑξῆς δηλοῖ. "οὔτε εἰρήνευσα οὔτε ἡσύχασα οὔτε ἀνεπαυσάμην, ἦλθεν δέ μοι ὀργή." τὸ ἐνπαράσκευον αὐτοῦ πρὸς τὸν ἀντικείμενον ἐκ τούτων δηλοῦται. ἐπάγρυπνος γὰρ ὢν καὶ ἔχων τὴν ἐλπίδα καὶ τὸ τοῦ πνεύματος χάρισμα ἵστατο πρὸς τὸν ἀντίπαλον εἰδὼς τοῦτο καὶ Παῦλος ὡς "οὐκ ἔστιν τοῖς ἁγίοις ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς ἀρχάς, πρὸς ἐξουσίας, πρὸς τοὺς 91 κοσμοκράτορας τοῦ σκότους, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας", καὶ πρὸς αὐτὸν τὸν ἀρχέκακον διάβολον, ὅστις "ὡς λέων περιπατεῖ ζητῶν τίνα καταπίῃ". ὅμως καὶ οὕτως αὐτοῦ ἐγρηγορότος οὐκ ἠμέλησεν ὁ διάβολος, ὡς ἐξαιτήσασθαι, ἵν' ἐπαγάγῃ αὐτῷ ἃ ἐπήγαγεν, ἅπερ ὀργὴν διὰ τὰ ἐπίπονα καλεῖ, ἐπιστάμενος ὡς οὐ διὰ κακίαν ἐπήχθησαν. φησὶν γάρ· "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι." καὶ ἄλλως δὲ οἶδεν τὰ ἐπίπονα ὀργὴν ὀνομάζειν. "ἐξαπέστειλας" γάρ φησιν "τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην". ὀργὴν δὲ ἂν ἀκούωμεν θεοῦ, μὴ πάθος αὐτοῦ εἶναι ταύτην κατὰ ἀνθρώπινα λογιζόμεθα. τὸ γὰρ τοιοῦτο πάθος οὐ πέφυκεν ἐξαποστέλλεσθαι, ἐν τῆι ψυχῇ φωλεῦον. ἡ δὲ λεγομένη θεοῦ ὀργὴ ἐξαποστέλλεται· "ἐξαπέστειλας" γὰρ "τὴν ὀργήν σου", ὅ ἐστιν τὰ ἐπίπονα. ταῦτα γὰρ καὶ ἐπιπέμπεται. καὶ οὗτος οὖν ταῦτα ὀργὴν ὀνομάζει, ἅπερ αὐτῷ συμβέβηκεν. οὕτω δὲ ἀποτείνας ὁ ἅγιος οὗτο̣ς διήγησιν τοιαύτην, ἐν ᾗ τῶν κριμάτων τοῦ θεοῦ 92 διδασκαλία τυγχάνει, καὶ μυστηρίων θείων, ἃ κατὰ τὸ δυνατὸν ἐξεθέμεθα, δῆλός ἐστιν οὐ περιπαθὴς γενόμενος διὰ τὰ συμβεβηκότα, ἀλλὰ καὶ ἐν αὐτοῖς τῆς θείας θεωρίας πόθον καὶ ἔρωτα καὶ οὐράνιον ἔχων. "ὑπολαβὼν δὲ Ἐλιφὰζ ὁ Θαιμανίτης λέγει· μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ; ἰσχὺν δὲ ῥημάτων σου τίς ὑποίσει; εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς καὶ χεῖρας ἀσθενοῦς παρεκάλεσας ἀσθενοῦντάς τε ἐξανέστησας ῥήμασιν γόνασίν τε ἀδυνατοῦσιν θάρσος περιέθηκας, νῦν δὲ ἥκει ἐπὶ σὲ φόβος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας." πάσης διδασκαλίας καὶ διαλήμψεως εἰσὶν ἀρχαί, ὧν εὖ ἐχουσῶν πάντα κατὰ λόγον χωρεῖ. ὅταν δὲ μὴ καλῶς ἔχωσιν αἱ ἀρχαί, πολλὰ ἕπονται