27
σφάλματα. καὶ ἔστω ἀφ' αἱρέσεων τὸ παράδειγμα· εἰ γάρ τις ἀσεβῶν θείη προϋπάρχοντα τὸν πατέρα τοῦ υἱοῦ, ταύτῃ τῇ ἀρχῇ σαθρᾷ οὔσῃ πολλὰ ἕπεται ψευδῆ· κτίσμα γὰρ εὐθυντὸν τὸν υἱὸν ὑπολήμψεται, οὐκ ἀΐδιον· οὐ γὰρ οἷόν τε ἀϊδίου προϋπάρχοντος. εἰ δὲ προϋπάρχει κατὰ τὴν σαθρὰν ὑπόθεσιν αὐτῶν ὁ πατήρ, οὐκ ἂν εἴη ὁ υἱὸς 93 ἀΐδιος. κτίσμα δὲ καὶ ποίημα αὐτὸν εἶναι ἕπεται, οἷς ἀκολουθεῖ τὸ τρεπτὸν εἶναι αὐτὸν καὶ ἀλλοιω τόν. τούτου οὕτως ἔχοντος οὐκ ἔσται κατ' οὐσίαν θεός. διόπερ εἴ ποτε σαθροῖς δόγμασιν περιτύχοις, τὴν ἀρχὴν αὐτῶν ζήτει. ταύτης γὰρ ἀνατραπείσης συναπέρχεται ὅλα. ἐκκείσθω δὲ καὶ δεύτερον τοῦ αὐτοῦ παράδειγμα. εἰσίν τινες, οἳ τὴν δόκησιν εἰσάγουσιν, τῶι δοκεῖν πεφάνθαι τὸν ςωτῆρα φρονοῦντες. ζητητέον, τίνος ἕνεκα ἐπεδήμησεν, καὶ δῆλον, ὡς τῆς τῶν ἀνθρώπων σωτηρίας χάριν. εἰ δὲ δοκήσει ὤφθη καὶ εἰ διδασκαλία δοκήσει γέγονε, καὶ ὁ σταυρὸς καὶ ἡ ἀνάλημψις, οἷς ἕπεται δοκήσει καὶ τὴν σωτηρίαν καὶ οὐκ ἀληλθείᾳ γεγενῆσθαι. ὅπερ κατὰ τὴν ἄτοπον ἀρχὴν ἠκολούθησεν. καὶ ἐπὶ τῶν ἐκτεθέντων τοίνυν ὑπὸ τοῦ Ἐλιφὰζ λόγων τοιοῦτόν τι ἔστιν. δύο εἰσὶν ἀρχαὶ ἀναντίρρητοι τῶν ἐπιφερομένων ἀνθρώποις σκυθρωπῶν, μία μὲν ἡ κατὰ διόρθωσιν ἁμαρτημάτων, ἑτέρα δὲ ἡ πρὸς τὸ ἀνα δειχθῆναι ἀνδρείαν καὶ δοκιμὴν τῶν θλιβομένων, ὅπερ σημαίνει τὸ οὕτως ἔχον λόγιον· "μακάριος ἀνὴρ ὃς ὑπο94 μένει πειρασμόν, ὅτι δόκιμος γενάμενος λήμψεται τὸν στέφανον τῆς ζωῆς, ὃν ἐπηγγείλατο τοῖς ἀγαπῶσιν αὐτόν." καὶ πάλιν· "πᾶσαν χαρὰν ἡγήσασθε, ἀδελφοί μου, ὅταν πειρασμοῖς περιπέσητε ποικίλοις, ὅτι τὸ δοκίμιον τῆς θλίψεως κατεργάζεται ὑπομονήν, ἡ δὲ δ ὑπομονὴ δοκιμήν, ἡ δὲ δοκιμὴ ἐλπίδα." ἔστιν δὲ καὶ τοῦ ἑτέρου εἴδους ἐκ τῶν ἁγίων γραφῶν δέξασθαι μαρτύρια. εἴρηται γάρ· "ὀργὴν κυρίου ὑποίσω ὅτι ἥμαρτον αὐτῷ." τὴν γὰρ ἐπαγωγὴν δι' ἁμάρτημά φησιν γενέσθαι. κοινὰ τοίνυν τὰ ἐπίπονα καὶ σπουδαίῳ καὶ φαύλῳ, ἀλλ' ὁ τρόπος τῆς αἰτίας διάφορος. ἀμέλει γοῦν τὰ τοῖς ἁμαρτωλοῖς διὰ τὰς γεγενημένας κακίας ἐπαγόμενα "μάστιγες" λέγονται ἐν τῷ· "πολλαὶ αἱ μάστιγες τοῦ ἁμαρτωλοῦ, τὸν δὲ ἐλπίζοντα ἐπὶ κύριον ἔλεος κυκλώσει." καὶ πάλιν· "ἐὰν ἐνκαταλίπωσιν οἱ υἱοὶ αὐτοῦ τὸν νόμον μου καὶ ἐν τοῖς κρίμασίν μου μὴ πορευθῶσιν, καὶ τὰ δικαιώματά μου μὴ φυλάξωσιν, καὶ τὰς ἐντολάς μου μὴ τηρήσωσιν, ἐπισκέψομαι ἐν ῥάβδωι τὰς ἀνομίας αὐτῶν καὶ ἐν μάστιξιν τὰς ἁμαρτίας αὐτῶν." τὰ αὐ95 τὰ ταῦτα συμπτώματα καὶ τὰ αὐτὰ ἀνιαρὰ καὶ περιστατικὰ τοῖς δικαίοις ἐπαγόμενα οὐ λέγονται "μάστιγες" ἀλλὰ "θλίψεις"· "πολλαὶ αἱ θλίψεις τῶν δικαίων", καί· "ἐν θλίψει τοῦ κυρίου ἐμνήσθην." ἀλλὰ καὶ περὶ τοῦ δικαίου τοῦ ὡς ἐπὶ τὸ πλεῖστον θλιβομένου κατὰ τὸ εἰρημένον· "ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι" λέγεται· "καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου." τὰ ἐπαγόμενά τινι θλιβηρά, ὡς προείρηται, κατὰ δύο ἀναντιρρήτους ἀρχὰς συμβαίνει, ἢ ἐπιτιμίας ἕνεκα καὶ διορθώσεως ἢ ἵνα τις μεγαλοψύχως ἐνεγκὼν αὐτὰ ἐπὶ καρτερίᾳ καὶ ἀνδρείᾳ στεφάνων τύχῃ. τοῦτο ἀγνοήσαντες οἱ φίλοι τοῦ Ἰὼβ κατὰ τὸν ἕτερον τῶν δύο τούτων τρόπον ᾠήθησαν ὡς παρατρεπόμενος διὰ ἁμαρτήματα θλίβεται. οὐκ ἐντίθεσαν γοῦν τὸν ἕτερον τρόπον, καίτοι μηδὲν συνειδότες τῷ Ἰὼβ ἁμάρτημα. πῶς γὰρ οἷόν τε ἦν, μαρτυρουμένου αὐτοῦ, ὡς καθ' ἡμέραν τῇ πρὸς θεὸν παρεδρίᾳ καρτερῶς προσεῖχεν ἀναφέρων ὑπὲρ τῶν υἱῶν θυσίας "μήποτε κακὰ ἐνενόησαν". οὐδὲν γὰρ φαινόμενον αὐτῶν ἐτύγχανεν ἁμάρτημα. διὸ καὶ 96 ὑπὲρ τῆς ἐννοίας αὐτῶν τὴν προσφορὰν ἐποίει. τοῦτο δὲ καὶ μεῖζον, ὅτι καὶ ὑπὸ θεοῦ ἐμαρτυρεῖτο λέγοντος ὡς "ἀνὴρ δίκαιος ἦν, ἄμεμπτος" καὶ τὰ ἑξῆς. ὅμως δὲ οἱ φίλοι κατὰ μόνον ὡς εἴρηται τὸν ἕτερον τρόπον τὰς ἐπαγωγὰς ἐπιπέμπεσθαι νο μίζοντες δικαίῳ προσθεῖν̣αι ταύτας οὐκ ἐτόλμων, δηλοῦν τὴν πρόνοιαν θέλοντες, ὅτι πρὸς τὰ πεπραγμένα τὰς θλίψεις ἐπάγει. διὰ ταύτην δὲ τὴν ἑαυτῶν ὑπόλημψιν ἀντίθετα πρὸς