1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

28

τὸν Ἰὼβ ἐλάλησαν. διὸ καὶ ὁ θεὸς συγγνώμην αὐτοῖς ἀπένειμεν καὶ ὑπὲρ ἀγνοίας ἐποίησεν προσαγαγεῖν θυσίαν. ὅτι δ' οὐ κακῇ προθέσει τοῦτο ἐποίησαν ἀλλ' ὡς δικαιοῦντες τὴν πρόνοιαν, τοῦτο ἔλεγον, εἰ καὶ τὴν ἀκρίβειαν ἠγνόησαν. ἀπὸ ταύτης γοῦν τῆς διαλήμψεως καὶ τὰς λέξεις ἐπιφέρει ὁ πρῶτος ἀρξάμενος φάσκων· "μὴ πολλάκις σοι λελάληται ἐν κόπῳ", ὅπερ δηλοῖ ὅτι· καὶ αὐτὸς σὺ πολλάκις ἐχρήσω λόγοις πρός τινας περιπεπτωκότας θλιβηροῖς, ἵνα τὸ λελάληται ἐνεργητικῶς ἀκούσωμεν ὡς τὸ πέπρακταί σοι. δύναται καὶ παθητικῶς εἰρῆσθαι, ἵν' ᾖ 97 τὸ λεγόμενον· ἦ νῦν πρῶτον ἐν κόποις γεγενημένος ἔσχες τὸν λαλοῦντά σοι τὰ τῆς παρακλήσεως; τοῦ μὴ ἀντὶ τοῦ οὐχὶ λαμβανομένου. οὐδὲ γὰρ τότε μόνον ἐν περιστάσει ἦν ὁ Ἰώβ. εἰκὸς γὰρ αὐτὸν ἐν πλείονι χρόνῳ ἐν τοῖς θλιβηροῖς εἶναι. εἶτα τῶν εἰρημένων πρὸς τοῦ Ἰὼβ ἑτέρως ἐξειληφὼς τὴν διάνοιαν καὶ ὡς παρὰ ὀλιγωροῦντος ἀκούσας αὐτοῦ τὰ ῥήματα ἐπάγει· "ἰσχὺν δὲ ῥημάτων τίς ὑποίσει;" αὐτὸς μὲν πολλοῖς παράκλησιν προσήγαγες, τὰ δὲ σὰ ῥήματα ὀλιγωρίας πεπληρωμένα οὐδεὶς οἷός τέ ἐστι φέρειν. ταῦτα δὲ ἔλεγεν ἀγνοῶν τὸ μέγεθος τῶν παρ' αὐτοῦ εἰρημένων. καὶ δέχεται δῆθεν ἀπ' αὐτοῦ τὴν σύνκρισιν λέγων· "εἰ γὰρ σὺ ἐνουθέτησας πολλοὺς" καὶ τὰ ἑξῆς, δηλῶν ὅτι· ἃ σὺ τοῖς ἄλλοις εἰς παραμυθίαν παρήγαγες διανιστῶν τρόπον τινὰ τοὺς παρεθέντας ὑπὸ λύπης οὐχ ὑπομιμνῃσκόμενος "ἐσπούδασας"-ἀντὶ τοῦ τετάραξαι-, καὶ πρὸς ἐπικουρίαν καὶ παράκλησιν πολλὰ ποιῶν τοῖς θλιβομένοις ὡς δεξιὰν ὀρέγειν αὐτοῖς κατὰ τὸ ἐν Ἠσαίᾳ λεγόμενον πρὸς τοὺς ἄρχον τας· "παρακαλεῖτε τῆι χειρί", τὴν σύνπνοιαν καὶ συνπάθειαν δηλοῦν98 τος τοῦ λόγου. "γόνασιν δὲ ἀδυνατοῦσιν θάρσος περιέθηκας", ἀσθενείᾳ πεπιασμένοις ἀνθρώποις ἰσχὺν παρέχων διὰ τῆς εἰς αὐτοὺς σπουδῆς. κατὰ δὲ ἀναγωγὴν γόνατα παραλελυμένα ἔχει "ὁ τῇ Βάαλ αὐτὰ κάμπτων", ὁ θεὸν ἕτερον ἀναγορεύων, ὁ δουλεύων ᾗ ποιεῖ ἁμαρτίᾳ. "νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου", τοῦ ἥψατο δηλοῦντος σφοδρὰν ἐπίτασιν τῆς περιστάσεως. πρὸς τοῖς εἰρημένοις ἐκεῖ ἐννοεῖν ἀκόλουθον ὡς χαλεπωτέρα τῆς περιστάσεως θλῖψις ὑπῆρχεν ἡ παρὰ τῶν φίλων διὰ τῶν λόγων προσαγομένη καταδρομή. πρὸς γὰρ τῷ ἀπαράκλητον εἶναι τὸ δεινὸν ἔτι καὶ οἱ λόγοι φορτικοὶ ὄντες οὐ μικρὰν παρεῖχον ἀνίαν. "πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦ σου;" τοῦ συνγραφικοῦ πνεύματος μαρτυρήσαντος τῷ Ἰὼβ ὅτι οὐκ ἔδωκεν ἀφροσύνην τῷ θεῷ, οὗτος ἑτέραν διάλημψιν ἔχων περὶ τῶν ἐπαχθέν των αὐτῷ καὶ λογιζόμενος, ὅτι διὰ ἁμαρτήματα πάσχει, οἰόμενός τε αὐτὸν ἐξ ὀλιγωρίας εἰρηκέναι ἃ ἐφθέγξατο, φησίν· "πότερον οὐχ ὁ φόβος σού ἐστιν ἐν ἀφροσύνῃ"-οἰόμενος γὰρ σαυτὸν δίκαιον- 99 "καὶ ἡ ἐλπίς σου καὶ ἡ κακία τῆς ὁδοῦς σου". ἀφροσύνη δέ, φησίν, καὶ τὸ ἐλπίζειν ὅτι δίκαιος ὀφθήσει. δικαίῳς γὰρ τοιαῦτα οὐκ ἐπάγεται. αὐτὴ δ' αὕτη ἡ ὁδὸς ὁδὸς κακίας εἴρηται διὰ πάντων νομίζοντι τῷ Ἐλιφὰζ ὅτι δι' ἁμαρτίας πάσχει ὁ μακάριος. οὕτως καὶ ἀφροσύνην αὐτῷ προσῆπτεν. "μνήσθητι οὖν τίς καθαρὸς ὢν ἀπώλετο ἢ πότε ἀληθινοὶ ὁλόρριζοι ἀπώλοντο. καθ' ὃν τρόπον εἶδον τοὺς ἀροτριῶντας τὰ ἄτοπα, οἱ δὲ σπείροντες αὐτὰ ὀδύνας θερίσουσιν ἑαυτοῖς. ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται." ἔτι τῆς αὐτῆς ἐχόμενος διανοίας ὡς δι' ἁμαρτίας ὁ Ἰὼβ τῶν περιστατικῶν εἰλήφει πεῖραν, ταῦτά φησιν πρὸς αὐτόν, οἰόμενος ὡς οὐδεὶς ἄνθρωπος καθαρὸς ὢν τῶι βίῳ θλιβηροῖς περιέπεσεν καὶ "ὁλό ρριζος ἀπώλετο", αἰνιττόμενος τὴν τέκνων καὶ χρημάτων καὶ κτημάτων ἀπώλειαν. τὸ γὰρ ἀπώλοντο τοῦτο αὐτῷ σημαίνει. παραβάλλει δὲ τοὺς φαύλους, τούτους 100 καὶ ὑποτιθέμενος ταῖς κακώσεσιν ὑποπίπτειν-λέγων τι ἀληθὲς ὡς "οἱ σπείροντες ἄδικα ὀδύνας θερίζουσιν"-, τὴν ἀνταπόδοσιν ὑποβάλλων νοεῖν, ἥντινα ἐπιπέμπεσθαι ἐκ θεοῦ φησιν, καὶ περὶ τοῦτο ὀρθῶς διακείμενος διὰ τοῦ