1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

29

λέγειν· "ἀπὸ προστάγματος κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται." ᾧ ὅμοιον παρὰ τῷ μακαρίῳ Παύλῳ λέγεται· "ὃς ἀποδώσει ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ." "σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη. μυρμηκολέων ὤλετο παρὰ τὸ μὴ ἔχειν βοράν, σκύμνοι δὲ λεόντων ἔλιπον ἀλλήλους. εἰ δέ τι ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, οὐδὲν ἄν σοι τούτων κακὸν ὑπήντησεν." εἰ καὶ διεσφάλησαν οἱ τοῦ Ἰὼβ φίλοι, ὧν ἦν καὶ οὗτος, κατὰ τὸ διακεῖσθαι περὶ αὐτοῦ ὡς δι' ἁμαρτήματα περιπεσόντος τοῖς θλιβηροῖς, ἀλλὰ γοῦν ἔχουσιν ἀνθρωπίνην σύνεσιν, ἥτις οὐκ ἔστιν ἀδιάπτωτος. διόπερ ἐπιβάλλοντες αὐτοῖς τοῖς λόγοις τοῖς μὲν ἐκ συνέσεως λεγομένοις οὐκ ἀπαρεσκόμεθα διακείμενοι, ὡς οὐκ ἐξίσχυσαν ἅπασαν τὴν περὶ τὰ φρονητέα ἀλήθειαν καταλαβεῖν καὶ ἐκ τοῦ νῦν ἐκτεθέντος ἐπὶ τέλει· "εἰ γάρ τι", φησίν, "ῥῆμα ἀληθινὸν ἐγεγόνει ἐν λόγοις σου, 101 οὐδὲν ἄν σοι τούτων κακὸν συνήντησεν", ὅπερ ὡς ἔφαμεν οὐκ οἰκείως οὐδὲ συνετῶς παρ' αὐτοῦ εἴρηται. ταύτην γὰρ μόνην αἰτίαν τῶν θλιβηρῶν ᾤετο, τὴν δι' ἁμαρτίας λέγων. διέξεισιν δὲ τὰς περὶ τοὺς ἀνθρώπους μεταβολὰς οὐκ ἀσυνετῶς λέγων· "σθένος λέοντος, φωνὴ δὲ λεαίνης, γαυρίαμα δὲ δρακόντων ἐσβέσθη." τροπολογίας γὰρ εἴδει ταῦτά φησιν, πολλῶν ὑπερηφάνων καὶ μέγα ἐπὶ τοῖς ἀνθρωπίνοις φρονούντων μεταβολὴν πεπονθότων, οἷος ὁ Ναβουχοδοσὸρ ἐκ βασιλείας εἰς ἔσχατον ἰδιώτου ἐλθών. ἀλλὰ καὶ τὸ τῶι πλουσίωι εἰρημένον εἰπόντι· "καθελῶ μου τὰς ἀποθήκας καὶ μείζονας οἰκοδομήσω. -ἄφρων, ταύτηι τῇ νυκτὶ τὴν ψυχήν σου αἱροῦσιν ἀπὸ σοῦ", ταύτης τῆς διανοίας ἐστὶ παραστατικόν. "λέων" μὲν οὖν διὰ τὸ ὠμόθυμον αὐτῶι εἴλημπται καὶ γαῦρον ὡς "ἐφ' ἑαυτῶι πεποιθέναι". ὅπερ νοῶν καὶ ὁ μακάριος Παῦλος περὶ Νέρωνος ἔφη· "ἐν τῆι πρώτῃ μου ἀπολογίᾳ οὐδείς μοι παρεγένετο, ὁ δὲ κύριός μοι παρέστη καὶ ἐρύσατό με ἐκ στόματος λέοντος." ἀλλὰ καὶ ὁ Ἰερεμίας λέγων· "πρόβατον πλανώμενον Ἰσδραήλ, λέοντες ἐξῶσαν αὐτόν" ἑξῆς ἑρμηνεύει, τίνες 102 οἱ λέοντες, λέγων· "ὁ πρῶτος κατέφαγεν αὐτὸν βασιλεὺς Ἀσσοὺρ" καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ τό· "ὁ θεὸς συνέτριψεν τὰς μύλας τῶν λεόντων" τὴν κατὰ τῶν ὑπερηφάνων καὶ ὠμοθύμων ἀνθρώπων ἧτταν σημαίνει. τὴν δὲ "λέαιναν" ἀντὶ ἀπλήστου τρόπου εἴη δεχόμενος, ἥτις φύσιν ἔχει τοιαύτην. καὶ γὰρ ὅτε τροφῆς δεῖται, οὐ βοᾷ, ἵνα μὴ τῶν ὀφειλόντων τροφὴν αὐτῆι γενέσθαι θηρίων φυγὴ γένηται. εἰ δὲ καὶ ὁ ἄρρην ταύτης ἐστὶ τῆς φύσεως, ἀλλ' ἀπὸ τοῦ ἐπικρατεστέρου καὶ πρὸς βασιλικόν τε καὶ ὑπερήφανον αὐτοῦ ἐμνήσθη. καὶ τῶν "δρακόντων" δὲ μνήμην πεποίηται, αἰνιττόμενος τοὺς ὀφιώδεις ἀνθρώπους, ὡς καὶ αὐτοὶ καταλύονται μεταβολῆς καὶ περὶ αὐτοὺς γιγνομένης. δολεροὶ δὲ οὗτοι καὶ ἀπάτην ἐργαζόμενοι, κατ' ἐκεῖνο περὶ οὗ εἴρηται· "φοβοῦμαι δέ, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ φθαρῇ τὰ νοήματα ὑμῶν." "μυρμηκολέων" δὲ ἔοικεν ἀνθρώπωι ἀλάζονι καὶ προπετεῖ, ὅστις διὰ τὸ ἀβέβαιον καὶ ἀστάθμητον θᾶττον ἀποπίπτει. λέγεται δὲ οὗτος τίκτεσθαι ἀπὸ λέοντος συνελθόντος μύρμηκι, οὐ τῷ ζῳϋφαρίῳ, 103 ἀλλὰ ἄλλῳ, ὃ μέγεθος μὲν ἔχει ἄρκου, οὕτω δὲ καλεῖται. φασὶν δὲ οἱ ἱστοροῦν τες, ὡς διὰ μὲν τὸν πατέρα σαρκοφάγον ὄντα καὶ διὰ τὴν μητέρα ποηφάγον ἀπόλλυται μὴ δυνάμενος διὰ τὴν ἐξ ἀμφοτέρων γένεσιν μιᾷ τροφῇ χρῆσθαι. ὅπως δὲ ἔχει ταῦτα, κρινέτω ὁ ἐντυγχάνων. εἰσὶν δὲ οἱ εἰς τὸν διάβολον τοῦτον δεχόμενοι πιθανῶς λέγοντες, ὅτι τοῖς μὲν ἁγίοις μύρμηξ ἐστὶν δι' ἀσθένειαν, τοῖς δὲ ἁμαρτάνουσι λέων διὰ τὸ "τόπον δεδωκέναι αὐτῷ". "σκυμνοὶ δὲ λεόντων ἔλιπον ἀλλήλους", ὅπερ ἔφη αἰνιττόμενος τοὺς ἀδιαθέτους καὶ ἀγρίους ἀνθρώπους. καὶ γὰρ οἱ σκυμνοὶ ἕως μὲν ὑπὸ τὴν μητέρα τυγχάνουσιν, ἅμα εἰσίν, ἐπειδὰν δὲ ἀνδρυνθῶσιν, διασχίζονται ἀλλήλων. οὕτω καὶ πανοῦργος ἄνθρωπος καὶ ἄγριος ἕως μέν τινα ἔχει ὠφελίαν- ἀνθρωπίνην λέγω- παρὰ τοῦ συνόντος, κρύπτει τὴν κακουργίαν, πληρωθεὶς δὲ τοῦ