30
σπουδαζομένου μικρὰ φροντίζει τοῦ εὐεργέτου. "ἀληθινὸν" δὲ "ῥῆμα" νοεῖν δεῖ τὸ ἀπὸ διαθέσεως προϊὸν ἀψευδοῦς· ἔστι γὰρ καὶ ἐν ψυχῇ λόγος. καὶ τοῦτο δὲ λεκτέον, ὡς οὐ παντὸς προσώπου τοῦ ἐν τῇ γραφῇ κειμένου τοὺς λόγους 104 σπουδαίους ἢ ἀξίους συνέσεως ἡγεῖσθαι προσήκει. ἐν γοῦν τοῖς εὐαγγελίοις τὰ μὲν τῶν Ἰουδαίων ἀσύνετα, ἀλλὰ καὶ Νικόδημος λόγοις ἐχρήσατο οὐ φρονίμως· τοῦ γὰρ ςωτῆρος λέγοντος· "δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν", εἶπεν αὐτός· "μὴ δύναταί τις γέρων ὢν γεννηθῆναι ἢ δεύτερον εἰς τὴν κοιλίαν τῆς μητρὸς εἰσελθεῖν." οὕτως οὐκ ἀεὶ ἀπαιτεῖν δεῖ σύνεσιν παρὰ παντὸς προσώπου ἐν τῆι γραφῇ κειμένου. "πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ, φόβῳ δὲ καὶ ἠχὼ νυκτερινή, ἐπιπίπτων φόβος ἐπ' ἀνθρώπους, φρίκη δέ μοι συνήντησεν καὶ τρόμος καὶ μεγάλως μου τὰ ὀστᾶ συνέσεισεν, καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν, ἔφριξαν δέ μου τρίχες καὶ σάρκες. ἀνέστην καὶ οὐκ ἐπέγνων, εἶδον καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου, ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον." ἐπεὶ πλείοσιν ἐχρήσατο λόγοις, τὰ μὲν πρῶτα δόξασιν εἶναι παρακλητικοῖς, ἔπειτα καθαπτομένοις ὡς ἂν σπεύσαντος αὐτοῦ τοῦ Ἰὼβ διὰ τὰ συμβεβηκότα καὶ ὅτι δι' ἁμαρτίας πέπονθεν-τοῦτο γὰρ ἐξ ἀρχῆς ἐνόμισεν ὁ Ἐλιφάζ, καὶ πρὸς τούτοις, ὅτι τὰ πράγματα τὰ ἀν105 θρώπινα, κἂν ᾖ ἐπίδοξα, πολλὴν δέχεται τὴν μεταβολήν-, λογισάμενος ὡς ἐνδέχεται τὸν ἀκούοντα μὴ προσέχειν τοῖς παρ' αὐτοῦ εἰρημένοις πιστοποιήσεως χάριν ἐπάγει τὰ ἐκτεθέντα λέγων· "πότερον οὐ δέξεταί μου τὸ οὖς ἐξαίσια παρ' αὐτοῦ", μονονουχὶ φάσκων· μηδεὶς τῶν ἀκουόντων οἰέσθω ἀσύνετόν με τυγχάνειν. δέχεται γάρ μου τὸ οὖς τῆς διανοίας θαυμαστὰ παρ' αὐτοῦ, αὐτοῦ λέγων τοῦ θεοῦ. αὐθεντίας γὰρ τοῦτο σημαντικὸν ὡς ἐν τῷ· "αὐτὸς ὁ λαλῶν πάρειμι", καὶ ἐν τῶι· "αὐτὸς σοφὸς ἦγεν ἐπ' αὐτοὺς κακά, καὶ ὁ νόμος αὐτοῦ οὐ μὴ ἀθετηθῇ", δηλονότι τοῦ θεοῦ. καὶ γὰρ τῷ ὄντι ἐὰν ἀνθρωπίνη σύνεσις ἐπιβάλλῃ τοῖς παρὰ τοῦ θεοῦ, φόβου πιμπλάνεται κατὰ τὸ λεγόμενον· "κατενόησα τὰ ἔργα σου καὶ ἐξέστην." τῷ δ' αὐτῷ τούτῳ καὶ "ἦχος" ἕπεται "νυκτερινός", ὅ ἐστιν ἀσαφία πολλή, ἐξ ἧς φρίττειν καὶ φοβεῖσθαι συμβαίνει τῶι ἀρξαμένῳ νοεῖν τι τῶν θεοῦ κριμάτων. οὐ μὴν ἀλλὰ καὶ "τὰ ὀστᾶ" τοῦ τοιούτου ταράττεται, ἅ ἐστιν δύναμις ψυχῆς. πᾶς γὰρ ἀνθρώπινος λογισμὸς ἐξασθενεῖ πρὸς τὴν τῶν θείων ἀκριβῆ κατανόησιν. τοῦτο αὐτὸ καὶ Ἀμβακοὺμ ἐπιστάμενός 106 φησιν· "ἀπὸ φωνῆς προσευχῆς με 106 εἰσῆλθεν τρόμος εἰς τὰ ὀστᾶ μου." τῷ οὖν ὡς προείρηται θείων ἔργων φοβερῶν τυγχανόντων βουλομένῳ ἐπαΐειν κατὰ τὸ διανοητικὸν γίνεταί τις τύπος νοήσεως οὐκ ἀκριβής, ὅστις δηλοῦται διὰ τοῦ· "καὶ πνεῦμα ἐπὶ πρόσωπόν μου ἐπῆλθεν." ἑξῆς καὶ ἔστιν τό· "ἔφριξαν δέ μου τρίχες καὶ σάρκες." θόρυβον γὰρ ὑπομένει οὐ μικρὸν ἄνθρωπος, εἰ τολμήσειεν ἐπιβαλεῖν τοῖς θεοῦ κρίμα σίν τε καὶ θαυμασίοις. "ἀνέστην, καὶ οὐκ ἦν μορφὴ πρὸ ὀφθαλμῶν μου", ἵν' ᾖ τὸ λεγόμενον ὅτι· κἂν διεγεῖραι αὑτὸν θέλῃ ἄνθρωπος πρὸς κατανόησιν, διαφεύγει αὐτὸν ἡ ἀκρίβεια μορφὴ εἰρημένη. τούτῳ ὅμοιον ἂν εἴη τό· "βαθὺ βάθος, τίς εὑρήσει αὐτήν." "ἀλλ' ἢ αὔραν καὶ φωνὴν ἤκουον." θαυμαστὰ γάρ τινα καὶ ἀπηχήματα τῆς διοικήσεως τῆς ἀπὸ θεοῦ δέχεται συνέσει τις χρώμενος. καὶ οὐ πάντηι σθένει γε καταλαβεῖν, καὶ μάλα εἰκότως· εἰ γὰρ Παῦλος ἐν Χριστῷ λαλῶν φησιν· "ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ. ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ", 107 πόσῳ ὁ τοῖς ἀνθρωπίνοις λογισμοῖς ἐπιβάλλων ἀτονήσει πρὸς τὴν κατάλημψιν; "τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;" σύνεσιν ἀνθρωπίνην ἔχειν ὑπεθέμεθα καὶ ἐν τοῖς προλαβοῦσιν τοὺς φίλους τοῦ Ἰώβ. καὶ γὰρ οὐ μικρὸν δεῖγμα συνέσεως τὸ βασιλεῖς ὄντας καταλιπεῖν μὲν τὰς χώρας, παραγενέσθαι δὲ διὰ συνπάθειαν τοῦ Ἰώβ, καίτοι διαλαμβάνοντες ὡς οὐκ ἀπήλλακται ἁμαρτημάτων. ὅμως δ', εἰ καὶ