1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

31

ἀνθρωπίνοις χρῶνται λογισμοῖς, ἀλλὰ γοῦν καὶ διασφάλλονται. ὡς γὰρ οὖν προείρηται, μίαν αἰτίαν τῶν ἐπαγωγῶν τιθέμενοι οἴονται καὶ τὸν Ἰὼβ δι' ἁμαρτίας πεπονθέναι, ἀπὸ πιθανοῦ λόγου ἐπὶ τοῦτο ἀγόμενοι, τὸ ἀσθενὲς τῆς ἀνθρωπίνης ἐννοοῦντες φύσεως. διὸ καὶ ὁ Ἐλιφὰζ τὰ προκείμενά φησιν· "τί γάρ; μὴ καθαρὸς ἔσται βροτὸς ἐναντίον κυρίου, ἢ ἀπὸ τῶν ἔργων αὐτοῦ ἄμεμπτος ἀνήρ;" τοῦτο μενοῦν πιθανὸν ὑπάρχον, εἰ κατὰ τὴν ἔννοιαν αὐτοῦ ἐξετάζοιτο, ἔχει τὸν ἔλεγχον. εἰ γὰρ δι' ἁμαρτίας ὁ περιπίπτων ἀνιαροῖς θλίβεται, οὐδεὶς δὲ καθαρός, οὐδεὶς ἐκτὸς ἀνιαρῶν ὑπῆρξεν ἄν. ἀλλὰ ταῦτα μὲν οὗτος, ἡ δὲ θεία παίδευσις 108 διδάσκει, ὡς καὶ πονηροὶ ἄνθρωποι καὶ τὰ πάντα ἐν ἁμαρτίαις ὄντες ἀπερίστατον τὸν βίον ἑαυτῶν διήγαγον. ὧν ἐστιν ὁ σὺν τῷ Λαζάρῳ πλούσιος καθ' ἡμέραν εὐφραινόμενος λαμπρῶς βύσσον τε καὶ πορφύραν ἐνδιδυσκόμενος μέχρις ὑστέρας ἀναπνοῆς διαμείνας ἐν ἡδίστῃ διαγωγῇ, τοῦ Λαζάρου δικαίου μαρτυρουμένου καὶ μὴ ἐσχηκότος ἐνταῦθα ἀνάπαυσιν. ἀλλὰ καὶ ὁ ἀκούσας· "ἄφρων, ταύτηι τῇ νυκτὶ αἱροῦσιν τὴν ψυχὴν ἀπὸ σοῦ. ἃ δὲ ἡτοίμασας, τίνι ἔσται;" οὐ περιστάσει κοινωνήσας ἀναγέγραπται. καὶ τοῦτο δὲ παιδεύει ὁ θεῖος λόγος, εἰ καὶ οὗτος αὐτὸ εἶπεν ἀνθρωπίνως, ὅτι οὐχ ὁ καθαρὸς πάντως καὶ ἐναντίον κυρίου τοιοῦτός ἐστιν. τοῦτο δὲ δείκνυται ἐκ τοῦ· "ἄστρα δὲ οὐ καθαρὰ αὐτοῦ ἐνώπιον", καὶ τοῦ ἐν Ψαλμοῖς· "οὐ δικαιωθήσεται ἐνώπιον σοῦ πᾶς ζῶν." οὐ γὰρ εἶπεν· «οὐδεὶς δικαιοῦται», ἀλλ'· «ἐπίπροσθεν σοῦ». εὑρήσεις γοῦν ὡς πρὸς θεὸν ἀπολειπομένους πάντας, καὶ οὐ καθ' ὑπερβολὴν ἔχουσιν. ὁ Μωσῆς μὲν γὰρ καίτοι "πεπαιδευμένος πάσῃ σοφίαι Αἰγυπτίων" φησίν· "οὔκ εἰμι ἱκανὸς λαλῆσαι πρὸ τῆς χθὲς καὶ πρὸ τῆς τρίτης καὶ ἀφ' οὗ σὺ ἤρξω λαλεῖν τῶι θεράποντί σου." παρόντος γὰρ τοῦ ὑπερ109 βάλλοντος δοκεῖ ἐλάττων εἶναι. ἢ καὶ μεθ' ἕτερα λέγων· "ἐγὼ δὲ ἄλο γός εἰμι." ἀλλὰ καὶ Ἀβραὰμ ὁ "φίλος θεοῦ" χρηματίσας λέγει· "ἐπειδὴ ἠρξάμην λαλεῖν πρὸς τὸν κύριόν μου, ἐγὼ δέ εἰμι γῆ καὶ σποδός." οὐ καθάπαξ δὲ ἀτιμ̣α´̣ζει ἑαυτόν, ἀλλὰ ἀφ' οὗ ἤρξατο λαλεῖν πρὸς θεόν. "βροτὸς" δὲ καὶ "ἀνὴρ" εἰ παρὰ τοῦ Ἐλιφὰζ ἐκ παραλλήλου εἴρηται, ἀλλ' ἡμεῖς ἀκριβέστερον ἐπιβαλόντες τῶι λόγωι φαμέν, ὅτι τὸ μὲν βροτὸς οἷόν τέ ἐστι ἐπὶ γυναικὸς τετάχθαι. τὸ γὰρ ἀνὴρ οὐκ ἐπὶ παντὸς ἀνθρώπου λέγεται. "εἰ κατὰ παίδων αὐτοῦ οὐ πιστεύει, κατὰ δὲ ἀγγέλων αὐτοῦ σκολιόν τι ἐπενόησεν, τοὺς δὲ κατοικοῦντας οἰκίας πηλίνας, ἐξ ὧν καὶ αὐτοὶ ἐκ τοῦ αὐτοῦ πηλοῦ ἐσμεν, ἔπαισεν αὐτοὺς σητὸς τρόπον. καὶ ἀπὸ πρωΐθεν μέχρις ἑσπέρας οὐκέτι εἰσίν." ἀπὸ τοῦ μείζονος τὴν ἀπόδειξιν ἐπαγαγεῖν βούλεται καὶ πιστο ποιῆσαι, ὅτι πᾶς ἄνθρωπος ὑφ' ἁμαρτίαν ἐστὶν λέγων, ὅτι καὶ οἱ παῖδες τοῦ θεοῦ παρ' αὐτῶι οὐ πιστεύονται, ὅ ἐστιν· οὐχ ὡς ἄτρεπτοί εἰσιν. "κατὰ δὲ ἀγγέλων ἑαυτοῦ σκολιὸν ἐπενόησεν" ἁμαρτόντων. εἰ δὲ τοῦτο, πολλῷ πλέον κατὰ τῶν οἰκούντων τὰς πηλίνας 110 οἰκίας. καὶ αὐτῶν ἐκ τοῦ αὐτοῦ πηλοῦ τυγχανόντων ἁμαρτανόντων οὐ φείσεται, σητὸς τρόπον τὰς κολάσεις αὐτοῖς ἐπιπέμπων, οἳ καὶ κρίματι αὐτοῦ ἀπὸ πρωΐθεν πολλάκις ἕως ἑσπέρας οὐχ ὑπομενοῦσιν. ἀλλὰ μὲν οὖν αὕτη ἡ ὁλοσχερεστάτη νόησις τῶν εἰρημένων, ζητήσειεν δ' ἄν τις, πόθεν οὗτος ἔχει διάλημψιν περὶ τῶν παραβεβηκότων ἀγγέλων, καθ' ὧν σκολιὸν ἐπινενοηκέναι τὸν θεόν φησιν. πρὸς ὃ λεχθείη, ὅτι ἅτε συνετὸς ὢν ἀνὴρ οἶδεν, ὡς οὐ κατὰ φύσιν ἀγαθοὶ τυγχάνουσιν, ἀλλὰ τρεπτοὶ οἱ ἄγγελοι. οὐκ ἄτοπον δὲ αὐτὸν καὶ ἐκ τῶν δαιμονιζομένων ἀνθρώπων τοῦτο ἐννοεῖν, περὶ ὧν ἡ θεία διδασκαλία φησίν· "ἀγγέλους δὲ τοὺς μὴ τηρήσαν τας τὴν ἑαυτῶν τάξιν ὑπὸ ζόφον τετήρηκεν." κατοικεῖν δὲ οἰκίας πηλίνας τοὺς ἀνθρώπους φησὶν ἀντὶ τοῦ ὑλικάς, ἁπλούστερον καὶ τοὺς ἀνθρώπους ἐκ τοῦ αὐτοῦ πηλοῦ συνεστάναι λέγων. οὐ γὰρ καὶ ἡ ψυχὴ ἐκ πηλοῦ· τὸ γὰρ σῶμα πήλινον εἴρηται. "ἔπαισεν αὐτοὺς σητὸς τρόπον." τὴν κατ' αὐτῶν ὡς εὐτελῶν ἐπιπεμπομένην