1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

34

πέτονται, ἀντὶ τοῦ· ἀταλαίπωροί εἰσιν-οὐ γὰρ ἐν κακίᾳ ζῶ119 σιν-, ἵνα ὃ λέγει τοιοῦτον ᾖ· τὰ ἄψυχα καὶ τὰ ἄλογα-διὰ τῶν νεοσσῶν γὰρ τῶν γυπῶν τὰ ἄλογα σημαίνειν φαίνεται-οὐ δέχεται πεῖραν ἀνταποδόσεως, ἀνθρώπου διὰ τὰς ἁμαρτίας τοιούτων παραπολαύοντος, ὅπερ λέγει τῆι οἰκείᾳ ἀρχῇ ἑπόμενος. "οὐ μὴν δέ, ἀλλ' ἐγὼ δεηθήσομαι κυρίου, κύριον δὲ τὸν πάντων δεσπότην ἐπικαλέσωμαι." αἰτιασάμενος τοὺς ἄφρονας καὶ τὰ ἑξῆς εἰπὼν περὶ αὐτῶν ἐγὼ δέ, φησίν, οὐ χαίρομαι ὡς ἐκεῖνοι, ἀλλ' ἅτε πρόνοιαν ἐπιστάμενος καὶ εἰδὼς δεσπότην τῶν πάντων τὸν θεὸν ἐπικαλοῦμαι αὐτόν, πρέπειν τοῦτο ἡγούμενος. κατανόησον δέ, εἰ μὴ διάλημψιν ὡς περὶ δικαίου ἑαυτοῦ ἐξαποστεῖλαι βουλόμενος ταῦτά φησιν. "τὸν ποιοῦντα μεγάλα καὶ ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. τὸν διδόντα ὑετὸν ἐπὶ τὴν γῆν, ἀποστέλλοντα ὕδωρ ἐπὶ τὴν ὑπ' οὐρανόν." προνοητὴν ὁμολογεῖ τῶν ὅλων καὶ δημιουργὸν τὸν θεόν. οὐκ ἀπεικὸς δὲ αὐτὸν ταύτας ἔχειν τὰς διαλήμψεις, ἄνδρα σοφὸν τὰ ἀνθρώπινα. ἔχει δὲ καὶ περὶ ἀοράτων καὶ ὁρατῶν διάλημψιν, περὶ 120 ἀνεξιχνιάστων λέγων καὶ μεγάλων καὶ ἐνδόξων ὑετοῦ τε καὶ ὕδατος, ὅπερ ὕδωρ εἰ διαστέλλοι τοῦ ὑετοῦ, τὰ ἐκ πηγῶν καὶ χειμάρρων καὶ φλεβίων εἴη̣ λέγων̣. ἔχεις δὲ καὶ πολλαχοῦ τῶν γραφῶν ταύτας τὰς ἐννοίας συνετώτατα, οὐχ ἥκιστα δὲ καὶ παρὰ Παύλῳ γράφοντι· "ἐν Χριστῷ ἔκτισται τὰ ὁρατὰ καὶ τὰ ἀόρατα καὶ τὰ ἐπίγεια καὶ ἐπουράνια." δεῖ δὲ καὶ τοῦτο λογίζεσθαι, ὅτι ἐκ τῶν τῷ ἁγίῳ Ἰὼβ συμβεβηκό των ὡς ἄνθρωπος εἰς φόβον ἀχθεὶς θαυμάζει τὰ τῆς προνοίας ἔργα. τὸ δ' "οὐκ ἔστιν ἀριθμὸς" νοεῖν δεῖ ὅτι ἄνθρωπος· θεὸς γὰρ τὰ πάντα οἶδεν. καὶ οὐδὲν θαυμαστόν, ὅπου καὶ Σαλομών φησιν· "ὁ θεὸς δέδωκέν μοι τῶν ὄντων γνῶσιν ἀληθῆ εἰδέναι σύστασιν κόσμου καὶ ἐνέργειαν στοιχείων, ἀρχὴν καὶ τέλος καὶ μεσότητα χρόνου, τροπῶν ἀλλαγὰς" καὶ τὰ ἑξῆς. οὐδὲ γὰρ τὰ φύσει μὴ ἀριθμητὰ καὶ θεῷ ἀναριθμητά ἐστιν, περὶ οὗ λέγεται· "ὁ ἀριθμῶν πλήθη ἄστρων, καί· "ὑμῶν δὲ αἱ τρίχες τῆς κεφαλῆς ἠρίθμηνται", ἅπερ καὶ τοῖς ἀξίοις εἰδέναι πρὸς τὸ συμφέρον δίδοται, ὡς περὶ Σολομῶντος εἴρηται. "τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος καὶ ἀπολωλότας ἐξεγείροντα." 121 μεταβαίνει καὶ ἐπὶ τὴν κατὰ ἀνθρώπους πρόνοιαν καὶ τοῦτο διακείμενος περὶ τοῦ θεοῦ τῶν ὅλων, ὅτι αὐτὸς ἐξ ὕψους ταπεινοῖ ἐκ πενήτων πλουσίους, ἐξ ὑπηκόων ἄρχοντας, ἐκ νοσούντων ἄρχοντας ὑγιαίνοντας ἀπεργαζόμενος καὶ τὸ ἔμπαλιν. δῆλον, ὅτι καὶ τῷ ὄντι ταῦτα κα̣ι`̣ φαινόμενα καὶ νοούμενα ὑπάρχει συμφέροντα, τούτῳ τῷ ὑπὸ ἁγίου εἰρημένῳ· "κύριος κα̣θιστᾷ βασιλεῖς κα̣ὶ μεθιστᾷ", καὶ τῷ· "δι' ἐμοῦ βασιλεῖς βασιλεύουσιν", καὶ τῷ· "ὁ ἐγείρων ἀπὸ γη῀̣ς πτωχὸν καὶ ἀπὸ κοπρίας ἀνυψῶν πένητα." τῆς ὑψώσεως δὲ τῆς ἐκ θεοῦ προοίμιον ἡ ἐξ ἡμῶν ταπεινοφροσύνη· "ὁ" γὰρ "ταπεινῶν ἑαυτὸν ὑψωθήσεται καὶ ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται." καὶ πάλιν· "ὁ θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν." "ἀπολωλότας" δὲ "ἐξεγείρεσθαι" λέγει τοὺς ἐν περιστάσεσι καταστάντας καὶ μεταβολῆς πειραθέντας παυούσης μὲν τὰ θλιβηρά, ἀντιδιδούσης δὲ τὰ τῆς ἀναπαύσεως, ὅπερ καὶ τῷ μακαρίῳ Ἰὼβ συμβέβηκεν ἑδραίω διαμείναντι ἐν τοῖς τῆς ψυχῆς ἐναρέτοις ἔργοις. εἰ δὲ τὸν ἀπολωλότα ἀντὶ τοῦ ἁμαρτήσαντος λάβοις, καὶ τούτους ἐξεγείρει 122 θεὸς "μετανοίας τόπον" διὰ διδασκαλίας παρέχων. ἀλλ' ὁ Ἰὼβ ὁ μακάριος οὐκ ἀπολώλει τοιαύτην ἀπώλειαν, ἵνα καὶ τοιαύτης ἐγέρσεως δεηθῇ. "διαλάσσοντα βουλὰς πανούργων, καὶ οὐ μὴ ποιήσουσιν αἱ χεῖρες αὐτῶν ἀληθές." διὰ πάντων περὶ θεοῦ κατὰ τὸν δυνατὸν ἑαυτῷ τρόπον διέξε̣ισιν ἐννοίαις ἀνθρωπίναις οὐκ ἀπιθανῶς ἐν πολλοῖς κινούμενος. διεξελθὼν περὶ προνοίας θεοῦ καὶ ὅτι δι' αὐτοῦ ἀδοξίαι καὶ δόξαι συμβαίνουσιν καὶ ταπεινοῦταί τις οὐκ ἄνευ αὐτοῦ, μέτεισιν ἐπὶ τὸ δεῖξαι, ὅτι κἂν μεγάλῃ ποικιλίᾳ συνέσεως ἄνθρωποι χρήσωνται, θεοῦ ἐστι τὸ τέλος παρασχεῖν. σημαίνει γοῦν αὐτῷ