35
τὸ "διαλάσσοντα βουλὰς πανούργων", ὅτι κἂν βουλεύσωνται καὶ νομίσωσιν ἑαυτῶν ἄνθρωποι πανοῦργον ἀναντίρρητον καὶ βέβαιον, ἐξαλάττει ταῦτα θεὸς πρὸς τὸ συμφέρον ἑκάστῳ ποιῶν. ἦ πολλάκις ἄνθρωποι ἐλπίσαντες οὐκ ὀλίγα ἀπέτυχον καὶ μὴ προσδοκηθέντα ἔσχον θεοῦ διοικοῦντος, οὐκ ἀνθρωπίνως οἰκονομοῦντος. οὐδ' αὖ τοιοῦτοι οὐδ' ἐν ταῖς πράξεσιν ἑαυτῶν ἀληθές τι ἔχουσιν, ὅσοι ἐφ' ἑαυτοῖς βαλλόμενοι 123 αὐτάρκεις πρὸς πάντα διὰ τῶν ἰδίων βουλῶν ἐτόπασαν εἶναι. δεῖ δὲ εἰδέναι, ὅτι ἐν τῆι θείᾳ γραφῇ οὐ μόνον ἐπὶ ψεκτοῦ ἀλλὰ καὶ ἐπαινετοῦ τὸ τῆς πανουργίας ὄνομα κεῖται. ὅταν γὰρ λέγηται περὶ τῆς σοφίας· "ἵνα δῷ ἀκάκοις πανουργίαν", δῆλον, ὡς φρόνησιν λέγει καὶ πρᾶγμα ἐπαίνου ἄξιον· τοιοῦτον γα`̣ρ̣ ὑπὸ σοφίας δίδοται. καὶ πάλιν· "πανοῦργος κακῶν ἐπερχομένων ἀπεκρύβη" δηλοῖ συνετοῦ πρᾶξιν, ἥτις πρὸς αὐτοῦ ἐπιτελεῖται μετανοίας τρόπῳ, ὅταν ἐπιφορὰ κακῶν προσδόκιμος ᾖ, ὅπερ οἱ Νινευῖται ποιήσαντες διέφυγον τὴν ἀπειλήν· κρύπτεται γὰρ τὴν ὀργὴν μετανοίᾳ ταύτην διαδιδράσκων. ὅτι καὶ ψεκτῶς ἡ πανουργία κεῖται, δηλοῦται ἐν τῷ· "φοβοῦμαι, μή πως ὡς ὁ ὄφις ἐξηπάτησεν Εὕαν ἐν τῇ πανουργίᾳ αὐτοῦ, φθα ρῇ τὰ νοήματα ὑμῶν." "χεῖρας" δὲ τὰς πράξεις ἔχομεν σημαινομένας ἐν τῇ γραφῇ, ὡς καὶ οὗτος φαίνεται νενοηκώς. ὅταν γὰρ λέγῃ· "ἄκανθαι φύονται ἐν χειρὶ τοῦ μεθύσου", οὐ τὸ μέρος τοῦ σώματος ἐκλαμβάνομεν ὄν 124 -οὐ γὰρ ἐπὶ τούτῳ ἄκανθαι φύονται-, ἀλλὰ τὰς πράξεις, καθ' ἃς ἁμαρτάνει. "οὐ ποιήσουσιν" οὖν "αἱ χεῖρες αὐτῶν ἀληθές", τοῦ θεοῦ μὴ ἐῶντος τὰς ἐκβάσεις τῶν βουλευμάτων αὐτῶν πληροῦσθαι. "ὁ καταλαμβάνων σοφοὺς ἐν τῆι φρονήσει, βουλὴν δὲ πολυπλόκων ἐξέστησεν." ἤτοι τῆι φρονήσει τῇ ἰδίᾳ τὰς τῶν σοφῶν μηχανάς φησιν αὐτὸν καταλαμβάνειν ἢ τῇ τῶν ἀπ' αὐτοῦ μετεσχηκότων τῆς φρονήσεως, ᾗ Ἐλισαῖε τὴν σοφιστείαν τοῦ Γιεζί, ὃν κατείληφεν μηχανώμενον λαθεῖν αὑτὸν λέγων· "οὐκ ἀπῆλθεν ὁ δοῦλός σου δεξιὰν ἢ ἀριστεράν." πρὸς ὃν καταλαβὼν αὐτοῦ τὸ κίνημα εἶπεν· "οὐχὶ ἡ καρδία μου μετὰ σοῦ ἦν;" ῃαξατ ἀλλὰ καὶ τὴν βουλὴν τῶν πλεκόντων πανουργίας ἐξίστησιν ὡς τοῦ Ἀχιτοφέλ, εὐξαμένου τοῦ μακαρίου ∆αυὶδ καὶ λέγοντος· "διασκέδασόν μοι τὴν βουλὴν τοῦ Ἀχιτοφέλ." οὐ μὴν δέ, ἀλλὰ καὶ τὴν "τῶν παρανόμων πρεσβυτέρων" καὶ τῆς Αἰγυπτίας ἐξέστησε βουλὴν κατὰ σωφροσύνης βουλευσαμένων οὕτως, ὡς τὴν μὲν Σωσάνναν διὰ τὸ πολύπλοκον αὐτῶν εἰπεῖν· "στενά 125 μοι πάντοθεν", τὸν δὲ Ἰωσὴφ νεανικῷ καὶ φρονήματι καὶ κινήματι διαδρᾶναι τὰς τῆς Αἰγυπτίας παρανόμου γυναικὸς μηχανάς. "ἡμέρας συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσαισαν ἴσα νυκτί, ἀπόλοιντο δὲ ἐν πολέμῳ." λέγει, ὅτι ὅσοι ὑπὲρ τὴν ἑαυτῶν δύναμιν ἐπιχειροῦσιν ὡς οἴεσθαι, ὅτι χωρὶς ἐπιπνοίας θεοῦ τι καταλαμβάνουσιν, οὐδὲν εὑρίσκουσιν, σκότῳ συνεχόμενοι ἀσαφίας ψηλαφῶντες καθάπερ ἐν νυκτὶ τὰ πράγματα, οὐδὲν ὅλως ἀκριβείας συνιδεῖν δυνάμενοι. ὥσ περ γὰρ ὑπόχυμα ὀφθαλμοῖς ἐπικείμενον κωλύει τὴν ὁρατικὴν δύναμιν, οὕτω τοιοῦτον περὶ τὸν νοῦν πάθος ποιεῖ καὶ ἐν τοῖς φωτεινοῖς καὶ φανεροῖς ἀβλεπτεῖν. ἐπιτεταμένως δὲ αὐτῶν σημαίνει τὴν ἄγνοιαν γίνεσθαι τῷ καὶ ἐν μεσημβρινῷ καιρῷ ἀβλεπτεῖν. λέγοις δὲ ἂν καὶ αὐτὸν τῷ πεπιστευκότι μὲν τῶι κηρύγματι τῷ εὐαγγελικῷ, ἐν ἁμαρτίαις δὲ ἔτι ἐνκαλεῖν δυναμένῳ φωτὸς μεγάλου παρόντος μὴ ὁρᾶν· ᾗ μὲν γὰρ πιστεύει, φῶς αὐτῷ φαίνεται, ᾗ δὲ οὐ χρῆται πρὸς τὸ δέον τῶι φωτί, τυφλώττει. γέγονε δὲ ταῦτα συμβολικῶς 126 τοῖς Αἰγυπτίοις· τρεῖς γὰρ ἡμέρας καὶ τρεῖς νύκτας ὅλας ἐφεξῆς ἐν σκότει διέτριψαν. καὶ ὅτι παρὰ τὴν αὑτῶν αἰτίαν τοῦτ' ἔπασχον, οὐ πᾶσιν α῾̣πλῶς ἀφεγγὴς ἦν ἡ ἡμέρα ἀλλὰ αὐτοῖς μόνοις, τῶν Ἰσδραηλιτῶν οὐδὲν τοιοῦτο πασχόντων. ἀλλὰ καὶ οἱ κατὰ Σοδομὰ ἄνδρες ἀορασίᾳ πληγέντες αἰσθητῇ συμβολικῶς ἐδείκνυντο τυφλώττειν κατὰ τὴν διάνοι αν. καὶ οι῾̣ ἐν ταῖς Βασιλείαις δὲ