38
καὶ τῆς ἐνγράφου διδασκαλίας πολλὰ ἀγράφως μετὰ σοφία̣ς ἔλεγον, ἅπερ ὕστερόν τις ἐγγράφως παραδέδωκεν̣ θείᾳ γε̣ χορηγίᾳ. εἰκὸς οὖν, ὅτι καὶ οἱ τοῦ Ἰω`̣β φ̣ίλοι ἔχοντες διηρθρωμένην ἔννοιαν ἐμέμνηντο τῶν ὑπὸ ἁγίων διατεθ̣έντων λ̣όγων̣. και`̣ τοῦτό ἐστιν τὸ ἐνάγο̣ν αὐτ̣οὺς̣ εἰς τὸ συνετοὺς προφέρειν λο´̣γους, εἰ καὶ ἔν τισιν διημάρτα̣ν̣ο̣ν̣. ὃ ὑποβάλλουσιν τοίνυν οἱ ἐκτεθέντες στίχοι, τοῦτ' ἔστιν· ἐς ὅσον τις ὑπὸ τὸν ἐν ἓξ ἡμέραις γεγενημένον ὑπάρχει κόσμον, τὰς ἐν αὐτῷ ὑπομένει ἀνίας καὶ θλίψεις. κἂν γὰρ ἅγιος τις ὑπάρχῃ, ἔχει τὴν ἐκ τοῦ σώματος τῆς χρείας ἀνάγκην, ἧς ἀπαλλάττεται ὑπερβὰς τὸν κόσμον καὶ ἐν ἑβδοματικῇ ἀναπαύσει γεγενημένος. τοῦτο δηλοῦται ἐκ τοῦ· "ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός." καὶ κατὰ ταύτην γὰρ τὴν διάνοιαν οὐκ ἀπεμφαί136 νει ἐκλαβεῖν τὸ ῥητόν. οὐχ ἅπτεται γὰρ κάκωσις τοῦ ὑπερβάντος τὸν κόσμον, ἐπεὶ τοῦ καὶ ἀφιλάργυρον ἔχοντος τρόπον καὶ ἀκτήμονος οὐχ ἅπτεται ζημία, τοῦ ἅπτεται συνετῶς νοουμένου ὡς καὶ πρότερον ἐπεσημηνάμεθα πλείονα τῆς λέξεως σημαινούσης· ἐν μὲν γὰρ τῷ· "πάντων ἅψαι" τὸν προσεγγισμο`̣ν κα̣ὶ αὐτὴν τὴν ἁφὴν δηλοῖ, ἐν δὲ τω῀̣ι· "ὁ ἁπτόμενος ὑμῶν ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ" τὴν κατά τινος ἐπιφορὰν καὶ ὁρμὴν δηλοῖ καὶ ἐπιβουλήν, κἂν μὴ δι' αὑτοῦ αὐτὴν ὁ ἀδικῶν ἐνεργῇ. νοηθείη δὲ καὶ οὕτως· ὁ ἔτι ἐπιπροκόπτων ὡς δι' ἔργων καὶ πράξεων ἐπὶ τὸ τέλος ἐπείγεσθαι, οὗτος ἂν ἐν ἓξ ἀνάγκαις εἴη βιαστής τις γινόμενος· "βιασταὶ" γὰρ "ἁρπάζουσι τὴν βασιλείαν". ἐπειδὰν δὲ τελειότητος ἐφίκηται, οὐκέτι τῆς δι ὰ πόνου καὶ ἱδρῶτος το̣υ῀̣ ἐνδεία προκοπῆς συνισταμένου δεήσεται βίας τῇ τελειότητι διαναγ̣καζο´̣μενος. τοῦτο τοίνυν συμβολικῶς ἐν τῷ πατριάρχῃ δείκνυται Ἰακὼβ μὲν πρότερον καλουμένῳ διὰ τὸ "πτερνίζειν" τὰ πάθη, ὕστερον δὲ Ἰσδραὴλ διὰ τὸ θε137 ωρίᾳ σχολάζειν μετὰ τὴν πρὸς τὰ πάθη πάλην. τοῦτο γοῦν καὶ τοῖς μαθηταῖς ἑαυτοῦ Ἰησοῦς ἔλεγεν· "οὐκέτι ἐστὲ ἐκ τοῦ κόσμου τούτου" ὑπερπηδήσασιν ε αὐτόν. εἰ δέ τις ἐνσταίη ὡς μὴ ὑποβαλλομένης ἀνηγμένης θεωρίας πρὸς τοῦ εἰρημένου ὑπὸ τοῦ Ἐλιφάζ, δίκαιος ἂν εἴη τὴν διάνοιαν ἀποδοῦναι καὶ λέγειν, εἰ οὕτως μήποτε νοῦν ἐ´̣χειν̣ οἴεται, ὅτι ἕως ἕκτης θλίψεως συνχωρεῖ ἀνθρώπῳ θεὸς θλίβεσθαι τὸ ἕβδομον οὐκέτι συνχωρῶν, πεῖραν αὐτοῦ ἔχοντος ὡς πολλάκις ἄνθρωποι πολλοῖς̣ π̣ειρασμοῖς ε̣ι᾿̣σ̣ενέπεσαν· οὐ γὰρ ἀπεικὸς τοῦτο. "ἐν λιμῷ ῥύσεταί σε ἐκ θανάτου, ἐν πολέμῳ δὲ ἐκ χειρὸς σιδήρου λύσει σε." εἴποι μὲν ἄν τις, ὡς οὐδὲν ἀπεοικὸς τὸν νομίσαντα δι' ἁμαρτίας τὸν πάσχοντα πάσχειν νομίσαι, ὅτι καὶ ὁτι νουθετούμενος ὑπὸ κυρίου μετὰ τὴν νουθεσίαν εὐθὺς τοιούτων ἀξιοῦται ὡς καὶ ὑπὸ θεοῦ ἐν λιμῷ ἐκ θανάτου ῥύεσθαι καὶ ἐν πολέμῳ ἐκ σιδήρου ὑπὸ θεοῦ λύεσθαι, τούτου ἀναντιρρήτου μὴ ὑπάρχοντος· πολλοὶ γὰρ ἐπαπέθανον σπουδαῖοι ἐν λιμῷ καὶ οὐ πάντες οἱ ἐν πολέμῳ ἀπολλύμε νοι φαῦλοι, τοῦ λόγου κατὰ ἀνα138 γωγὴν ἔχοντος τὸ ἀναντίρρητον. τὸ γὰρ λεγόμενον ἐν Ψαλμοῖς· "νεώτερος ἐγενάμην· καὶ γὰρ ἐγήρασα καὶ οὐκ εἶδον δίκαιον ἐνκαταλελειμμένον οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. ὅλην τὴν ἡμέραν ἐλεᾷ καὶ δανίζει" ἀληθὲς καὶ ἀναγκαῖον κατὰ διάνοιαν λαμβανόμενον· οὐδὲ γὰρ δίκαιος δέεται τῶν τρεφόντων ψυχὴν πλήρης ὑπάρχων τοῦ "ζωοποιοῦντος πνεύματος". ἀλλὰ καὶ τὸ σπέρμα αὐτοῦ τὸ κατὰ τὴν θείαν ἀπογέννησιν τικτόμενον οὐχ ὑποκείσεται ταύτῃ τῇ ἐνδείαι τῶν τροφῶν· μιμητὴς γὰρ ὁ σπουδαῖος γινόμενος τοῦ Χριστοῦ κατὰ τὸν Παῦλον λέγοντα· "μιμηταί μου γίνεσθε καθὼς κἀγὼ Χριστοῦ βρῶμα ἔχει τὸ τοῦ θεοῦ θέλημα ἐν ταῖς ἐντολαῖς καὶ δικαιώμασιν αὐτοῦ πορευόμενος. ὁ δ' αὐτὸς ἐλεεῖ καὶ δανίζει οὐκ ἀπηγορευμένον δάνιον-πῶς γὰρ οἷόν τε; τὸ γὰρ ἀργύριον αὐτοῦ οὐκ ἔδωκεν ἐπὶ τόκῳ-, ἀλλὰ παίδευσιν θεί αν καὶ διδασκαλίαν, ἐξ ἧς προκοπὴ καὶ κέρδος τοῖς ἀκούουσιν γίνεται καὶ τῷ διδάσκοντι. τοῖς γοῦν γνωρίμοις Ἰησοῦς σπεύδουσι μὴ ἔχειν "χαλκὸν εἰς τὰς ζώνας" μηδ' ὅλως τι