41
τούτου. καὶ τὸ ἐν Παροιμίαις λεγόμενον· "οἰκίαι τῶν παρανόμων ὀφειλήσουσιν καθαρισμόν, οἰκίαι δὲ δικαίων δεκταί." οὐ γὰρ περὶ αἰσθητῶν, ἀλλὰ περὶ τῶν ἐν διανοίᾳ ἕξεων ταῦτα εἴρηται, καθάρσεως δεομένων τῶν φαύλων, τῶν δὲ ἐναρέτων δεκτῶν τυγχανόντων, τοῦ δεκτοῦ δηλοῦντος οὐ τό τινι αἱρετόν, ἀλλὰ τὸ ἄξιον ἐπαίνου· τὸ γὰρ ἀγαθὸν αἱρετόν ἐστιν κἂν μηδεὶς αὐτὸ αἱρῆται, καὶ δεκτόν ἐστιν κἂν μηδεὶς αὐτὸ δέχηται. καὶ τὸ περὶ τοῦ "φοβουμένου" δὲ "τὸν κύριον καὶ ἐν ταῖς ἐντολαῖς 147 αὐτοῦ σφόδρα θέλοντος" εἰρημένον· "πλοῦτος καὶ δόξα ἐν τῷ οἴκῳ αὐτοῦ" οὐ περὶ αἰσθητοῦ οἴκου ἢ δόξης λέγεται· πολλῶν γὰρ θεὸν φοβουμένων οὔτε δόξαν ἀνθρωπίνην οὔτε οἶκον πλούσιον ἐχόντων ὡς Ἠλίας, ὡς Ἐλισαῖος καὶ οἱ ὅμοιοι, τοῦ "πλουτοῦντος ἐν ἔργοις ἀγαθοῖς" καὶ "ἐν παντὶ λόγῳ καὶ πάσῃ γνώσει", ὡς Παῦλος γράφει, πλοῦτον καὶ δόξαν ἐν τῶι οἴκῳ τῆς διανοίας ἔχοντος καὶ τῃ῀̣ πολιτείᾳ διὰ πασῶν τῶν ἀρετῶν κ̣εκοσ̣μημένου. ἔτι δὲ καὶ τὸ εὐαγγέλιον σαφηνίζει τὸν τοιοῦτον ο̣ἶκον· λέγει γάρ· "ὃς ἂν ἀκούσῃ τοὺς λόγους μου καὶ ποιήσῃ, ὅμοιός ἐστιν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν, καὶ κατέβη ἡ βροχή, ἔπνευσαν οἱ ἄνεμοι, ἦλθον οἱ ποταμοί, καὶ οὐκ ἐσείσθη" η῾̣ οἰκία, ἥτις ἐστὶν ἡ τοῦ ἐναρέτου̣ ἕξις τοῦ τοὺς λόγους τοῦ κυρίου εἰς ἔργα μεταβαλόντος, ὅστις ἀχείμ̣αντος διαμένει μηδὲν ὑπὸ τῶν ἀντικειμένων ἐνεργειῶν βλαπτόμενος. ἐπὶ "τὴν πέτραν" γὰρ "τὸν Χριστὸν" τὴν ἑαυτοῦ ὁ τοιοῦτος ἕξιν τε καὶ προαίρεσιν ἐθεμελίωσεν. τῷ γὰρ ὁμολογήσαντι αὐτὸν εἴρηται ὑπ' 148 αὐτοῦ· "σὺ εἶ Πέτρος, καὶ ε᾿̣π̣ι`̣ ταύτῃ τῆι πέτρᾳ οἰκοδομήσω μου τὴν ἐκκλησίαν", τοῦ ἀκούοντος τῶν λόγων ὡς ἔτυχεν καὶ μὴ συνάπτοντος πράξεις τοῖς λόγοις "ἀνδρὶ μωρῷ ὁμοιουμένου, ὃς ᾠκοδόμησεν τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον", ὅ ἐστιν τὴν ἕξιν ἐπὶ τὰ ῥευστὰ τοῦ βίου πράγματα σπορὰς ἢ ····μ̣ο··νωσιν οὐκ ἐπιδεχόμενα. διόπερ οὗτος ἀβέβαιος ὢν ταχείαν ἔχει τὴν πτῶσιν ὀλίγου σταλέντος πειρασμοῦ, ἤτοι διὰ παρ' ἄλλου διδασκαλίας ἢ διὰ περιστάσεώς τινος ὑπὸ πνεύματος πονηροῦ ἐπαγομένης. ὁ τὸν ἐπαινετὸν οἶκον στάσιν ἑδραίαν ἔχων καθὰ Μωσῆς ἀκούσεται πρὸς τοῦ θεοῦ. "σὺ δ' αὐτοῦ στῆθι μετ' ἐμοῦ." καὶ περὶ αὐτοῦ ὁ σωτὴρ λέγει· "εἰσίν τινες τῶν ὧδε ἑστηκότων, οἳ οὐ μὴ γεύσωνται θανάτου." τοιοῦτον οὖν καὶ ὁ Ἰὼβ οἶκον εἶχεν, ὃν "οἰκοδομήσας" βέβαιαιον "ὁ φρόνιμος ἐπὶ τὴν πέτραν ἐθεμελίωσεν". ὃν ἔχοντες ἐπ' ἴσης καὶ οἱ μαθηταὶ τοῦ Χριστοῦ ἀκίνητον εἶχον τὴν στάσιν τηροῦντες τοὺς σωτηριώδεις λόγους. "εἰρηνεύει" δ' "ὁ οἶκος" τῆς διανοίας ἀσυνχύτου καὶ ἀκαμάντου μὲν οὔσης, τῆς 149 ἀρετῆς τὴν εἰρήνην ἐργαζομένης διὰ τὸ ἀντακολουθεῖν αὐτάς· ἀσύμφωνον γὰρ οὐδὲν ἐν τῶι σπουδαίῳ. περὶ τῶν ἀρετῶν οἰκείως λεχθείη τὸ παροιμιῶδες· "σοφαὶ γυναῖκες ᾠκοδόμησαν οἶκον, ἡ δὲ ἄφρων κατέσκαψεν ταῖς χερσὶν αὐτῆς." ἡ γὰρ κακία ταχείαν τῶν οἰκοδομημάτων ἐργάζεται διαστροφήν. μία μὲν οὖν ἀρετὴ πρὸς οἰκοδομὴν οἰκίας οὐκ ἔστιν αὐτάρκης. διὰ τοῦτο πληθυντικῶς εἴρηται· "γυναῖκες ᾠκοδόμησαν οἶκον." μία δὲ κακία πρὸς διαστροφὴν ἱκανή. εἴρηται γοῦν· ἐάν τις πάσας τὰς δικαιοσύνας ποιήσῃ, μίαν δὲ παρανομίαν ποιήσῃ, ἀθετοῦνται πᾶσαι αἱ δικαι οσύναι αὐτοῦ. οὐκέτι γὰρ ἵστανται οὐδὲ παραμένουσιν μιᾶς εἰσελθούσης κακίας. τοῦ δ' αὐτοῦ ἐναρέτου τυγχάνει "μηδὲ τὴν δίαιταν τῆς σκηνῆς αὐτοῦ διαμαρτεῖν". εὐκτέον γὰρ προκόπτοντι, ὅπερ διὰ τῆς σκηνῆς δηλοῦται, μὴ πταῖσαι μηδὲ ἁμαρτεῖν· ἐνδέχεται γὰρ ἕως ἔτι προκόπτει, τοῦ ἐν οἴκῳ διάγοντος εἰρηνεύοντος ἤδη διὰ τὴν τελειότητα, ἐκ τοῦ προκόπτειν τοῦ καρπωσαμένου καὶ ψάλλοντος· "διελεύσομαι ἐν τόπῳ σκηνῆς θαυ150 μαστῆς ἕως τοῦ οἴκου τοῦ θεοῦ", ἐν ᾧ ὁ φθάσας τῷ ε̣ἰς̣ τὴν ακ̣··ριαν τῆς ἀρετῆς ἐληλυθέναι δυσκίνητός ἐστι καὶ βεβαιότατος. τοῦτο δηλοῦται ἐκ τοῦ· "πᾶς ὁ γεγεννημένος ἐκ τοῦ θεοῦ ἁμαρτίαν οὐ ποιεῖ." καὶ τὴν αἰτίαν ἀποδιδοὺς ἐπιφε´̣ρει· "ὅτι σπέρμα αὐτοῦ