1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

43

δ' ἡμερῶν ἐστιν ὁ τοὺς φωτισμοὺς "τοῦ ἡλίου τῆς δικαιοσύνης" ἀνελλι154 πῶς λαβών. καὶ πρεσβύτερος οὗτός ἐστιν πρεσβείοις ἐκείνοις τετιμημένος, περὶ ὧν λέγεται· "γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται, πολιὰ δέ ἐστιν φρόνησις ἀνθρώποις καὶ γῆρας βίος ἀκηλίδωτος. ἐπεὶ τοίνυν "ὁ Ἀβραὰμ ἐπίστευσεν τῷ θεῷ" ὡς "τὴν πίστιν αὐτοῦ εἰς δικαιοσύνην λογισθῆναι" καὶ "πλήρης ἡμερῶν" ἦν καὶ "πρεσβύτερος", εἰκότως "τραφεὶς ἐν γήρει καλῷ" ἐκοιμήθη. ὅτι δὲ πλήρης ἡμερῶν οὕτω νοεῖται καὶ ἐξ ἑτέρων ἔστιν βεβαιωθῆναι· "τίμα", φησίν, "τὸν πατέρα σου καὶ τὴν μητέρα σου, ἵνα εὖ σοι γένηται καὶ ἔσῃ μακροχρόνιος ἐπὶ τῆς εις γῆς ἣν ὁ κύριος δίδωσίν σοι." καὶ οὐκ ἔστιν τοῦτο ἀναντίρρητον· πολλοὶ γὰρ πολλὴν ἐνδειξάμενοι τιμὴν πρὸς γονέας ὠ κύμοροι ἐτελεύτησαν καὶ ἄλλοι ἀτιμάζοντες μητέρας καὶ πατέρας πολυχρόνιοι γεγένηνται· ἀλλὰ καὶ ἐν Ψαλμοῖς λέγεται περὶ "τοῦ κατοικοῦντος ἐν βοηθείᾳ ὑψίστου"· "μακρότητι ἡμερῶν ἐμπλήσω αὐτὸν καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου", ὅπερ δηλοῖ τελείωσιν· οὐδὲ γὰρ τὴν ἐνταῦθα παραμονὴν 155 ἐπὶ πλεῖστον· "ἡρπάγη" γάρ φησιν, "μὴ κακία ἀλλάξῃ σύνεσιν αὐτοῦ". ταῦτα δὲ πάντα ἡμῖν εἴρηται θέλουσιν δεῖξαι, ὅτι ἐπί τινι τέλει γίνεται τὰ γινόμενα κα̣ι`̣ παρὰ πολλῶν, πολλ̣ῷ δὲ πλέον ὑπὸ θεοῦ. καὶ ὁ Ἐλιφὰζ οὖν τοῦτο ἐπιστάμενος ἅτε ἐντρεχὴς καὶ συνετός φησιν τὰ ἐκκείμενα τῇ διανοίᾳ κινούμενος τοιαύτῃ, ὅτι πράως καὶ πρὸς ἐπιστροφὴν τὴν νουθεσίαν δεξάμενος τέλος ἀγαθὸν ἕξει καὶ τίμιον, ὅπερ δηλοῦται αὐτῷ διὰ τό· "ἐλεύσῃ ἐν τάφῳ ὥσπερ σῖτος ὥριμος κατὰ καιρὸν θεριζόμενος." χ̣ωρεῖ δὲ αὐτῷ κατ' ἀκολουθίαν ὁ λόγος ἀπὸ τοῦ· "μακάριος ἀνήρ, ὃν ἤλεγξεν κύριος", ὅτε καὶ προτρέπεται αὐτὸν μὴ "ἀναίνεσθαι παντοκράτορος νουθέτημα", ὡς αὐτοῦ καὶ "τύπτοντος καὶ ἰωμένου ἑξάκις τε ἀπὸ ἀναγκῶν ῥυομένου λιμοῦ καὶ πολέμου, α᾿̣πὸ μάστιγος γλώσσης καὶ σιδήρου ἀποκρύπτοντος", ἐξ οὗ συμβήσεται τοῦτον, ᾧ ταῦτα γίνεται, μὴ φοβεῖσθαι κακῶν ἐπιφορὰν καὶ τὰ ἑξῆς. ἐφ' οἷς ἅπασιν, φησίν, τέλος ἀγαθὸν διαδέξεται καιρίως καὶ ὡρίμως καθὰ σῖτος ἐν ἅλωνι συναγόμενος. μακάριον δέ ἐστιν σῖ156 τον τοιοῦτον εἶναι, περὶ οὗ ὁ ςωτήρ φησιν· "τὸ καλὸν σπέρμα υἱοὶ τῆς βασιλείας εἰσίν." καὶ περὶ ταὐτοῦ· "ἐὰν μὴ ὁ κόκκος τοῦ σίτου πεσὼν εἰς τὴν γῆν ἀποθάνῃ, αὐτὸς μόνος μένει. ἐὰν δὲ ἀποθάνῃ, πλείονα καρπὸν φέρει." καρπὸς δὲ τούτου τοῦ κόκκου οὐκ αἰσθητὰ γεννήματά ἐστιν, ἀλλ' ἄνθρωποι "υἱοὶ βασιλείας". μέγα ἐστὶ δὲ καὶ τὸ μὴ ἀκοῦσαι· "ἐκτίλαι σε καὶ μεταναστεύσαι σε ἀπὸ σκηνώματος καὶ τὸ ῥίζωμά σου ἐκ γῆς ζώντων", ἀλλ' οὕτω πληρωθῆναι ἀρετῶν ὡς ὁ πληρούμενος σῖτος καὶ και ρίως θεριζόμενός τε καὶ συναγόμενος. κεῖται δ' ἐκ παραλλήλου ὁ καιρὸς καὶ ἡ ὥρα ὡς ἐν τῶι· "φυλάξετε τὸν νόμον τοῦτον κατὰ καιροὺς ὡρῶν ἀφ' ἡμερῶν εἰς ἡμέρας." ἄμητος δ' ἐστὶν πνευματικὸς ψυχῆς τελείωσις. "πορευόμενοι" γὰρ "ἐπορεύοντο καὶ ἔκλαιον αἴροντες τὰ σπέρματα αὐτῶν", ὅπερ δηλοῖ τὴν διὰ πόνων καὶ ἀσκήσεων αὐτῶν ἀρχὴν τῆς ἀρετῆς. "ἐρχόμενοι δὲ ἥξουσιν ἐν ἀγαλλιάσει αἴροντες τὰ δράγματα αὐτῶν", ὅπερ σημαίνει ὡς προείρηται τὴν τελείωσιν. τοῦτο γὰρ δηλοῖ τὸ "συνκομισθεῖσα". ἐπ' ἀσφαλοῦς γὰρ λοιπόν ἐστιν τῷ ὄντι̣ ὁ τέ157 λειος. τοῦτο καλῶς παρὰ τοῦ ςωτῆρος μανθάνομεν λέγοντος· "οὗ τὸ πτύον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διακαθαριεῖ τὴν ἅλωνα αὐτοῦ καὶ συνάξει τὸν σῖτον εἰς ἀποθήκην, τὸ δὲ ἄχυρον κατακαύσει πυρὶ ἀσβέστῳ." δῆλον δέ, ὡς οὐ περὶ αἰσθητῶν ταῦτα λέγεται· "ἀσβέστῳ" γὰρ "πυρὶ" ἄχυρον οὐ καίεται, ἀλλ' οὐδὲ περὶ αἰσθητῆς θημωνιᾶς φαίνεται διαλαμβάνων-οὐ γὰρ ἄνθρωπος θημωνιά ἐστιν-ἀλλὰ τὴν ὡς εἴπομεν τελείωσιν καὶ πλήρωσιν. ἔχομεν δὲ σοφῶς ἐν τ̣ῷ ᾄσματι τῶν ᾀσμάτων εἰρημένον περὶ τῆς νύμφης, ἥτις ἐστὶν ἡ ἐκκλησία ἢ ἡ τελεία ψυχή· "ὁ ὀμφαλός σου ὡς κρατὴρ πεπληρωμένος· κρᾶμα κοιλίας σου ὡς θημωνιὰ ἅλωνός σου πεφραγμένη ἐν