1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

44

κρίνοις." καὶ ὅτι ἡ ψυχὴ οὐκ ἔχει ταύτην τὴν συνήθως λεγομένην κοιλίαν δῆλον, περὶ ἧς λέγεται· "τὰ βρώματα τῇ κοιλίᾳ καὶ ἡ κοιλία τοῖς βρώμασιν", ἀλλὰ ἐκείνην περὶ ἧς γέγραπται· "τὸν νόμον σου ἐν μέσῳ τῆς κοιλίας μου", καί· "ἀπὸ τοῦ φόβου σου ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν καὶ τετόκαμεν." αὐτὴ δ' αὕτη ἡ ψυχὴ καὶ "ὀμφαλὸν" ἔχει τὸ τῆς διανοίας μεσαίτατον, ὅπερ κέκραται 158 κατὰ τὸν "ὑπὸ τῆς σοφίας κερασθέντα οἶνον" τὰ θεῖα νοήματα καὶ ὑπεραναβεβηκότα. καὶ ἐπε̣ὶ οὐχ οἷά τε ἦν ταῦτα διανοηθῆναι ἀνθρώποις, ἀνθρωπίναις λέξεσιν συνεκεράσθησαν, ἵν' οὕτως ἐφίκωνται τοῦ "κράματος" λαβέσθαι γυμ̣νῶν ἀκούειν τῶν τῆς σοφίας μὴ δυνάμενοι. δύναται δὲ καὶ τὴν̣ ἐανανθρώ πησιν δηλοῦσθαι διὰ τοῦ κρατῆρος, ἀλλὰ καὶ τῇ τ·····ῃ λέγεσθαι ὅτι· παλαιὰν κα̣ὶ καινὴν γραφήν, ὅ ἐστιν κρατήρ, ἔχεις ἐν τῷ μεσαιτάτῳ τοῦ ἡγεμονικοῦ σου. ἔχεις δὲ καὶ "κοιλίαν" θημωνιᾷ ἐοικυῖαν "πεφραγμένην ἐν κρίνοις". ἐπεὶ γὰρ διὰ τοῦ χρώματος τοῦ κρίνου λευκότης μὲν ἔξωθεν, ἔσωθεν δὲ νεκρῷ χρώματι ὅμοιον ἔχει, εἴη ἂν δηλοῦν, ὅτι ἡ τελεία ψυχὴ λευκὴ κατὰ τὸν λόγον γίνεται, περὶ οὗ εἴρηται· "ἀδελφιδός μου λευκός", ἐκ τῆς ἀπὸ τῆς ἀσκήσεως νεκρότητος θανατωμένη. "ἰδοὺ ταῦτα οὕτως ἐξιχνιάσαμεν, ταῦτά ἐστιν ἃ ἀκηκόαμεν. σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας." βεβαιοῦται τὸ προειρημένον, ὅτι συνετὸς ὢν καὶ ἐκ παλαιῶν ἴσως ἀκούσας ἁγίων, οἳ ἀγράφως θεῖα ἐπαίδευον, ἐνήγετο εἰς τὸ λέγειν τινὰ λό 159 γον ἔχο̣ντα̣, ὧν καὶ παραπλήσια ἐν τοῖς θείοις γράμμασιν εὑρίσκοντες παρεθέμεθα. διὰ γὰρ τοῦ "ἐξιχνιάσαμεν" τὸ συνετὸν ἑαυτοῦ ἐπιδείκνυται, διὰ δὲ τοῦ "ἀκηκόαμεν" τὴν παρ' ἑτέρων παίδευσιν, εἰ μή τις λέγοι, ὅτι τὴν ἀκοὴν λέγει τὴν ὡσανεὶ ε᾿̣μπειρ̣ίαν καὶ γνῶσιν τῶν πραγμάτων. ἔτι δὲ τῇ αὐτῆι ἑπόμενος ἀρχῇ καὶ διακείμενος, ὅτι δι' ἁμαρτίας πέπονθεν, ἐπήγαγεν· "σὺ δὲ γνῶθι σεαυτῷ εἴ τι ἔπραξας", ἵνα ᾖ καὶ διὰ τούτου ἐμφαίνων ὅτι· επ···ν ἃ εἶπον περὶ ἁμαρτανόντων· ε᾿̣γὼ οὐ γὰρ ἡγοῦμαι δίκαιον τιμωρεῖσθαι. οὐκ οἶδα δὲ τὸ καθ' ἕκαστον τῶν ἁμαρτημάτων. "σὺ δὲ γνῶθι", ὅ ἐστιν ὅτι· γνοὺς μετανόησον, ὅπερ πάλιν διακειμένου ὡς περὶ ἁμαρτόντος ἦν. μίαν γὰρ αἰτίαν τῶν ἐπαγωγῶν ᾤετο. "ὑπολαβὼν δὲ Ἰὼβ λέγει· εἰ γάρ τις ἱστῶν στήσαι μου τὴν ὀργήν, τὰς δὲ ὀδύνας μου ἄραι ἐν ζυγῷ ὁμοθυμαδόν. καὶ δὴ ἄμμου παραλίας βαρυτέρα ἔσται." ὥσπερ ἐκ τῶν ἄλλων πάντων οὕτω καὶ ἐκ τῶν προκειμένων τὸ μεγαλόψυχον τοῦ Ἰὼβ δείκνυται, γενναίως καὶ πάνυ γε ἀνδρείως φέροντος τὰς περιστάσεις. πολλοὶ γάρ, ὅταν ἐν περιστατικοῖς καὶ ἀνιαροῖς γένωνται, 160 ὡς περιττοὺς ἡγοῦνται τοὺς παρακαλοῦντας καὶ κατα·····α̣ν αἰτιῶνται. οὗτος δὲ παρεσκεύασται καὶ πρὸς ἀπόκρισιν ·υτ·····μ̣αυτω τῶν περιστάσεων ·····ν̣. λέγοι ἂν οὖν τὰ προκείμενα πρὸς τὰ ὑπὸ τοῦ Ἐλιφὰζ εἰρημένα· "νῦν δὲ ἥκει ἐπὶ σὲ πόνος καὶ ἥψατό σου, σὺ δὲ ἐσπούδασας" πρὸς ἀπόδειξιν ἅμα τοῦ μὴ ἔξω τῶν ἁμαρτημάτων ταῦτα ὑφίστασθαι̣ πρὸς τούτων καὶ μετριότητος, ὑποτιθεὶς ἑαυτὸν ἀμφιβάλλειν καίτοι τοῦ συγγραφικοῦ πνεύματος μαρτυροῦντος αὐτῷ ὡς "ἄμεμπτος" εἴη. λέγει οὖν ὅτι· εἴ τις καθάπερ ἐν ζυγῷ στῆσαι τὰ ἡμέτερα θελήσοι πταίσματα καὶ τὴν ἐπαχθεῖσαν ὀργήν, βαρυτέραν αὐτὴν εὑρήσει τῶν ἡμετέρων πταισμάτων. ᾔδει γὰρ ὁ ἅγιος ὡς οὐχ ἁμαρτιῶν ἕνεκεν ταῦτα ὑφίστατο ἀλλ' ἀγωνίσματος, ὅπου γε ἐν τοῖς ἑξῆς ἔφασκεν· "οἶδα ὅτι δίκαιος ἀναφανοῦμαι." διόπερ τοὺς φίλους ἐναγαγεῖν εἰς τὴν τοιαύτην γνῶσιν ἐσπούδαξεν. εἰ δὲ καὶ τὸ "στῆσαι" τὴν παῦλαν σημαίνει, συνεπίσκεψαι. νοηθείη δὲ καὶ οὕτως· λέγεται ζυγὸς ἐπικείμενος τῷ αὐχένι τῶν παθόντων ζῴων. εἴη ἂν οὖν λέγων· εἴ τις ἐθέλοι σὺν ἐμοὶ ἑλκύσαι τὸν τῶν παθημάτων ζυγόν, 161 ὥστε κουφίσαι με ἀπ' αὐτῶν τῆι κοινωνίᾳ. ἀλλ' ὅρα, μὴ τοῦτο ἀνάξιον ὂν τοῦ ἁγίου ἐπὶ τὴν πρώτην ἀπόδοσιν ἡμᾶς ἀνάγειν. παράλιον δὲ ἄμμον παρείληφεν διὰ τὸ ὑγροτέραν εἶναι. "ἀλλ' ὡς ἔοικεν τὰ ῥήματά μού ἐστιν φαῦλα. βέλη γὰρ κυρίου ἐν