1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

46

ἄρτος δηλῶν τὴν ὠφελίαν, τὸ δ' ἅλας τὸν πόνον, οὗ χωρὶς ἀρετὴν κατορθωθῆναι ἀδύνατον. ἀπὸ τῆς αὐτῆς διανοί165 ας καὶ τό· "εἰ δὲ καὶ ἔστιν γεῦσις ἐν ῥήμασι κενοῖς;". ἅπας λόγος πράξεως ἐστερημένος ἐναρέτου μάταιός ἐστιν καὶ κενός. τούτου παραστατικόν ἐστιν τό· "οὐ γὰρ ἐν λόγῳ ἡ βασιλεία τοῦ θεοῦ, ἀλλ' ἐν δυνάμει." οὐκ ἐν διακένοις ὑποσχέσεσιν, ἀλλ' ἐν λόγῳ ἐνεργεῖ τὰ τῆς σωτηρίας ὑπάρχει. μὴ τοίνυν ἐμὲ νομίζετε διακένους προφέρειν λόγους μηδὲ ὑμεῖς, ὦ φίλοι, του῀̣τ̣ο ζηλοῦτε. διὰ γὰρ τοῦτο, ἐπεὶ οὐδὲν κενὸν ἐμοὶ καὶ μάταιον πέπρακ̣ται, "οὐ δύναταί μου παύσασθαι ἡ ψυχὴ" τοῦ τόνου τοῦ πρὸς τὸν ἀντίπαλον· σκοπὸς γάρ μοί ἐστιν οὐ κενός, ἀλλ' ἐλπίδα σωτήριον ἔχων. ε̣ι᾿̣ γὰρ τὰ σῖτα τὰ ἡμέτερα καὶ διὰ τὸ δυσῶδες τοῦ τραύματος βρόμου λέοντος πεπλήρωται, οὐ παύσεταί μου ἡ ψυχή. οὐδὲν γὰρ "ἡμᾶς χωρίσει ἀπὸ τῆς ἀγάπης τοῦ Χριστοῦ, θλῖψις ἢ στενοχωρία ἢ διωγμὸς ἢ λιμὸς" καὶ τὰ ἑξῆς. πάντες γὰρ ἅγι οι ἐν Παύλῳ ἀναβοῶσιν. εἰ δὲ καὶ τὴν τοῦ διαβόλου κατ' αὐτοῦ ἔνστασιν ἐμποδίζειν αὐτοῦ τὴν ἀρετὴν βουλομένου σημαίνοι διὰ τὸν βρόμον εἰωθότα σῖτα αὐτοῦ ὑπάρχειν, συνεπίσκεψαι. "εἰ γὰρ δῴη καὶ ἔλθῃ μου ἡ αἴτησις καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος, ἀρξάμενος ὁ κύριος τρωσάτω με, εἰς τέλος 166 δὲ μή με ἀνελέτω." ὁ τρῶσιν καθ' ἑαυτοῦ αἰτούμενος οὐκ ἀποκάμνων τὴν αἴτησιν ἑαυτοῦ ἐλθεῖν εὔχεται, ἀλλὰ τὸν ἴδιον ἀποπληρωθῆναι σκοπόν. ἦν δὲ οὗτος τὸ πέρας τοῦ κατορθώματος ἀνύσαι ἢ καὶ φανῆναι τοῖς φίλοις διὰ τὴν αὐτῶν ὠφελίαν τὴν αἰτίαν τῶν πόνων, ὅτι ἀγωνίσματος χάριν ἐπήχθησαν. οὕτω γὰρ ἂν οὐδὲ εἰς τὸν δίκαιον ἡμάρτανον, ἀλλὰ καὶ ζῆλον θεῖον ἐδέχοντο μιμήσασθαι σπεύδοντες ὑπομονὴν καὶ ἀνδρείαν τῶι ἁγίωι κατορθουμένην, δι' ἣν καὶ ἔλεγεν· "εἰ γὰρ δῴη"-ἀντὶ τοῦ· εἴθε γὰρ δῴη κύριος-"καὶ ἔλθῃ μου ἡ αἴτησις, καὶ τὴν ἐλπίδα μου δῴη ὁ κύριος". δι' ἀμφότερα γὰρ εὔχεται, ἵνα καὶ αὐτὸς τὸν στέφανον τοῦ ἀγῶνος δέξηται κἀκεῖνοι μὴ ματαίαν τὴν ὑπομονὴν τῶν ἐπιπόνων νομίσωσιν. ἰδεῖν δὲ αὐτοῦ ἔστιν καὶ θαυμάσαι τὸ καὶ ἐν τοῖς τηλικούτοις πόνοις ἀνδρεῖον, ὅτι πρῶτον μὲν οὐκ ἀπείρηκεν τὴν πρὸς τὸν φίλον ἀπόκρισιν ἔχων πρόφασιν τὴν περὶ τοὺς πόνους σχολήν, ἀλλὰ καὶ πάλιν καθάπερ γενναῖος ἀθλητὴς φησιν πολεμικῶς κατὰ τοῦ ἀν167 τικειμένου ἱστάμενος καὶ εἰδώς, ὅτι οὐ χωρὶς τῆς ἐκ θεοῦ συνχωρήσεως γέγονεν ἡ κατ' αὐτοῦ ἐπαγωγή, φησίν· "ἀρξάμενος ὁ κύριος τρωσάτω με, μόνον μὴ εἰς τέλος ἀνελέτω με", ἀντὶ τοῦ· τὴν ἔκβασιν τῶν θλίψεων ὑπενεγκεῖν χαρισάσθω. τούτῳ ὅμοιόν ἐστιν τό· "καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν", ὅπερ ἑρμηνεύεται πολλάκις ἀντὶ τοῦ· μὴ ὑποπεσεῖν τοῖς ἀπατῶσιν ἐνγένηται. ὅρα δὲ καὶ τὴν θείαν πληροφορίαν. ὅτι ἔλθει τὰ τῆς εὐχῆς ἐλπίζει, οὐ παντὸς εἰδότος, εἰ συμφερόντως εὔχεται, ἢ μόνον τῶν ἁγίων. κατὰ τὸ βού λημα τοῦ θεοῦ ζῶντες δέχονται καὶ "πληροφορίαν τῆς ἐλπίδος". ὅτι δὲ οὐ περὶ τῆς ζωῆς τῆς ἐνταῦθα φοβούμενος λέγει τό· "εἰς τέλος δὲ μή με ἀνελέτω", σαφὲς ἐκ τοῦ εἰρηκέναι αὐτόν· "θάνατος ἀνδρὶ ἀνάπαυσις." αἰσθητικὸς ὢν οὖν ὁ ἅγιος τρῶσιν ὑπὸ θεοῦ ἐκδέχεται παιδευτὴν αὐτὸν ἄριστον ἐπιστάμενος οὐχ ὡς κολαστέος, ἀλλ' ὡς δοκίμιον ἐξαιτούμενος, καθὸ ὁ ψαλμῳδός φησιν· "δοκίμασόν με κύριε καὶ πείρασόν με", καὶ τὸ παροιμιῶδες δὲ λόγιον· "μαστιγοῖ δὲ πάντα υἱὸν ὃν παραδέχεται." τοῦτο δὲ γίνεται, ἵνα μὴ 168 κολαστέος γένηται οὐ συνεπαισθηθεὶς τῇ παιδεύσει. οὐ γὰρ παραιτεῖται ἔλεγχον ὁ ἅγιος ὅλον αὑτὸν τῷ θεῷ ἐκδούς, "εἰδὼς ὅτι ῃαξατ ἡ θλῖψις ὑπομονὴν κατεργάζεται, ἡ δὲ ὑπομονὴ δοκιμήν, ῃαξατ ἡ δοκιμὴ ἐλπίδα· ἡ δὲ ἐλπὶς οὐ καταισχύνει". "εἴη δέ μου πόλις τάφος, ἐφ' ἧς ἐπὶ τειχέων ἡλλόμην ἐπ' αὐτῆς, οὐ μὴ φείσωμαι." ὁ τῶν ἀνθρωπίνων ἁπάντων δοξῶν τε καὶ πολιτειῶν καὶ τῶν ὁμοίων καταφρονήσας "σκύβαλα" τὰ πάντα διὰ τὴν σωτήριον ἐλπίδα "ἡγούμενος" τὰς πολιτικὰς δόξας "τάφον" οἴεται ἀποθανὼν αὐταῖς ὡς Παῦλος ὁ λέγων· "ζῶ δὲ οὐκέτι