1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

53

καὶ τοῦτο τυχὸν ὑπέκρουεν, ὅτι διὰ τὰς ἰδίας ἁμαρτίας ἀπεστάλη ἐν χειρὶ αὐτῶν ἀνομία, αἰνιττόμενος τὰ τῆς πτώσεως καθ' ἣν τὰ τέκνα αὐτοῦ ἀπώλοντο. υἱοῦ δὲ μνημονεύει ἀπὸ τοῦ ἀρίστου μέρους τὸν λόγον ποιούμενος· εἶχεν γὰρ καὶ θυγατέρας Ἰώβ. ἐμφαίνοι οὖν, ὅτι υἱῶν ἁμαρτόντων καὶ πολλὴν ὠφέλειαν ἐκ τοῦ Ἰὼβ ἐχόντων δῆλον, ὡς καὶ θυγατέρες ἥμαρτον. κατ' αὐτὸν δὲ πάλιν καὶ τὴν διάλημψιν αὐτοῦ καὶ ταῦτα ἐκλημπτέον. σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα δεόμενος· εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου, ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης. μαχόμενα καὶ ἐν τούτοις λέγει. εἰπὼν 213 γὰρ ὅτι "ἀπέστειλεν «ἐν» χειρὶ ἀνομίας τῶν υἱῶν σου", αὐτῷ φησι_6_ν6· "σὺ ὄρθριζε πρὸς κύριον· εἰ καθαρὸς εἶ, δεήσεως καὶ ἐπακούσεταί σου". πῶς γὰρ καθαρός, περὶ οὗ διελάμβανεν, ὅτι δι' ἁμαρτίας ἀνιᾶται; -μάλιστα, ὅτι ἐπάγει· "ἀποκαταστήσει δέ σοι δίαιταν δικαιοσύνης", ἀντὶ τοῦ· δώσει σοι ὡς καθαρῷ πάλιν τὰ ἡδέα ἀποκαθιστὰς αὐτά. ἔχομεν δὲ τὸ καθαρὸν σημαινόμενον ἀντὶ τοῦ ἐναρέτου, καθὸ καὶ εἴρηται· "μακάριοι οἱ καθαροὶ τῇ καρδίᾳ"· καθὸ εἴρηται διὰ γὰρ τοῦτο καθαροί εἰσιν, ὅτι οὐκ ἔχουσι τὴν ἐκ κακίας ἀκαθαρσίαν· «καθὸ εἴρηται» περὶ τῶν φαύλων· "συντρίβεται δὲ δι' ἀκαθαρσίαν ψυχῆς"· καὶ ἔτι περί τινος· "ἀκαθαρσία αὐτῆς πρὸς ποδῶν αὐτῆς." τοιοῦτοι δέ εἰσιν καὶ ὧν "οἱ πόδες ἐπὶ πονηρίαν τρέχουσιν". εἰ δὲ ἀποκαθίσταται αὐτῷ ἡ δικαιοσύνη, νῦν οὐκ ἔχει αὐτήν· εἰ δὲ νῦν οὐκ ἔχει, πῶς καθαρός ἐστιν; ἢ πῶς ἀμφιβάλλει, ὅτι καθαρός ἐστιν, διακείμενος, ὅτι περιπίπτων περιστάσεσιν ἁμαρτωλὸς ὑπάρχει; αὕτη δὲ ἡ ἐναντιότης αὐτῶν ἠκολούθησεν ἐκ τοῦ ἐσφαλ μένην ἀρχὴν θεῖναι, ὅπερ πάσῃ αἱρέσει ἕπεται. λέγων γὰρ τῷ ἐν κακοπραγίᾳ· "εἰ καθαρὸς εἶ καὶ ἀληθινός, δεήσεως ἐπακούσεταί σου καὶ ἀποκαταστήσει σοι δίαιταν δικαιοσύνης", δείκνυσιν, ὅτι ἐνεχώρει 214 τὸν ἀγαθὸν καὶ ἀληθινὸν ὑποπεσεῖν τούτοις· ᾧ ἀναγκαίως ἕπεται, ὅτι οὐ πᾶς ὁ ἐν περιστάσεσιν ὢν φαῦλός ἐστιν καὶ ἐν ἁμαρτίαις· ἔσται οὖν τὰ μὲν πρῶτά σου ὀλίγα, τὰ δὲ ἔσχατά σου ἀμύθητα. πάλιν καὶ νῦν τῇ ἀρχῇ ἑαυτοῦ μάχεται· ὡς γὰρ ἑπόμενον λαμβάνει, ὅτι τῷ καθαρῷ μετὰ ἀλγηδόνας ὁ θεὸς ἀποκαθίστησιν τὰ ἡδέα πολυπλασίως. φαίνεται γὰρ διὰ τούτων εἰσάγειν τὸν τρόπον τῆς ἐπ̣αγωγῆς τῶν ἀνιαρῶν, ὃν οὐ πρότερον ἐτίθετο, δι' ὧν φησιν εἶναι "τὰ ἔσχατα αὐτοῦ ἀμύθητα" δηλονότι ὡς γενναίως ὑπομείναντος, εἰ μή πού τις λέγοι, ὅτι μετανοήσαντι αὐτῷ ταῦτα λέγει συμβῆναι ἐκ τῆς πρὸς θεὸν εὐχῆς· ἀλλὰ τοῦτο «οὐ» συνχωρεῖ τὸ λέγειν· "εἰ καθαρὸς εἶ", καίτοι πρὸς ἀντιδιαστολὴν τὸ εἰρημένον τό· "σὺ δὲ ὄρθριζε πρὸς κύριον παντοκράτορα." ἐπερώτησον γὰρ γενεὰν πρώτην, ἐξιχνίασον δὲ κατὰ γένος πατέρων. βεβαιῶσαι βούλεται τὸν ἑαυτοῦ λόγον ἐκ τῶν προτέρων ἀνδρῶν ἢ συγγραμμάτων, ἃ περιεῖχεν τοὺς βίους αὐτῶν. οὐδὲν γὰρ ἀπεικὸς καὶ γράμματα εἶναι, μάλιστα διὰ τὸ λέγεσθαι· "τίς ἂν δῴη γραφῆναι τὰ ῥήματά μου;" καὶ τὰ ἑξῆς· ἄλλως τε καὶ νόμοι ὑπῆρχον, καθ' οὓς καὶ οὗτοι ἦρχον, οἱ φίλοι φημί. 215 χθιζοὶ γάρ ἐσμεν καὶ οὐκ οἴδαμεν, σκιὰ γὰρ ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς. συνετῶς γὰρ δεῖ ἀκούειν τοῦ "χθιζοὶ γάρ ἐσμεν", ὅτι ὡς πρὸς τὴν ἀνθρωπίνην γένεσιν τοῦτό φησιν, μάλιστα ὅτι λέγει· "ἐπερώτησον γὰρ γενεὰν πρώτην". δεῖ γὰρ τὰ λεγόμενα περὶ τοῦ ἀνθρώπου φρονίμως ἀκούειν, οἷον-ἵνα ἀπὸ τῶν γραφῶν εἴπωμεν-περὶ τοῦ ∆αυὶδ εἴρηται πολλάκις, ὅτι "πυρράκης μετὰ κάλλους ὀφθαλμῶν" ἐτύγχανεν. τοῦτο δὲ οὐ περὶ τῆς ψυχῆς, ἀλλὰ περὶ τοῦ σώματος ἀκούομεν. ὅταν δ' αὐτὸς "τὰ ἄδηλα" λέγῃ "καὶ τὰ κρύφια τῆς καρδίας μου ἐδήλωσάς μοι", περὶ τῆς ψυχῆς τοῦτο ἐκλαμβάνομεν. καὶ τὸ "χθιζοὶ" οὖν μὴ κατὰ τὴν ψυχήν, ἀλλὰ κατὰ τὸ ἄνθρωπον γενέσθαι ἀκούομεν. οὕτω καὶ συνῆπται· "σκιὰ γὰρ ἡμῶν ἐστιν ὁ βίος ἐπὶ τῆς γῆς." περὶ τοῦ βίου οὖν τοῦ ἐπὶ γῆς φησιν, ὅτι σκιὰ τυγχάνει. ἅπαξ δὲ ἐπεὶ τῆς λέξεως ταύτης μνήμη γέγονεν, ἀναγκαῖον ἡμᾶς περὶ αὐτῆς διαλαβεῖν. λέγεται τοίνυν ἡ σκιὰ