1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

54

καὶ πρὸς πρωτότυπον, καθὸ καὶ εἴρηται· "σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν". σκιὰ δὲ καὶ τὸ παρακολούθημα, καὶ ὁ προσεγγισμὸς πολλάκις σκιὰ λέγεται, καθὸ εἴρηται παρηγμένως· "πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ καὶ δύναμις ὑψίστου ἐπισκιάσει σοι." λέγεται δὲ καὶ σκιαγραφία ἡ πρὸ τῆς φανερᾶς γραφῆς 216 εἰκόνι τύπωσις ἄδηλο̣σ· δυνατὸν οὖν ἐκλαβεῖν σκιὰν εἶναι τὸν βίον τὸν ἀνθρώπινον κατὰ τὸ εὔσειστον καὶ εὐπαράγωγον. δύναται δὲ καὶ κατα πρὸς πρωτότυπον ἀντιδιαστέλλεσθαι· ὡς γὰρ πρὸς τὴν μέλλουσαν ζωὴν ὁ παρὼν αἰὼν σκιὰ ὑπάρχει, ματαιότης ὑπάρχων. δύναται δὲ καὶ σκιαγραφία ὁ βίος οὗτος λέγεσθαι, καθὸ ἐνταῦθα μὲν "ἐκ μέρο»υ»ς" ἡ γνῶσίς ἐστιν τελειότητος ἐν τῷ μέλλοντι αἰῶνι ἐσομένης. δύναται δὲ καὶ ἀνηγμένως θεωρεῖσθαι σκιά, καθὸ παρακολούθημα λέγομεν εἶναι καὶ τὴν τῶν σωμάτων σκιάν· καὶ ὅρα, μὴ τοῦτο δηλοῦται ἐν τῷ· "ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης." οὐ γὰρ ἁπλῶς τὰ θεοῦ κτίσματα ματαιότης, ἀλλ' ὡς πρὸ»ς» τὰ οὐράνια αἰώνια ὄντα τὰ πρόσκαιρα καὶ ῥᾳδίως μεταβάλλοντα ματαιότης ὑπάρχει. καὶ ὁ βίος δὲ πολλὰ σημαίνει, ἤτοι τὸ ζῆν τοῦτο ἢ τὴν πολιτείαν· δηλοῖ δὲ καὶ τὴν κτῆσιν, καθὸ εἴρηται· "ὃς δ' ἂν ἔχῃ τὸν βίον τοῦ κόσμου καὶ θεωρῇ τὸν ἀδελφὸν αὐτοῦ χρείαν ἔχοντα." καὶ τὰ χρήματα δὲ εἴρηται βίος, καθὸ εἴρηται· "ἐὰν δῷ ἄνθρωπος τὸν βίον αὐτοῦ ἐν τῇ ἀγάπῃ ἐξουδενώσουσιν αὐτόν." ἦ οὐχ οὗτοί σε διδάξουσιν «καὶ» ἀναγγελοῦσιν καὶ ἐκ καρδίας ἐξάξουσιν ῥήματα; 217 ἐκ τῶν παλαιοτέρων πιστοῦσθαι τὰ καθ' ἑαυτὸν οὗτος βουλόμενος ταῦτά φησιν ὡς ἂν ἐκείνων πλείστοις παρατυχόντων πράγμασιν, οἷς οἱ εἰς τὸν καιρὸν αὐτοῦ οὐ παρέτυχον. ἅπαξ δὲ ἐπεὶ περὶ διδασκάλων ἐστὶν ὁ λόγος, λέγωμεν, ὅτι ἐστὶν μέγας ἔπαινος τῷ διδάσκοντι, ἐάν, πρ̣ὸς οἷς ἔμαθεν ἢ αὐτὸς ἀναγνοὺς ἢ παρ' ἑτέρου μαθών, συνιστᾷ π̣οτε κα̣ὶ αὐτὸς οὐκ ἐναντία, ἀλλὰ σύμφωνα. ὡς γὰρ οὐκ ἄν τις ἀποδέξοιτο γῆν τὴν τὰ καταβαλλόμενα σπέρματα ἀποδιδοῦσαν, οὕτως οὐκ ἄν τις «ἐν» τῇ γῇ τῇ ἰδία παραδεξάμενος παίδευσιν καὶ μόνα, ἃ ἤκουσεν, παρέχων θαυμάσιος, ἀλλὰ πρὸς τούτοις ἕτερα γεννήσας, θαυμάσια δέ, καὶ ὁ ἃ ἔμαθεν προενεγκεῖν διὰ γλώττης δυνάμενος· εἰσὶν γὰρ οἱ πρὸς τοῦτο ἀδυνατοῦντες ἑαυτοὺς μόνους καὶ οὐχ ἑτέρους ὠφελεῖν δυνάμενοι. εἰ δὲ δύναται τὸ διδάσκειν καὶ ἀναγγέλλειν εἶναι διάφορα, ἐπίσκεψαι, ὡς τοῦ μὲν διδάσκειν ἀποδείξεις ἐπάγοντος, τοῦ δὲ ἀναγγέλλειν διήγησιν περιέχοντος τῶν σαφῶν, ἐξ ὧν τὰ ἀσαφῆ γνωρίζεται. ὅτι δὲ ἐκ καρδίας οἱ λογισμοὶ τὰ ῥήματα παραπέμπουσιν, ἐκ τοῦ ἐναντίου ὁ ςωτήρ φησιν· "ἐκ γὰρ τῆς καρδίας ἐξέρχονται διαλογισμοὶ πονηροί." εἰ δὲ καὶ τὸ 218 ἐξάξαι ῥήματα τὸ εἰς ἔργα αὐτὰ μεταβαλεῖν λέγοις, οὐκ ἂν ἁμάρτοις ἄλλων ἐκ παραλλήλου ἀκουόντων τοῦ ἐξάξαι καὶ ἀναγγεῖλαι. μὴ θάλλει πάπυρος ἄνευ ὕδατος, ἢ ὑψωθήσεται βούταμον ἄνευ πότου; ἔτι ὂν ἐπὶ ῥίζης καὶ οὐ μὴ θερισθῇ. εἰπών, ὅτι πα̣ρὰ τῶν παλαιῶν καὶ πατέρων ἡ διδασκαλία τοῖς μεταγενεστέροις παραγίνεται, ἐκ παραβολῆς αὐτὸ παρασκευάζει φάσκων ὅτι· ὡς ἄνευ ὕδατος πάπυρος οὐ θάλλει οὐδὲ ὑψοῦται βούταμον μὴ ἀρδευόμενον, ἕως ἔτι ἐπὶ γῆς ἐστιν-οὕτω γὰρ αὐτὰ συμβήσεται μηδὲ θερίζεσθαι-, οὕτως ἀδύνατον μὴ δεχόμενον ἐν διανοία ὠφέλειαν τῶν κρειττόνων καρπὸν προενεγκεῖν ὠφέλιμον. δύναται δὲ καὶ περὶ τῶν ἀνθρωπίνων πραγμάτων λέγειν, ὅτι κα θάπερ ὑπὸ ὕδατος ὑπὸ τῆς προνοίας ταῦτα ἄρδεται, ἧς μὴ ἐπιούσης αὐτὰ ῥᾳδίαν καὶ εὐμάραντον ἕξει τὴν διάλυσιν. κἂν οὖν τις ἀνιαροῖς περιπέσῃ, εἶτα πάλιν μεταβολὴν ἔχῃ ἐκ τούτω»ν», προνοίᾳ τοιοῦτον γε»γέ»νηται. ἐὰν δὲ καὶ τὴν δοκοῦσαν ἀνθρωπίνην ῥίζαν ἔχῃ τὰ γιγνόμενα ὑπ' ἀνθρώπων, οὐχ ἕξει ὑπόστασιν μὴ τῆς προνοίας αὐτὰ διοικούσης. τούτῳ ὅμοιον καλῶς παρὰ τοῦ ψαλμῳδοῦ εἰρημένον· 219 "ἐὰν μὴ ὁ κύριος οἰκοδομήσῃ οἶκον, εἰς μάτην ἐκοπίασαν οἱ οἰκοδομοῦντες αὐτόν." πρὸ τοῦ πιεῖν πᾶσα βοτάνη