1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

55

ξηρανθήσεται. ταὐτὸ τῷ προτέρῳ τοῦτο ἐπὶ πάσης βοτάνης λεγόμενον. λέγοι οὖν, ὅτι, κἂν μικρὸν κἂν μέγα ᾖ, το`̣ ἐν τῷ βίῳ ὑπὸ πρόνοιάν ἐστιν, ξηραινόμενον, εἰ μὴ αὕτη ἐφοπτεύοι. οὕτως τοίνυν ἔσται πάντα τὰ ἔσχατα τῶν ἐπιλανθανομένων τοῦ κυρίου. λέγει τι ἔνδοξον ἀπὸ ἐννοίας οὐκ ἀπολειπομένης ἐντρεχείας, ὅτι ὥσπερ τὰ φυτὰ μὴ ἀρδευόμενα ὑπὸ ὕδατος ξηραίνεται, οὕτω τὰ ἀνθρώπινα πράγματα ἔξω προνοίας γιγνόμενα ὑπόστασιν οὐκ ἔχει. εἰ δὲ καὶ οὗτος ἔσχατα λέγει ἔννοιαν ἔχων περὶ τοῦ μέλλοντος αἰῶνος, συνεπίσκεψαι· οὐ γὰρ ἀναντιρήτως οἱ ἐπιλανθανόμενοι τοῦ κυρίου τ»οι»ούτοις κατὰ τὸ αἰσθητὸν ἐσχάτοις περιτεύξονται τῷ περί τινων εὐετηρίᾳ διαγόντων εἰρῆσθαι· "ἐν δὲ ἀναπαύσει ᾅδου ἐκοιμήθησαν." ἐλπὶς δὲ ἀσεβῶν ἀπολεῖται. τῷ ὄντι ἡ τῶν ἀσεβῶν ἐλπὶς οὐ περὶ ὑφεστηκότα γίνεται. ἡ γὰρ ἐλπὶς οὐδὲν ουδεν ἕτερόν ἐστιν κατὰ γένος ἢ προσδοκία ἀγαθῶν. καὶ ὁ φοβούμενος δὲ προσδοκᾷ, ἀλλ' οὐκ ἀγαθά· κακῶν γὰρ προσδοκία ἐστὶν ὁ φόβος, 220 ἀγαθῶν δὲ ἡ ἐλπίς. ἐπεὶ οὖν οὐχ ὑφεστηκότα πράγματα οἱ ἀσεβεῖς προσδοκῶσιν, ἀπόλλυται αὐτῶν ἡ ἐλπίς· ὡς γὰρ μένουσιν τοῖς ἡδέσιν χρῶνται, καὶ ἐν τούτῳ ματαίαν ἔχουσιν ἐλπίδα. ἔχεις τοῦτο ἐν Παροιμίαις τῆι μὲν λέξει πολὺ διαφέρον, συνᾷδον δὲ τῷ νῦν λεγομένῳ· "ἀποθανὼν δίκαιος ἔλιπεν μετάμελον·" ἂν γὰρ ἀποθάνῃ ὁ δίκαιος, εὑρίσκει τὰ προσδοκώμενα καὶ οὐ μετεμελήθη πονήσας ὑπὲρ αὐτῶν. ἐνταῦθα μὲν οὖν εἴρηται· "ἐλπὶς ἀσεβῶν ἀπόλλυται", ἐν δὲ τῷ Ἠσαίᾳ· "ἐλπὶς τῶι εὐσεβεῖ." οἱ δὲ "ἐν τῇ ζωῇ ταύτῃ ἠλπικότες μόνον" καὶ "λέγοντες· φάγωμεν καὶ πίωμεν", ματαίαν καὶ κενὴν ἔχουσιν ἐλπίδα πρὸς τὰ βλεπόμενα ταύτην τείνοντε»ς»· φυσικώτατα δὲ ὁ Παῦλός φησιν· "ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, «τί» καὶ ἐλπίζει;" ἀοίκητος δὲ αὐτοῦ ἔσται ὁ οἶκος. πρὸς τὸ αἰσθητὸν τοῦτο οὐ πάντως ἐστὶν ἀληθές. δῆλον δέ ἐστιν, ὅτι ὁ τοὺς Ἰησοῦ λόγους εἰς ἔργα μεταβαλὼν μένουσαν οἰκίαν οἰκοδομεῖ· αὕτη δέ ἐστιν ἡ ἀρετή, ἧς ὁ ἀντεχόμενος οὐδέποτε ἕξει τὴν οἰκίαν ταύτην ἀοίκητον· δεῖ γὰρ τὸν δίκαιον μένειν ἐν τῇ αὑτοῦ ἀρετῇ· "ἡ δικαιοσύνη" γὰρ "αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." ἐπειδὴ δὲ ἀνυπόστατός ἐστιν ἡ κακία, διὰ τοῦτο 221 ἄοικός ἐστιν̣ ὁ φαῦλος ἄντακτος ὑπ̣άρχων̣ ἀεὶ καὶ οὐδὲν ἔχων ἑδ̣ραῖον διὰ τὸ καὶ τὴν κακίαν αὐ τὴν εἶναι παρακολούθημα· εἰ δέ τις καὶ περὶ τοῦ ἀγαθοῦ τοῦτο λέγοι φάσκων, ὅτι καὶ τὴν ἀρετὴν ἄνθρωποι ἐκ σπουδῆς κτῶνται, ἀλλ' υ῾̣φέστηκεν αὐτὸ τὸ ἀγαθόν. "ἀοίκητος" ο̣ὖν "ἔσται̣ τοῦ ἀσεβοῦς ὁ οἶκος·" φανερῶς γὰρ ἡ ἀλήθεια διαλύει τὴν ἀπάτην. ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή. ἡ «α᾿̣»ράχνη ποικιλίαν ἐπιδείκνυται ἐξ ὑφάσματος φυσικοῦ κατεσκευασμένη_6_ν_,_ _ἥ6τις ῥᾷστα διαλύεται ἐπιψαύσαντός τινος. τὰ τῶν φαύλων οὖν ἔργα καὶ ἡ κατασκευὴ τῆς πολιτείας ἀράχνῃ ἔοικεν οὐχ ὑφισταμένῃ. καὶ ἐν Ἠσαίᾳ οὖν λέγεται περὶ τῶν φαύλων κυησάντων ἀνομίαν καὶ λαλούντων ἀδικίαν· "ἱστὸν ἀράχνης ὑφαίνουσιν, ὅτι κύουσιν πόνον καὶ τίκτουσιν ἀνομίαν·" διηγεῖται δὲ αὐτῶν καὶ τὴν πρᾶξιν φάσκων· "ᾠὰ ἀσπίδων ἔρηξαν καὶ ὁ μέλλων τῶν ᾠῶν αὐτῶν φαγεῖν συντρίψας οὔριον εὗρεν καὶ ἐν αὐτῷ βασιλίσκον· ὁ ἱστὸς αὐτῶν οὐκ ἔσται εἰς ἱμάτιον, ἱστὸν δὲ ἀράχνης ὑφαίνουσιν." καὶ ὅρα, ὅτι πρὸς τῷ ἀνυποστάτῳ αὐτῶν καὶ τὸ δολερὸν διὰ τῶν ἀσπίδων σημαίνει. εἰ μέντοι τις εἴη περιστερὰ κατὰ τὸ λεγόμενον· 222 "τίνες οἵδε; ὡς νεφέλαι πέτανται καὶ ὡς περιστεραὶ σὺν νεοσσοῖς", ἔχοι ἂν ᾠά, ἅπερ διαιρεθέντα εὐγεν̣ε̣ι´̣α̣ς̣ ἕνεκεν παρέχει γόνον ζω̣τικόν· τὰ δὲ τῶν φαύλων ἀπατῶντα ἀγαθοὺς ὄφεις ἀναιρετικοὺς γεννᾷ, οἵτινες ὑπὸ τοῦ ἁγίου καταπατοῦνται κατὰ τὸν ψαλμὸν λέγοντα περὶ τοῦ τελείου· "ἐπ' ἀσπίδα καὶ βασιλίσκον βήσεις καὶ καταπατήσεις λέοντα καὶ δράκοντα." οἱ δὲ τοιοῦτοι οὐχ ἱματίων εἰσὶν ὑφάνται τῶν καλυπτόντων τὴν ἀσχημοσύνην τῆς ἁμαρτίας, ἀλλὰ ἀράχνης ἀνωφελοῦς καὶ εὐδιαλύτου, ὅπερ δηλοῦται καὶ ἐκ τοῦ· "οὐ μὴ