58
μὲν κλαίων διὰ τῆς κακοπαθείας, ἐν δὲ τοῖς κόλποις Ἀβραὰμ ἀναπαυόμενος· ὁ δὲ πλούσιος γελῶν δι' ἡδονῆς ἔκλαυσεν ἐν κολάσει βασανιζόμενος πικρῶς ἐπὶ τῷ εἰρημένῳ γέλωτι. προε229 τίμησεν θεοποιῶν αὐτὸν τρόπον τινά, καθὰ καὶ ἕτεροι τὴν κοιλίαν, περὶ ὧν λέγεται· "ὧν ὁ θεὸς ἡ κοιλία." εἴρηται γοῦν καὶ περὶ τοῦ γέλωτος· "ἀρθήσον ται βωμοὶ τοῦ γέλωτος, ἁμαρτήματα τοῦ Ἰσδραήλ." αἱ γὰρ περὶ τὰ πάθη καὶ τὰς ἡδονὰς σπουδαὶ τοῦ γέλωτός εἰσι βωμοί· ἀναθυμμιῶντες αὐτὰ τὰ πάθη ἑαυτῶν ··/ 241 ὁ ποιῶν μεγάλα καὶ ἀνεξιχνίαστα ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. ὁ μέγας μεγάλα ποιεῖ ἀναγκ̣αίως· οὐκ ἀνάγκη δ̣ὲ το`̣ν π̣οιοῦντα μ̣ε̣γάλα μὲν μέγαν εἶναι. οὐ γὰρ ἀντιστρέφει. μεγάλα γοῦν ποιοῦντες οἱ μαθηταὶ παρὰ τοῦ μεγάλου θεοῦ αὐτὰ εἶχον. ἵνα καὶ ἀνθρωπι´̣ν̣ῳ̣ χρήσωμαι παραδείγματι, λέγω, ὁ´̣τ̣ι̣ ο῾̣ γραμματικὸς γραμματικῶς γράφει· οὐ πάντως δὲ πᾶς ὁ γράφων ὀρθ̣ῶς ἀπὸ τῆς γραμματικῆς αὐτὸ ἔχει, ἀλλὰ καὶ α᾿̣π̣ο`̣ τύχης καὶ συνηθείας. ἐμφαίνει̣ οὖν̣ κατὰ τὸ μέγεθος, ὅτι μόνος̣, ἁ`̣ π̣ο̣ιε̣ι῀̣, μ̣εγάλα ποιεῖ, ὃς μέγας ἐστίν· ἀναλόγ̣ως δὲ καὶ κατὰ τὴν ἡμετέραν δύναμιν ἐκ μεγέθους τῶν κτισμάτων θεωροῦμεν θεὸν καὶ αὐτοῦ τοῦ θεοῦ ἔννοιαν δεχόμεθα. ἔλεγεν δὲ τοῦτο, ἵνα οἱ φίλοι οἱ μίαν αἰτίαν πόνων νομίζοντες ἐννοήσωσιν, ὅτι ὁ ποιῶν μεγάλα καὶ φ̣οβερὰ καὶ βαθέα κρίματα ἔχει καὶ ἀνεξιχνίαστα, ἅπερ καὶ ἔνδοξά ἐστιν, ὡς λέγειν δόξης πεπληρωμένα. τούτῳ ὅμοιον καὶ Παῦλος γράφει λέγων· "ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως θεοῦ· ὡς ἀνεξεραύνητα τὰ κρίματα αὐτοῦ καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ· τίς γὰρ ἔγνω νοῦν κυρίου̣;" κ̣αὶ ἐν ψαλμοῖς δέ ἐστιν τὸ παραπλησίον· "τὰ κρίματά σου ἄβυσσος πολλή." τίς γὰρ ἐπιστήσας οὐρανῷ, ἡλίῳ, σελήνῃ, ἀστράσιν καὶ ταῖς τούτων κινή σεσιν οὐ θαυμάσει τὸν δημιουργόν; εἰ δὲ καὶ εἰς τὸ καθ' ἕκαστον διέλθοις ἄχρι τῶν μικροτάτων α̣ὐτο̣ῦ, ὡς̣ τοῦ242 τ̣ο διδάσκει τό· "ἴθι πρὸς τὸν μύρμηκα, ὦ ὀκνηρέ" καὶ τὰ ἑξῆς, ὑπερθαυμάσεις τὴν̣ τ̣ο̣υ῀̣ θεοῦ σοφίαν. ἐὰν ὑπερβῇ με, οὐ μὴ ἴδω, καὶ ἐὰν παρέλθῃ με, οὐδ' ὧς ἔγνω_6_ν6. τὸ ἀκατάλημπτον τῶν θεοῦ κριμάτων καὶ ἐνταῦθα σημαίνει· καὶ γὰρ ἀνθρώπῳ, μᾶλλον δὲ γεννητῇ φύσει, ταῦτα καταλαβεῖν ἀμήχανον ἰδίᾳ ἐπιβολῇ. τοῦτο δὲ ····· · αὐτῷ ····ω τοῦτο ὁ ἅγιος ····· ·ε̣λ̣θον····ι̣ς̣ τὴν νόησιν, ὅπως ἐκ τ̣οῦ μὴ δ̣υ´̣νασθαι τὰ θεοῦ κρίματα καταλαμβάνειν καὶ περὶ αὐτοῦ ἐνθυμηθῶσιν καὶ τῶν συμβάντων αὐτω῀̣ι ὡς οὐκ ἐκλημπτῶν καὶ ὅπως̣ ἀπόσχωνται τοῦ μίαν αἰτίαν περὶ τὰ συμβάντα λογίζεσθαι. εἴτε οὖν εἴτε οὖν, φησίν, ὑπερβαίνοι με εἴτε παρέλθοι με ὁ κύριος οὕτως ὥστε καὶ πλησίον μου αὐτὸν εἶναι, οὐ δύναμαι γνῶναι ὑπὸ τοῦ ἐμοῦ νο̣ῦ τοῦ γινομένου ἀνθρώποις. λαθεῖν γάρ τι»ς» θέλων τινὰ καὶ ὑπερβαίνων αὐτὸν καὶ παρερχόμενος οὐχ ἱκανῶς λήσεται. δυνατὸν δ̣ὲ καὶ λέγειν, ὅτι εἴ τε συ τὰ ὑπὲρ γη῀̣ς̣ ἐμοὶ πλησίον γένοιτο, γνῶναι δύναμαι καθ' ἡμετέραν ἐπιβολήν· πῶς γὰρ ἡ τοῦ οὐρανοῦ καὶ τῶν ἐν αὐτῷ γίνεται οἰκονομία, ἐμοὶ ἄγνωστον· εἴ τε εἰς τὰ γήϊνα πάλιν ἔλθω θεοῦ με παρερχομένου καὶ τρόπον τινὰ ἐνγυμνάζοντός με ἐν αὐτοῖς, οὐδὲ οὕτως αὐτάρκης ἐγὼ 243 εἰς τὸ γνῶναι. ἐὰν ἀπαλλάξῃ, τίς ἀποστρέψει; ἢ τίς ἐρεῖ αὐτῷ· τί ἐποίησας; αὐτὸς γὰρ ἀπέστραπται ὀργῇ. τὸ ἀπαλλάξαι ἐπὶ παντὸς λα̣βεῖν πράγματος δυνατόν, οὗ τελεσιουργεῖ θεός· εἴ τε γὰρ διαλῦσαι τὸ ἀνθρώπινον ζῆν ἐθέλοι, τίς ἀποστρέψαι δύναται αὐτοῦ τὸ θέλημα; εἴ τε ἀνιαρὰ ἐπαγαγεῖν ἢ παῦσαι ταῦτα, καθόλως οὐδὲν τῶν παρ' αὐτοῦ γινομένων δύναται κώλυμ̣α ὑποσχεῖν οὐδενὸς σθένοντος εἰπεῖν αὐτῷ· "τί ἐποίησας;" κατὰ τὸν ἀποστολικὸν λόγον· "μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι· τί με ἐποίησας οὕτως;" ····· σθωσαν οἱ βλασφήμως λέγοντες αὐτῷ· "τί ἐποίησας;" οὐ γὰρ ····· ·· σιν τὸ λόγιον, ἀλλ' ἐπιδ····· ·· ξιν αὐτοῦ ἀξίαν τοῦ α̣···· "τί ἐποίησας;" οἱ γὰρ ἐξ ὀλιγωρίας τὰ πικρὰ λογιζόμενοι μὴ ἐπιστάμενοι αὐτῶν τὸν σκοπὸν βλασφήμως λέγουσιν· "τί ἐποίησας;" κατὰ τὸν ἄφρονα ἐν καρδίᾳ ἑαυτοῦ λέγοντα· "οὐκ ἔστιν