1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

60

διακρίσεως εἰρημένην λέξιν ἀπαντᾷ παιδεύων, ὡς οὐ πάντως ὁ εὐχόμενος τεύξεται οὐδὲ "ἀνίπτοις χερσὶν" πάντα αἰτεῖν τὸν θεὸν προσήκει· ὁ γὰρ ὀρθῶς εὐχὴν ἀναπέμπων τῷ θεῷ ἐκεῖνα ἀξιοῖ λαβεῖν, ἃ αὐτῶι λυσιτελεῖ καὶ ἁρμόζει τῷ χαριζομένῳ. καὶ γὰρ ἐπεὶ διττὸν τὸ εἶδος τῶν ἀγαθῶν-τ̣ὰ μὲν κυρ»ί»ως ἀγαθά εἰσιν, αἱ ἀρεταί, τὰ δὲ ἡδέα καὶ νενομισμένα ἀγαθά-, οὐ δεῖ αἰτεῖν ἀκαίρως θεὸν τὰ νομιζόμενα, ἀλλὰ τὰ κυρίως ἀγαθά· θεοῦ ἐπικρίσει ἢ ἀπα̣λ̣λαττόμεθα ἀνιαρῶν ἢ ἐν αὐτοῖς ε᾿̣ν̣εχόμεθα. συνετῶς δὲ καὶ τὰ κυρίως ἀγαθά, οἷον χαρίσματα, αἰτεῖ ὁ σπουδαῖος εἰδώς, ὅτι "ἑκάστῳ δίδοται ἡ φανέρωσις τοῦ πνεύματος πρὸς τὸ συμφέρον τοῦ πνεύματος." πολλάκις γοῦν τι̣ν̣ε̣ς̣ λέγουσιν· πῶς ········λ̣ιτ̣ε̣υτο·· "χάρισμα ἰάσεως" ἢ ἕτερόν τι, "λόγον" φημὶ "γνώσεως" καὶ τὰ λοιπά; ἀλλὰ ταῦτα λέγουσιν ἀγνοοῦντες, ὅτι συμφερόντως παρὰ θεοῦ ταῦτα γίνεται. οὐ γὰρ πάντες τοῖς ὑπάρ248 χουσιν καλῶς χρῶνται. πρὸς τὴν τούτων̣ οὖν, τῶν φίλων λέγω, ὑπόλημψιν ἀποκρίνεται παιδεύων πάλιν ὑποθετικῶς, πῶς δεῖ προσεύχεσθαι. εἰ γάρ, φησίν, καλέσαντός μου διὰ προσευχῆς, ὧν νομίζεται ἡδέων, ὑπακούσῃ, δέος, μὴ διὰ τὸ μή με γιγνώσκειν τῶν δοθέντων τὴν αἰτίαν ἀσαφίᾳ καλυπτομένην- τοῦτο γὰρ ὁ γνόφος δηλοῖ-ἐκτρίβ̣ω̣ν̣ με ᾖ, ὅ ἐστιν ἀποπέμπων τοῦ ····· ··τος· ὥστε δεόντως δεῖ τὴν πρὸς θεὸν ποιεῖσθαι παράκλησιν. ἐὰν γὰρ δῷ θεὸς τὴν αἴτησιν, οὐ πάντως̣ κατὰ τὸν τρόπον τῆς αἰτήσεως δίδωσιν, ἀλλὰ κατὰ λόγον, ὅντινα οἶδε»ν̣» συμφέροντα. ὅτι δὲ ὁ γνόφος τὴν ἀσαφίαν δηλοῖ, ἔστι καὶ ἀπὸ ἄλλων γραφῶν σαφῶς παραστῆσαι· "εἰσῆλθεν", φησίν, "Μωσῆς εἰς τὸν γνόφον, οὗ ἦν ὁ θεός." κ̣αι`̣ ὁ περὶ θεοῦ λόγος οὐκ ἔστιν εὐφ̣ώρατος οὐδὲ σαφὴς οὐδὲ γνωστός, εἰς τοῦτον δ' εἰσῆλθε Μωσῆς ὡς δυνατός. ἀλλὰ καὶ ἐν ἑπτακαιδεκάτῳ ψαλμῷ περὶ τοῦ ςωτῆρος λέγεται· "καὶ ἔκλινεν οὐρανὸν καὶ κατέβη καὶ γνόφος περὶ τοὺς πόδας αὐτοῦ." ἡ γὰρ π̣ορεία τῆς καθόδου α σαφής ἐστιν μόνον τούτοις μέν, ὅτι ἐπεδήμησεν, οὐ σαφὴς δὲ ἡ γνῶσις, διὰ τί ἐν τῷδε τῷ καιρῷ. ὅ φησιν ὁ μακάριος Ἰὼβ ἐν ὑποθέσει, τοῦτό ἐστιν, ὅτι εἰ καὶ τολμηρῶς 249 καλέσω καὶ ὑπακούσει, δέος, μὴ τῇ ἀσαφίᾳ τῶν πραγμάτων συντρι βὴν ὑπομείνω. πολλὰ δέ μου τὰ συντρίμματα πεποίηκεν διὰ κενῆς· οὐκ ἐᾷ γάρ με ἀναπνεῦσαι, ἐνέπλησεν δέ με πικρίας. πάλιν ταῦτα λέγει πρὸς τὴν αὐτῶν διάλημψιν ἅπαντα. εἰ γὰρ δι' ἁμαρτήματα λέγετέ με ἐπιτιμίαν ἐσχηκέναι, παραμένει δὲ ἡ ἐπιτιμία οὐκ ἐπιτρέπουσά μοι ουκ ἀναπ̣ν̣ε̣ῦσαι, πῶς δύναμαι διαδρᾶναι τὴν αἰτίαν τοῦ κακῶς βεβιωκέναι. ματαίως γὰρ καθ' ὑμᾶς γέγονεν τὰ τῆς ἐπαγωγῆς, εἴ γε οὐδὲν ἐμαυτῷ συνειδὼς ὡς ἁμαρτὼν κολάζομαι, καὶ τὰ τῆς διορθώσεως δι̣ὰ τὸ μηδένα καιρὸν ἔχειν ἐν̣δ̣όσ̣εως ἀνήνυτα. ὅτι μὲν γὰρ ἰσχύει κράτει, τίς οὖν τῷ κρίματι αὐτοῦ ἀντιστήσεται; εἰ ὄνομά ἐστιν τὸ "κράτει", ῥῆμά ἐστιν τὸ "ἰσχύει"· ὅτι ἰσχύει ἐν τῷ κράτει. εἰ δὲ ἰσχὺς ὄνομα, οὕτως ἂν εἴη· τῇ ἰσχύι κρατεῖ· ῥῆμα τοῦτο γάρ. ὅπως δ' ἂν ἔχοι, τὸ αὐτὸ δηλοῦται· ἰσχύων γὰρ κρατ»ε»ῖ θεὸς καὶ κρατῶν ἰσχύει, βασιλεύων ἰσχύει καὶ ἰσχύων βασιλεύει. διά τοι τοῦτο οὐ λεκτέον, ὅτι δι' ἁμαρτήματα ἡμέτερα ἰσχύει ὥστε ἐξουσιάζων· μηδὲ τοῦτο ὑμεῖς τίθεσθε καὶ μὴ ἁμαρτόντες 250 μ···ρ̣··ο̣υ̣δ̣·ν̣· ἐξουσίαν ἔχει του····· · ω῾̣ς̣ ἐπιστάμενος τὸ σ̣υμφέρον̣· βασιλέα γὰρ αὐτὸν οἶδα. οὐκ ἔστιν δὲ βασιλέως τὸ παρανόμως ἄρχειν, ἀλλ' οὐδὲ ἄλλα προτιθέμενος δι' ἀσθένειαν ἕτερα ποιεῖ· κύριος γὰρ "δίκαιος, ἰσχυρὸς καὶ μακρόθυμος", διόπερ οὐδεὶς "τῷ κρίματι αὐτοῦ ἀντιστήσεται" μηδενὸς δυναμένου εἰπεῖν· "τί ἐποίησας;" καθὰ προεθέμεθα τὸ ἀποστολικὸν ἐν τοῖς προλαβοῦσιν· "μὴ ἐρεῖ τὸ πλάσμα τῶι πλάσαντι· τί με ἐποίησας οὕτως;" ἐάν τε γὰρ ὦ δίκαιος, τὸ στόμα μου ἀσεβήσει. δίκαιος ὢν οὐκ ὤφειλον λέγειν αὐτὸ τοῦτο, ὅτι δίκαιός εἰμι· οὐ γὰρ περὶ αὑτοῦ ὁ δίκαιος ᾗ περὶ ἀ´̣λλου λέγει. τούτῳ ὅμοιον τὸ "γέγονα ἄφρων, ὑμεῖς με ἠναγκάσατε." τῶν γὰρ φίλων τιθεμένων, ὅτι δι' ἁμαρτίας πάσχει, τρόπον τινὰ ἠναγκάζετο λέγειν, ὅτι οὐ δι'