1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

62

εἰσιν φαινόμενοι τοῖς δειλοῖς, πρὸς ἑτέρους δὲ ἄλλως σχηματιζόμενοι. καλύπτουσιν δὲ ἑαυτοὺς πολλάκις καὶ οἱ σπουδαῖοι οὐ διὰ κακουργίαν, ἀλλ' ἵνα ἁρμόσωνται πρὸς τοὺς ἀσθενεῖς, καθὸ λέγει· "γάλα ὑμᾶς ἐπότισα, οὐ βρῶμα." καὶ "σοφίαν" μὲν "ἐν τοῖς τελείοις ἐλάλει", "γενόμενος Ἰουδαίοις Ἰουδαῖος καὶ ἀνόμοις ἄνομος", οὐκ ἂν Τιμοθέῳ ἢ τῷ εὐαγγελιστῇ Λουκᾷ τοιοῦτος φαινόμενος. κριτὰς δὲ διαβόλου τοὺς ὑπ' αὐτὸν δαίμονας ἐκδεκτέον. εἰ δὲ μὴ αὐτός, τίς ἐστιν; εἰ μὴ ὁ ἀσεβής ἐστιν ὁ ταῦτα ποιῶν, ὁ καταγελῶν τῶν σπουδαίων, ὁ συνκαλύπτων τὰ πρόσωπα τῶν κριτῶν αὐτοῦ κατὰ τὴν προτέραν ἐκδοχήν, τίς ἐστιν ἕτερος; δύναται καὶ οὕτως· εἰ μὴ "μετεσχηματίζετο" τολμηρῶς καὶ "εἰς ἄγγελον φωτὸς" καὶ ὅλως ποικίλος ἦν τῇ κακία, τίς ἂν ἦν αὐτὸς φανερῶς φαι νόμενος; -ἀντὶ τοῦ· εὐτελὴς καὶ τὸ μηδέν. τὸ δὲ πολύπλοκον αὐτοῦ λυμαίνεται τοὺς ὑποπίπτοντας αὐτῷ. ὁ δὲ βίος μού ἐστιν ἐλαφρότερος δρο255 μέως. ὁ δρομεὺς ταχυτῆτι δόξει μὴ ἐπιψαύειν τῆς γῆς, ἀλλ' ὡς πτηνὸν εἶναι. ὁ βίος μου οὖν δρομέως ἐστὶν ἐλαφρότερος· τὰ γὰρ ἄνω σκοπῶ "οὕτω τρέχων ὡς οὐκ ἀδήλως", οὐ προσπταίων τῇ γῇ. πόθῳ δὲ τοῦ σκοποῦ οἱ δίκαιοι, κἂν προσπταίσωσιν-οἷον κἂν ἐν θλίψεσιν γένωνται-, ἀδιάκοπον ἔχουσι τὸν δρόμον. οὕτω καὶ ∆αυὶδ ἔτρεχεν λέγων· "ἄνευ ἀνομίας ἔδραμον καὶ κατηύθυνα," καὶ "ὁδὸν ἐντολῶν σου ἔδραμον, ὅταν ἐπλάτυνας τὴν καρδίαν μου." ἀπέδρασαν καὶ οὐκ εἴδοσαν· ἦ καὶ ἔστιν ναυσὶν ἴχνος ὁδοῦ ἢ ἀετοῦ πεταμένου ζητοῦντος βοράν; ὑποβάλλει νοεῖν, ὅτι τὸν τοῦ δικαίου βίον ἐλαφρότερον ὑπάρχοντα δρομέως οἱ κριταί, ὧν τὰ πρόσωπα συνκαλύπτει ὁ ἐξάρχων αὐτῶν, ἀποδιδράσκοντες τῷ φόβῳ τοῦ δικαίου οὐχ ὁρῶσιν αὐτοῦ τὴν τοῦ δρόμου κατόρθωσιν· οὐ γὰρ ἄ ξιοί εἰσιν. εἰ δὲ καὶ περὶ τῶν δικαίων τοῦτό φησιν, ὅτι τοὺς κριτὰς ἀποδράσαντες κατὰ τὸ "ἀλλὰ ἀποπήδησον, μὴ ἐνχρονίσῃς ἐν τῷ τόπῳ" οὐκ εἶδον τῇ ὀξύτητι τῆς ἀρετῆς, ἐπίστησον, καὶ εἰ καίριόν ἐστιν συμβαλεῖν τούτῳ τὸ "ἐκκλίνοντος ἀπ' ἐμοῦ τοῦ πονηροῦ οὐκ ἐγίγνωσκον." κατανόησον δέ, εἰ καὶ τρίτη διάνοια ὡς ἐν δυσ256 χωρίᾳ λεχθῆναι δύναται ἀπὸ ἄλλου ῥητοῦ συνισταμένου ἐν Ἀμὼς τῷ προφήτῃ τῷ δευτέρῳ τῶν δώδεκα. πρὸς τοὺς σπαταλῶντας καὶ φιληδόνους καὶ αὐτὸ τοῦτο χαίροντας τοῖς ἡδέσιν τοῦ βίου λέγει· "οἱ καθεύδοντες ἐπὶ κλινῶν ἐλεφαντίνων, οἱ σπαταλῶντες ἐπὶ τῶν στρωμνῶν αὐτῶν, οἱ ἐπικροτοῦντες πρὸς τὰς φωνὰς τῶν ὀργάνων καὶ τὰ πρῶτα μύρα χριόμενοι, οἱ πίνοντες τὸν διυλισμένον οἶνον ὡς ἑστῶτα ἐλογίσαντο, οὐχ ὡς φεύγοντα." ἐνόμισαν γὰρ τὰ τοῦ βίου ἡδέα παράμονα εἶναι καὶ ἐφεστηκότα καὶ ἀδιάλειπτα εἶναι. λέγει οὖν, ὅτι οἱ θαυμάζοντες τὴν εὐπάθειαν, οἷον τὸ ὑγιαίνειν, τὸ πλουτεῖν, τ»ὸ» ἄρ χειν, οὐ λογίζονται, ὅτι ἀποδιδ»ρ»άσκουσιν οὕτως ταῦτα, ὥστε μὴ γνῶναι αὐτούς, καθὰ οὐδὲ "νεὼς ποντοπορούσης" ἔστιν διαγνῶναι ὁδὸν ἢ ἀετοῦ πετομένου ὀξέως διὰ τὸ ζητεῖν βοράν. καὶ τῷ ὄντι ταχεῖαν ἔχει τὴν πάροδον τὰ ἡδέα καὶ ἀνθρώπινα, ὡς ἀπὸ τοῦ περὶ τοῦ πλούτου εἰρημένου ἔστιν μαθεῖν λέγοντος τοῦ ψαλμῳδοῦ· "μὴ φοβοῦ, ὅταν πλουτήσῃ ἄνθρωπος καὶ ὅταν πληθυνθῇ ἡ δόξα τοῦ οἴκου αὐτοῦ, ὅτι οὐκ ἐν τῷ ἀποθνῄσκειν αὐτὸν λήμψεται τὰ πάντα οὐδὲ συνκαταβήσεται αὐτῷ ἡ δόξα τοῦ οἴκου 257 αὐτοῦ." ἐάν τε γὰρ εἴπω, ἐπιλήσομαι λαλῶν, συνκύψας τῷ προσώπῳ στενάξω. μεγαλοψυχίας γνώρισμα ἐν τούτοις ὑποφαίνεται. φησὶν γάρ, ὅτι καὶ ἐάν τινα τῶν ἀηδ̣ω῀̣ν ἔννοιαν δεξάμενος εἴπω τι περὶ αὐτῶν, εὐθὺς ἐπιλανθάνομαι οὐ δουλούμενος αὐτῇς̣, ἀλλὰ τῇ θεωρίᾳ τῆς ἀρετῆς σχολάζων. τούτῳ ὅμοιον τὸ ὑπὸ τοῦ ∆αυὶδ λεγόμενον, ὅτι "ἐπελαθόμην τοῦ φαγεῖν τὸν ἄρτον μου". ἡ γὰρ τῶν θείων καὶ οὐρανίων μνήμη λήθην ἐμποιεῖ τῶν κατασπώντων ἀπ' αὐτῶν. εἰ δὲ καὶ στενάζω, φησίν, ποιῶν τοῦτο συνκύπτων τῷ προσώπῳ, δι' οὗ τρόπον τινὰ τὴν πρὸς θεὸν ἐπιδείκνυται προσκύνησιν· καὶ ἂν _6_α6 λέγειν αὐτὸν ποιῇ τὰ ἀνιαρὰ πρὸς τὴν ἑαυτοῦ καρδίαν,