1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

63

λέγων εὐπαρησιάστως κατὰ τὸν μακάριον Παῦλον· "ἐν παντὶ θλιβόμενοι ἀλλ' οὐ στενοχωρούμενοι, ἀπορούμενοι ἀλλ' οὐκ ἐξαπορούμενοι, διωκόμενοι ἀλλ' οὐκ ἐγκαταλειπόμενοι, καταβαλλόμενοι ἀλλ' οὐκ ἀπολλύμενοι." σείομαι πᾶσιν τοῖς μέλεσίν μου. δῆλόν ἐστι τοῦτο κατὰ τὸ αἰσθητὸν νοοῦσιν. οὐδὲ γὰρ μέλος τι αὐτοῦ ὑγιαῖνον ἐτύγχανεν· "ἀπὸ ποδῶν" γὰρ "ἕως κεφαλῆς" λελώβητο. εἰ δὲ καὶ μέλη αὐτοῦ λέγοις πάντας τοὺς ἔχοντας πρὸς αὐτὸν 258 οἰκειότητα, οἳ καὶ ἐσαλεύθησαν οὕτως ὡς τοὺς μὲν καταλιπεῖν αὐτόν, τοὺς δὲ τρόπον τινὰ ἐπιτίθεσθαι διὰ τοῦ διακεῖσθαι, ὡς δι' ἁμαρτίας ταῦτα πάσχει, συνεπίσκεψαι. οἶδα γὰρ ὅτι οὐκ ἀθῷόν με ἐάσεις. ἡ μετριότης τοῦ ἁγίου διὰ τούτου γνω ρίζεται καὶ μεγάλη εὐγνωμοσύνη. φησὶν γάρ, ὅτι ἐξεταστής μου γινόμενος ἀκριβής-θεὸς γὰρ εἶ-οὐκ ἀθῷόν με ἐάσεις. εἰ γὰρ καὶ εἶπεν "οἶδα ὅτι κα δίκαιος ἀναφανοῦμαι", ἀλλ' οὖν οἶδεν καὶ πέπεισται, ὅτι ὡς πρὸς θεὸν δοκιμαστὴν "ἄστρα οὐκ ἔστιν καθαρὰ ἐνώπιον αὐτοῦ" καὶ αὐτὸς δηλονότι. τοιοῦτον ὁ μακάριος Παῦλος λέγει γράφων· "οὐδὲν ἐμαυτῶι σύνοιδα". εἶτα μὴ διδοὺς ἑαυτῶι ἐπάγει· "ἀλλ' οὐκ ἐν τούτῳ δεδικαίωμαι, ἀλλ' ὁ ἀνακρίνων με κύριός ἐστιν." οἶδεν δὲ καθὰ καὶ οὗτος ὁ ἅγιος τῆς ἀνθρωπίνης φύσεως τὸ ἀσθενὲς λέγων, ὅτι "καθ' ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν. ἀλλ' αὐτοὶ ἐν ἑαυτοῖς καὶ τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκακαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ' ἑαυτοῖς ἀλλ' ἐπὶ τῷ θεῷ." εἰ δὲ καὶ κάμνουσιν οἱ ἅγιοι ἐν τοῖς ἐπιπόνοις, ἀλλ' ἐν ἑαυτοῖς ἔχουσι τὸ ἀπόκριμα, ἵνα τῷ θεῷ τὴν πεποίθησιν καὶ μὴ ἑαυτοῖς ἀποδῶσιν· ὡς οὗτος αὐτὸς ὁ 259 μακάριος λέγων· οἶδα ὅτι οὐκ ἐξ ἐμαυ τοῦ ἔχω τὸ ἀθῶος εἶναι μὴ σοῦ συνεργοῦντος, καθὰ καὶ ὁ σοφὸς Παῦλος λέγων "οὐκ ἐγὼ δὲ ἀλλ' ἡ χάρις σὺν ἐμοὶ" καὶ ὁ ἅγιος ∆αυίδ· "ἐταράχθην καὶ οὐκ ἐλάλησα." ἐπειδὴ δέ εἰμι ἀσεβής, διὰ τί οὐκ ἀπέθανον; μεταβαίνει ἐπὶ τὴν περὶ τῶν φίλων ὑπόλημψιν. ἐπεὶ γὰρ διάκεινται, ὅτι τοῖς ἁμαρτάνουσιν ἕπεται τὸ κακωτικοῖς περιπεσεῖν, πάντων δὲ χεῖρον τὸ ἀποθανεῖν κατὰ τοὺς φιλοζώους, ἐρωτᾷ αὐτούς· ἐπεὶ καθ' ὑμᾶς ἀσεβής εἰμι, διὰ τί οὐκ ἀπέθανον; ἵνα ἐν τῇ ἐρωτήσει παράσχῃ αὐτοῖς νόησιν, ὅτι αἰτία τις ἔστιν ἑτέρα ἡ ἐπάγουσα τὰ ἐπίπονα. τὸ δ' αὐτὸ καὶ ἐν ἑτέροις ποιεῖ ἐρωτῶν πάλιν· "διὰ τί ἀσεβεῖς ζῶσιν, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ, ὁ σπόρος αὐτῶν κατὰ ψυχήν, ἡ βοῦς αὐτῶν οὐκ ὠμοτόκησεν;" ἵνα καὶ διὰ τούτων παιδεύσῃ, ἐπιζητεῖ τὰς οὔσας αἰτίας παρὰ θεοῦ τῶν συμβαινόντων ἀνθρώποις ἐπιπόνων καὶ ἡδέων. ἐπὶ τοσοῦτον γὰρ πολλάκις οἱ φαῦλοι διετέλεσαν ἐν ταῖς νομιζομέναις εὐπραγίαις, ὡς εἰπεῖν περὶ αὐτῶν Σολομῶντα, ὅτι --· καθὰ καὶ ὁ μακάριος Ἰὼβ λέγει, ὅτι "καὶ ἐν ἀναπαύσει ᾅδου ἐκοι260 μήθησαν". ἐὰν γὰρ ἀπολούσωμαι χιόνι καὶ ἀποκαθαίρωμαι χερσὶν καθαραῖς, ἱκανῶς ἐν ῥύπωι με ἔβαψας, ἐβδελύξατο δέ με ἡ στολή μου. πάλιν, ἵνα μὴ περίαυτον αὐτὸν νομίσωσιν, φησὶν ταῦτα, ὅτι κἂν καθαρῶς ὑπάρξω οὕτω, ὡς διὰ πραξέων ἐναρέτων, ἃς χεῖρας ὠνόμασεν, καθᾶραι ἐμαυτόν, ἔχω πάλιν ῥύπον· περὶ οὗ ζητητέον παραβάλλοντα τὸ ὅμοιον ῥητόν· "οὐδεὶς καθαρὸς ἀπὸ ῥύπου, οὐδ' εἰ μία ὥρα ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς." καὶ "ἡ διάνοια τῶν ἀνθρώπ̣ων ἐπιμελῶς ἔνκειται ἐπὶ τὰ πονηρὰ ἐκ νεότητος", ὅπερ τὸ νεωτεροποιὸν ἦθος δηλοῖ, καθὰ καί τινι εἴρηται ἀκροατὴν νέον μὴ παραδέχεσθαι. ταῦτα μὲν οὖν θλίψει τοὺ»ς» μηδὲν πρὸς τῆς ζωῆς ταύτης τιθεμένους· πῶς γὰρ οὐ καθαρὸς ὁ νῦν πεπλασμένος; συνετῶς δὲ καὶ τὸ τῆς διαδοχῆς ἁμάρτημα ἐκλαβεῖν δεῖ τὸ κατὰ τὸν Ἀδάμ, ὅπερ παρ' ἐκείνων ἀσυνέτως προφέρεται. καὶ γὰρ καὶ οἱ ἅγιοι, εἰ καὶ μὴ ἄλλου χάριν εἰς τὸν βίον ἐληλύθασιν, ἐν τῇ παιδικῇ ἡλικίᾳ τὸν ῥύπον ἔχουσιν, ὃς οὐκ ἔστιν ἁμάρτημα. κατὰ τοῦτο εἴρηται περὶ τοῦ Σαμουήλ· "καὶ Σαμουὴλ πρὶν ἢ γνῶναι θεόν". ἠγνόει δὲ θεὸν βρέφος ὤν, οὐ διὰ τὸ κακίαν ἔ261 χειν, ἀλλὰ μήπω ἐπίγνωσιν λόγου ἐσχηκέναι. καὶ τὸ "πάντες δὲ